← ポルピュリオス

アリストテレス『カテゴリー論』注解

§88.2-89.25

実体の優先性と第一実体・第二実体の区分

ポルピュリオスは範疇論における実体論の導入を扱い、実体が他の範疇に先立って論じられる理由、その概観、質料・形相・複合のうち本篇では複合が主題とされること、第一実体(個体)と第二実体(種・類)の区別、および第一実体が最も本来的とされる根拠を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.3.1

Ἐ. Ἀλλὰ † ποῖα μὲν τῆς ἑκάστης ἐστὶ τῶν κατηγοριῶν, διὰ παραδειγμάτων παρέστησας. ἔτι μὴν καὶ περὶ ἑκάστης λέγε, ἵνα ἑκάστης ἐκδιδάξῃς, διὰ τί περὶ τῆς οὐσίας πρῶτον τῶν ἄλλων ποιεῖται τὸν λόγον. Ἀ. Ὅτι τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα1 καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι ὥσπερ προτέραν αὐτὴν δείκνυσιν οὖσαν φύσει, οὕτως καὶ τὸν περὶ αὐτῆς λόγον πρὸ τῶν ἄλλων ἀποφαίνει πρότερον ὄντα.

問:さて、諸範疇の各々がどのようなものであるかは、あなたは具体例を通じて示しました。しかしさらに各々についても語ってください、なぜ彼が他のものに先立ってまず実体について論じるのかを各々について教示するために。答:他のすべてのものが実体のうちにあって存在するために実体を必要としているということが、実体が自然本性において先立つものであることを示すのと同様に、実体についての言説をも他のものに先立って先立つものであると明示しているからです。

§3.3.2

Ἐ. Τί οὖν ἐστιν ἡ οὐσία; Ἀ. Ὅρον μὲν αὐτῆς δοῦναι οὐκ ἔστιν, ὥσπερ εἴπομεν, παραδείγματα δὲ ἤδη δεδώκαμεν. ἔννοιαν δὲ αὐτῆς τοιαύτην ἀποδίδωσιν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι (αὕτη μὲν γὰρ ὑπόκειται τοῖς ἄλλοις γένεσιν, τὰ ἄλλα δὲ ἄνευ αὐτῆς τὸ εἶναι οὐκ ἂν ἔχοι) καὶ τὸ ἴδιον ζητήσει.

問:では、実体とは何ですか。答:私たちが言ったように、それの定義を与えることはできませんが、具体例はすでに与えました。他方で、彼は実体のこのような概念、〔すなわち〕主語のうちにないこと(なぜなら実体は他の諸類に対して基底にあり、他のものは実体なしには存在を持ちえないからです)を与えており、また固有の性質を探究することになるでしょう。

§3.3.3

Ἐ. Ποσαχῶς ἐν ἄλλοις τὴν οὐσίαν λέγει; Ἀ. Τριχῶς· καὶ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον λέγει οὐσίαν.

問:彼は他の箇所では実体を何通りに語っていますか。答:三通りです。質料をも形相をも両者の複合をも、実体と語っているからです。

§3.3.4

Ἐ. Νῦν δὲ τίνα οὐσίαν λαμβάνει εἰς τὴν διδασκαλίαν; Ἀ. Τὴν ὡς συναμφότερον. Ἐ. Ἆρα οὖν κἀκείνων ἐμνήσθη; Ἀ. Ναί.

問:では、現在ではどのような実体を教示のために採り入れているのですか。答:両者の複合としての実体です。問:では、彼はあの[他の]ものについても言及したのですか。答:はい。

§3.3.5

Ἐ. Πῶς;

問:どのようにですか。

§3.3.6

Ἀ. Ὅτι λέγει καὶ τὰ μέρη τῆς οὐσίας εἶναι οὐσίας, μέρη δὲ τῆς συναμφοτέρου ἥ τε ὕλη καὶ τὸ εἶδος.

答:実体の諸部分もまた実体であると言っており、複合[実体]の諸部分とは質料と形相だからです。

§3.3.7

Ἐ. Ἐνταῦθα δὲ τίνας τῆς οὐσίας εἴρηκεν διαφοράς; Ἀ. Ὅτι αἱ μέν εἰσιν πρῶται, αἱ δὲ δεύτεραι.

問:では、ここにおいて彼は実体のどのような種差を述べているのですか。答:あるものは第一実体であり、あるものは第二実体であるということです。

§3.3.8

Ἐ. Τίνες πρῶται; Ἀ. Αἱ ἄτομοι, ὁ Σωκράτης, ὁ Πλάτων.

