← ポルピュリオス

アリストテレス『カテゴリー論』注解

§65.12-66.21

同名異義性の分類と偶然および意図による様式

ポルピュリオスは同名異義の諸様式を「偶然によるもの」と「意図によるもの」に大別し、後者をさらに類似、類比、一者に由来するもの、一者に向かうものへと分類して具体例を挙げるとともに、最後の区分を中間的なものとみなす先行学説を報告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1.39

Ἐ. Ἀλλ’ ἐπεὶ τὸν ὅρον ἀποδέδωκας τῶν ὁμωνύμων, δεῖ δὲ καὶ παράδειγμα τούτων κομίσαι, ἆρά γε εἷς τρόπος ἐστὶ τῶν ὁμωνύμων, ἵνα καθ’ ἕνα τρόπον τοῦτον λαβόντες τὸ παράδειγμα αὐτάρκως αὐτῶν ἔχωμεν τὴν διδασκαλίαν, ἢ πλείους εἰσὶν ὁμωνύμων τρόποι; Ἀ. Πλείους.

問:しかし、あなたは同名異義的なものの定義を割り当てましたし、これらについての具体例も提示されねばならないのですから、この一つの様式に即して具体例を受け取ればそれらについての教示を十分持てるような、同名異義的なものの単一の様式があるのでしょうか、それとも同名異義的なものの様式は複数あるのでしょうか。 答:複数あります。

§3.1.40

Ἐ. Τίνες οὗτοι; Ἀ. Ὡς μὲν ἀνωτάτω εἰπεῖν δύο, ὧν ὁ μέν ἐστιν ἀπὸ τύχης, ὁ δὲ ἀπὸ διανοίας. διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ’ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.1

問:これらはどのようなものですか。 答:最上位の区分として言えば二つであり、その一方は偶然に由来し、他方は意図に由来します。そして意図に由来するものを、類似によるもの、類比によるもの、一なるものに由来し一なるものに向かうものへと区分する者にとっては、すべての様式が成り立つことになります。

