← カイサリアのバシレイオス

書簡集

§128

エウセビオスへの和解条件と信仰の明確化の要求

バシレイオスはサモサタのエウセビオスに対し、曖昧な妥協を排してニカイア信仰と聖霊の神性についての明確な回答を相手に迫るよう求め、真の合意なしには和解に応じられない旨を告げている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§128

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή.1 εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης,2 κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι. Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους,3 ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.

サモサタの主教エウセビオスへ 私は、主の諸教会が平和を保つことへの熱意を、いまだ相応しく行動によって示すことができておりませんが、わが心のうちには、悪しき者によって燃え立たされた憎悪の炎が消し止められるためなら、喜んで自らの命さえ投げ出したいほどの熱烈な願望を抱いていると断言いたします。そして、私がコロネイアの地に近づくことを甘受したのが平和を願う思いのためでなかったならば、私の生涯に平和が訪れませんように。とはいえ、私が捜し求めているのは、主ご自身によって私たちに残された真の平和です。そして、十全な確証として私に与えられるよう願った事柄も、真の平和を望む者の所業にほかならないのであり、たとえある者たちが真理を曲解して別の説明を施そうとも、そのことに変わりはありません。それゆえ、彼らは望むままに己の舌を用いるがよいのです。いずれにせよ彼らはいつの日か、これらの言葉を後悔することになるでしょう。 しかし、あなたの聖徳におかれましては、最初の提案の数々を心に留められ、問われた問いとは異なる答えを受け取って惑わされることのないよう、また、弁論の力を持たずただ悪しき意志のみによって誰よりも恐ろしく真理を害する者たちの詭弁を有効なものとなさらないよう、切にお願い申し上げます。なぜなら、私が提示した言葉は簡潔で明瞭、かつ記憶しやすいものだったからです。すなわち、ニカイアの信仰を受け入れない者たちを私たちが交わりから退けるか否か、そして聖霊を被造物と呼ぶことをあえてする者たちと与にすることを私たちが容認しないか否か、ということです。ところが相手は、問いに対して言葉どおりに答える代わりに、あなたが送り届けてくださったあの長々とした弁明を私たちに詠み聞かせたのです。しかもこれは、ある人が思うかもしれないような心の純朴さによるものでもなければ、論理的な帰結を見定めることができないからでもありません。むしろ彼はこう打算しているのです。私たちの提案を拒絶すれば民に対して正体を暴露することになり、他方で私たちに同意すれば、これまで自分にとっていかなるものよりも尊いものであった中立の立場から離れることになる、と。それゆえ、彼が詭弁をもって私たちを欺くことのないように、また他の者たちとともにあなたの思慮をも惑わすことのないようにしていただきたいのです。むしろ、彼をして問いに対する簡潔な言葉を私たちに送らせ、信仰の敵との交わりを公言するか、あるいはそれを拒むか、いずれかにさせねばなりません。もしあなたが彼を説得して、正しく、かつ私が祈り求めているような回答を私に送ってくださるなら、過去のすべての過ちは私にあるといたしましょう。私はその責めをすべて我が身に引き受けます。その時こそ、私に謙遜の表明を求めてください。しかし、これらのことが一切なされないかぎりは、最も神に愛される父よ、偽善をもって神の祭壇に立つことのできない私をお赦しください。もし私がこのことを恐れないのであれば、何のために、あれほど弁舌に優れ、それほど年長であり、私たちに対する友情の権利をそれほど多く有していたエウイッピオスから自らを切り離したというのでしょうか。そして、もし私たちがかつて真理のために善く、かつ然るべく行動したのであったなら、これら如才なく愛想のよい者たちの中立的な仲介を通じて、彼と同じことを口にする者たちと結び合わされている姿を晒すことなど、それこそ実に滑稽なことでしょう。 もっとも、信仰を受け入れない者たちから完全に身を隔ててしまうべきだとは思いません。むしろ、古くからの愛の定めに従って彼らをある程度顧み、心を一つにして彼らに書き送り、憐れみをもってあらゆる勧めを差し出し、教父たちの信仰を提示して彼らを一致へと招くべきだと考えます。そして、もし説得できたなら公に彼らと一つになり、もし失敗したなら私たちは互い同士で満足し、言行を曖昧にするこの態度を気風から追放して、初めから御言葉に近づいた者たちがともに生きていた福音的で偽りのない生き方を取り戻すべきです。なぜなら、「信じた者たちは、心も思いも一つであった」と言われているからです。したがって、もし彼らがあなたに説得されるなら、それは最善のことです。しかしそうでないなら、戦いを引き起こす者たちを識別し、今後は和解に関して私たちに手紙を寄せるのをおやめください。

構文注3 件
  1. 128μὴ εἰρηνευθείη μοι ἡ ζωή

    条件文「εἰ μὴ ... ἠνεσχόμην」(直説法過去)に後続する願望の希求法(optative of wish)であり、自身の動機が真実であることを示す強い自己呪詛的誓言を形成している。通常の反実仮想の帰結節(ἄν+直説法過去)ではなく、否定辞 μή を伴う希求法をとることで、「もしそうでなかったならば、私の生涯に平和が与えられないように」という誓いのニュアンスを担っている。

  2. 128καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης

    主語は関係代名詞節「ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι」(十全な確証として私に生じることを私が求めた事柄)。述語は述語的属格「οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν」(〜を欲する者の特徴・所業である)で、分詞 ἐπιθυμοῦντος が「〜の性質に属する」を表す。分詞の目的語が属格 τῆς ἀληθινῆς εἰρήνης である。

  3. 128ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους

    文頭の「Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ ...」から続く不定詞連続(ἀλλοτριοῦν, ποιήσασθαι, ἐπιστεῖλαι, προκαλεῖσθαι, ἑνωθῆναι)の統語的支配下にある不定詞。条件節「ἐὰν δὲ ἀποτύχωμεν」に対応する主節相当の行動提案として「ἀρκεῖσθαι」(満足すること)および「ἐξορίσαι」(追放すること)が並列されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:128