問:第一実体とはどのようなものですか。答:不可分なもの、ソクラテスやプラトンです。

§3.3.9

Ἐ. Τίνες δεύτεραι; Ἀ. Τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, οἷον εἶδος μὲν τῶν κατὰ μέρος ἀνθρώπων ὁ ἄνθρωπος, γένος δὲ τὸ ζῷον.

問:第二実体とはどのようなものですか。答:不可分な実体たちの類および種であり、たとえば個別の人間たちに対する種としての人間、類としての動物です。

§3.3.10

Ἐ. Τίνες οὖν αἱ κυριώταται οὐσίαι καὶ μάλιστα καὶ πρῶται; Ἀ. Αἱ ἄτομοι.

問:では、最も本来的な、何よりも、そして第一の実体とはどのようなものですか。答:不可分な実体たちです。

§3.3.11

Ἐ. Πῶς οὖν ταύτας ὠνόμασεν ὁ Ἀριστοτέλης; Ἀ. Αἳ μήτε καθ’ ὑποκειμένου λέγονται μήτε ἐν ὑποκειμένῳ εἰσίν.

問:では、アリストテレスはこれらをどのように名付けたのですか。答:主語について語られることもなく、主語のうちにあることもないもの、とです。

§3.3.12

Ἐ. Τί γὰρ βούλεται παραστῆσαι διὰ τούτων τῶν ὀνομάτων; Ἀ. Διὰ μὲν τοῦ μήτε ἐν ὑποκειμένῳ εἶναι παρίστησιν, ὡς ἤδη ἐλέγομεν, τὸ μὴ εἶναι συμβεβηκὸς τὴν οὐσίαν· τοῦτο δὲ κοινὸν πάσης οὐσίας, ἄν τε πρώτη ἄν τε δευτέρα ᾖ· τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι διαστέλλει τὰς πρώτας οὐσίας τῶν δευτέρων. αἱ μὲν γὰρ δεύτεραι οὐσίαι, αἵπερ εἰσὶν τὰ εἴδη καὶ τὰ γένη, καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγονται, αἱ δὲ πρῶται οὐσίαι αὗται οὖσαι τὰ ὑποκείμενα τοῖς πᾶσιν οὐ καθ’ ὑποκειμένου λέγονται. ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ’ ἀλλήλων τῷ τὰς μὲν δευτέρας ἐν ὑποκειμένῳ μὴ οὔσας καθ’ ὑποκειμένου λέγεσθαι,2 τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ’ ὑποκειμένου λέγεσθαι.

問:彼はいったいこれらの呼称を通じて何を示そうと欲しているのですか。答:主語のうちにないことを通じては、すでに私たちが述べていたように、実体が偶有性ではないことを示しています。そしてこれは第一実体であろうと第二実体であろうと、すべての実体に共通です。他方で、主語について語られないということは、第一実体を第二実体から区別しています。というのも、第二実体、すなわち種や類は、主語である第一実体について語られるのに対し、第一実体はそれら自身がすべてのものにとっての主語でありながら、主語について語られることはないからです。したがって、主語のうちにないことが双方に共通であるとしても、第二実体は主語のうちにはないものの主語について語られ、第一実体は同様に主語のうちにないうえに、主語について語られもしないということによって、両者は互いに区分されるのです。

§3.3.13

Ἐ. Διὰ τί οὖν κυριώτατα καὶ πρώτως καὶ μάλιστα τὰς πρώτας οὐσίας λέγεσθαι οὐσίας ἔφη καὶ πρὸς τίνας ἀντιδιαστελλομένας τὰς δευτέρας; Ἀ. Πρώτως μὲν γὰρ οὐσίαι αἱ ἄτομοι, ὅτι καὶ πρῶται λέγονται, αἱ δὲ ἄλλαι δεύτεραι. κυριωτάτη δὲ καὶ πρώτη ἡ ἄτομος οὐσία λέγεται οὐσία, τὰ γὰρ ἄλλα πάντα τὰ μὲν καθ’ ὑποκειμένων τούτων λέγεται, λέγω δὲ τὰ οἰκεῖα εἴδη καὶ γένη, τὰ δὲ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, λέγω δὲ τὰ ἄλλα ἐννέα συμβεβηκότα. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν, οὐδὲν ἂν τῶν ἄλλων ὑπάρχοι. οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον κατηγορεῖται, οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον.3 πάλιν τὸ χρῶμα εἰ καὶ ἄλλο τι τῶν συμβεβηκότων ἐν σώματι ἢ καὶ ἐν οὐσίᾳ ἐστίν, ἀλλὰ καὶ ἐν τινὶ σώματι ἢ καὶ ἐν τινὶ οὐσίᾳ· εἰ γὰρ 〈ἐν〉 μηδενὶ τῶν καθ’ ἕκαστα σωμάτων ἢ οὐσιῶν, οὐδὲ ἐν σώματι οὐδὲ ἐν οὐσίᾳ ὅλως ἔσται. ὥστε ἐπεὶ πάντα τὰ ἄλλα καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι καὶ μὴ οὐσῶν τούτων τῶν οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι, εἰκότως αἱ τοιαῦται οὐσίαι κυριώταται καὶ πρώτως εἰσὶν οὐσίαι.