§3.1.41

Ἐ. Τίς οὖν ἐστιν ὁ ἀπὸ τύχης τρόπος; Ἐ. Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας,2 ὥσπερ Ἀλέξανδρός τε ὁ Πριάμου καὶ Ἀλέξανδρος ὁ Φιλίππου ὁ Μακεδόνων βασιλεύσας. ταῦτα γὰρ κατὰ τύχην ὁμώνυμα εἶναι λέγεται, οἱ δὲ ἄλλοι ἀπὸ διανοίας εἶεν ἂν ἠρτημένοι, ὅτι ὅ τε καθ’ ὁμοίωσιν συνιστάμενος τρόπος τῆς ὁμωνυμίας, ὅταν φέρε ἄνθρωπόν τε προσαγορεύσω τὸ ζῷον λογικὸν θνητὸν καὶ εἰκόνα ἀνθρώπου, ὅταν ἰδὼν λέγω ὅτι ‘ἄνθρωπος τοῦτο’, δηλονότι οὐχ ὡς ἔτυχεν καὶ τὸ ἐν τῇ εἰκόνι γράμμα καλῶ ἄνθρωπον, ἀλλ’ ὅτι ὁμοίωμά ἐστι τοῦ ζῶντος ἀνθρώπου· ἀπὸ διανοίας οὖν ἄνθρωπόν τε τὸν ζῶντα καὶ τὸν ἀνδριάντα ἢ τὴν εἰκόνα καλῶ ἄνθρωπον. πάλιν ὅταν ἀρχὴν ἀριθμῶν καλέσω τὴν μονάδα, ἀρχὴν δὲ γραμμῆς τὴν στιγμήν, ἀρχὴν δὲ ποταμῶν τὴν πηγήν, ἀρχὴν δὲ τοῦ ζῴου τὴν καρδίαν, τὸ τῆς ἀρχῆς ὄνομα ἐπὶ ὁμωνύμων ταττόμενον ἐκ διανοίας ἂν εἴην κατὰ ἀναλογίαν πᾶσι τούτοις κοινὸν τοῦτο θέμενος ὄνομα· ὡς γὰρ ἔχει ἐν ἀριθμοῖς ἡ μονάς, οὕτως ἔχει ἐν γραμμαῖς μὲν ἡ στιγμή, ἐν ποταμοῖς δὲ ἡ πηγή, ἐν ζῴοις δὲ ἡ καρδία. ὁ δὲ τοιοῦτος λόγος τῆς δείξεως κατὰ ἀναλογίαν λέγεται παρὰ τοῖς γεωμέτραις, καὶ διὰ τοῦτο τὸ τῆς ἀρχῆς ὄνομα εἴληπται ἐν τοῖς κατὰ ἀναλογίαν ὁμωνύμοις. τρίτος δέ ἐστι τρόπος τῶν ἀπὸ διανοίας τὸ ἀπό τινος ἑνὸς κοινὴν διαφόροις πράγμασι προσηγορίαν γενέσθαι· οἷον μιᾶς οὔσης τῆς ἰατρικῆς ἀπὸ ταύτης κεκλήκαμεν τό τε βιβλίον ἰατρικὸν τό τε φάρμακον καὶ τὸ σμιλίον, ἀλλ’ ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν μαθημάτων ἀναγραφὴν ἔχει, τὸ δὲ σμιλίον ἰατρικόν, ὅτι πρὸς τομὰς τὰς κατὰ ἰατρικήν ἐστιν ὄργανον, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς τὰς ἰάσεις ἐστὶν χρήσιμον τῷ ἰατρῷ. ὥστε κοινὸν μὲν τοὔνομα, ὁ δὲ κατὰ τοὔνομα λόγος καθ’ ἕκαστον 〈τῶν〉 κοινῶς προσαγορευομένων ἕτερος. ἀπὸ μιᾶς δὲ τῆς ἰατρικῆς ἐκλήθη ταῦτα ἰατρικὰ θέντων οὐκ ἀπὸ τύχης ἀλλὰ ἀπὸ διανοίας πᾶσι τούτοις ὀνόματα τῶν οὕτως ὀνομασάντων ταῦτα. τέταρτος δὲ ἀπὸ διανοίας, ὅταν διάφορά τινα πρὸς ἓν σπεύδοντα τέλος ἀπ’ ἐκείνου τῆς κοινῆς προσηγορίας τύχῃ, ὥσπερ ὑγείας οὔσης ἣν τέλος ποιεῖται ὁ ὑγιαζόμενος, ἀπὸ ταύτης τό τε σιτίον λέγεται ὑγιεινὸν καὶ ὁ περίπατος ὑγιεινὸς καὶ τὸ ἀνάγνωσμα ὑγιεινόν. τοῦτον δὲ τὸν τρόπον οἱ μὲν συνῆψαν τῷ ἀφ’ ἑνὸς τὸ ὅλον τοῦτο καλέσαντες ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οἱ δὲ οὐδὲ ἐν τοῖς ὁμωνύμοις κατηρίθμουν, ἀλλ’ οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ’ ἐν μέσῳ ἐτίθεσαν τῶν ὁμωνύμων τε καὶ συνωνύμων διὰ τὸ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.3