問:ではなぜ彼は、第一実体が最も本来的、第一義的、そして何よりも実体と呼ばれると言い、第二実体は何と区別されて[第二と]言われるとしたのですか。答:不可分な実体たちは第一義的な実体です、第一とも呼ばれるからです。そして他のものが第二です。不可分な実体が最も本来的かつ第一の実体と呼ばれるのは、他のすべてのものが、あるものはこれら主語について語られ(固有の種や類を指して言っています)、あるものは主語であるこれらのうちにある(他の九つの偶有性を指して言っています)からです。したがって第一実体が存在しなければ、他のいかなるものも成り立たないでしょう。たとえば動物は人間について述語づけられますが、それゆえにまたある個別的な人間についても述語づけられます。というのも、もし個別的な人間の誰についても述語づけられないとすれば、およそ人間についても動物は[述語づけられ]ないからです。また、もし色や他の偶有性のどれかが物体または実体のうちにあるとしても、それらもまたある個別的な物体またはある個別的な実体のうちにあるのです。というのも、もし個別の物体や実体のいずれのうちにもないならば、およそ物体や実体のうちにもないことになるからです。したがって、他のすべてのものが主語である第一実体について語られるか、あるいは主語である第一実体のうちにあるのであり、これらの実体が存在しなければ他のいかなるものが存在することも不可能である以上、当然のことながらこのような実体たちが最も本来的かつ第一義的な実体なのです。

構文注3 件
  1. 3.3.1Ὅτι τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι ὥσπερ προτέραν αὐτὴν δείκνυσιν οὖσαν φύσει, οὕτως καὶ τὸν περὶ αὐτῆς λόγον πρὸ τῶν ἄλλων ἀποφαίνει πρότερον ὄντα.

    主節の単数動詞 δείκνυσιν および ἀποφαίνει の文法上の主語は中性複数の τὰ ἄλλα πάντα であり、分詞を伴う句(τὰ ἄλλα πάντα ἐν αὐτῇ ὄντα καὶ ταύτης δεόμενα εἰς τὸ εἶναι、「他のすべてのものがそれのうちにあり、存在のためにそれを必要としていること」)全体が支配的分詞構文として事態を表している。ὥσπερ... οὕτως... は「〜と同様に、…もまた」の相関構文をなす。

  2. 3.3.12ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ’ ἀλλήλων τῷ τὰς μὲν δευτέρας ἐν ὑποκειμένῳ μὴ οὔσας καθ’ ὑποκειμένου λέγεσθαι, τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ’ ὑποκειμένου λέγεσθαι.

    ὥστε に導かれる結果節の主文構造は διαιροῦνται ἀπ’ ἀλλήλων τῷ...(「〜ということによって互いに区分される」)であり、与格の冠詞 τῷ に二つの対格不定詞句(τὰς μὲν δευτέρας... λέγεσθαι と τὰς δὲ πρώτας... λέγεσθαι)が並列して従属している。前半の κοινοῦ ὄντος... τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι は属格独立構文(「主語のうちにないことが共通であるとしても」)であり、テキストの短剣符箇所 ταῖς προτέραις は「両方の実体に(ἀμφοτέραις ταῖς οὐσίαις)」の意味として了解される。

  3. 3.3.13εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον.

    条件文の前件(εἰ 節)および後件において、直前に現れた述語動詞 κατηγορεῖται(「述語づけられる」)が省略されている。前件は εἰ γὰρ [κατηγορεῖται] κατὰ μηδενός...、後件は οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον [κατηγορηθήσεται / κατηγορεῖται] と補って読む。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:88.2-89.25