問:では、偶然に由来する様式とはどのようなものですか。 答:互いに異なる事物が、偶然に、かつ配慮なしに同じ呼称を得た場合です。例えば、プリアモスの子アレクサンドロスと、マケドニア人の王となったフィリッポスの子アレクサンドロスのようなものです。これらは偶然によって同名異義であると言われますが、他のものは意図に由来して結びつけられていると言えるでしょう。なぜなら、類似に即して成立する同名異義の様式は、例えば私が理性的で死すべき動物を「人間」と呼び、人間の像をも、それを見て「これは人間である」と言うとき、明らかに私が偶然に像の中の描かれたものを人間と呼んでいるのではなく、それが生きている人間の類似物であるゆえにそう呼んでいるからです。したがって意図に由来して、私は生きている人間をも、彫像や肖像をも「人間」と呼んでいるのです。 他方で、私が単位を数の始原と呼び、点を線の始原と呼び、水源を川の始原と呼び、心臓を動物の始原と呼ぶとき、同名異義的なものの上に配される「始原」という名前を、意図に由来して類比に即してこれらすべてに共通の名前として措定したことになるでしょう。なぜなら、単位が数においてあるような関係を、線においては点が、川においては水源が、動物においては心臓が持っているからです。そしてこのような論証の方式は幾何学者たちの間において「類比に即した」と言われ、このゆえに「始原」という名前は類比に即した同名異義的なものの中に受け入れられているのです。 意図に由来するものの第三の様式は、何か一なるものに由来して、異なる諸事物に共通の呼称が生じることです。例えば、医術が一なるものとして存在するとき、これに由来して私たちは書物をも医術的と呼び、薬品をも、小刀をもそう呼びます。しかし書物が医術的であるのは医術の教えの記録を含んでいるからであり、小刀が医術的であるのは医術に即した切開のための道具であるからであり、薬品が医術的であるのは医者にとって治療のために有用であるからです。したがって、名前は共通ですが、名前に即した言明は共通に呼ばれているものの各々において異なっています。そしてこれらについてそのように名づけた人々が、偶然からではなく意図からこれらすべてに名前を置いたことによって、これらは医術という一なるものに由来して「医術的」と呼ばれたのです。 意図に由来する第四の[様式]は、一なる目的に向かって努力している幾つかの異なる事物が、その[目的]に由来して共通の呼称を得るときです。例えば、治療される者が目的とする健康が存在するとき、これに由来して食物も「健康的」と言われ、散歩も「健康的」と言われ、読書も「健康的」と言われるような場合です。ある者たちはこの様式を一なるものに由来するものと結合させて、この全体を「一なるものに由来し一なるものに向かうもの」と呼びましたが、他方である者たちは、これらを同名異義的なものの中に数え入れることすらせず、とはいえ同義的なものの中に数え入れることもせず、同じ言明の共有によって異なる諸事物が共通に「医術的」と呼ばれ、同じ健康の獲得によってそのように共通に呼ばれた諸事物が「健康的」と呼ばれるがゆえに、同名異義的なものと同義的なものの中間に置いたのでした。

構文注3 件
  1. 3.1.40διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ’ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.

    分詞 διελόντι は判断者の与格(関係の与格)であり、「意図に由来するものを…へと区分する人にとっては、すべての様式が存在することになる(網羅される)」という意味を表す。εἴς τε ... καὶ ... καὶ ... は意図による様式の三分肢を導いている。

  2. 3.1.41Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας

    写本および校訂本では直前の問いに続き話者標記が「Ἐ.」と誤記されているが、文脈上応答者(Ἀ.)の発話である。文頭の Ἃ は関係代名詞の中性複数主格で、主節の述語・先行詞[ταῦτά ἐστιν]が省略された定義・例示の構文(「[偶然によるものとは]…ような諸事物である」)として機能している。

  3. 3.1.41διὰ τὸ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.

    前置詞 διὰ に続く冠詞付き不定詞(動名詞構文)διὰ τὸ ... καλεῖσθαι ... τε ... καλεῖσθαι ... が理由を表す。対格主語はそれぞれ τὰ διάφορα πράγματα と τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα であり、与格句 λόγου μετοχῇ τοῦ αὐτοῦ(同じ言明の共有によって)および ὑγείας περιποιήσει τῆς αὐτῆς(同じ健康の獲得によって)が各不定詞にかかる原因・手段を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:65.12-66.21