- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:118.17-119.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ポルピュリオスは「同時」に対立する「先」と「後」の定義を、排除(一方が排除されれば他方も排除される関係)と存在(一方が存在すれば他方が必然的に存在する関係)の観点から説明する。そして、知識と知識対象、感覚と感覚対象の非対称性を例として、関係概念が常に自然において同時であるとは限らないという見解を検討する。
Ἐ. Ἀλλ’ ἐπειδὴ ἀναγκαῖον ἡμᾶς μαθεῖν, τίνα μὲν πρότερα καὶ τίνα ὕστερα, ἀφ’ ὧν ἔξω τὰ ἅμα ἂν εἴη, λέγε τίνα μὲν τὰ πρότερα, τίνα δὲ τὰ ὕστερα. Ἀ. Ἀλλ’ ἐρεῖ μὲν καὶ περὶ τούτων ὁ Ἀριστοτέλης μετὰ ταῦτα. λεγέσθω δὲ καὶ νῦν, ἐπειδὴ καὶ τούτοις χρῆσθαι μέλλει ἐν τῇ θεωρίᾳ τῶν πρός τι.
質問者:しかし、それらの外にあるものが「同時」であるような、「先なるもの」とは何であり「後なるもの」とは何であるかを私たちが知ることは必然的ですから、何が先なるものであり、何が後なるものであるかを述べてください。 回答者:これらについてもアリストテレスがこの後に語るでしょう。しかし、関係概念の考察においてもこれらを用いるつもりである以上、今語っておくことにしましょう。
Ἐ. Εἰπὲ τοίνυν, τίνα αὐτῶν πρότερα καὶ τίνα ὕστερα. Ἀ. Εἰσὶν μὲν καὶ τῶν προτέρων καὶ τῶν ὑστέρων πολλαὶ διαφοραί· πολλαχῶς γὰρ καὶ ταῦτα λέγεται. ὁ δὲ νῦν ζητούμενος τρόπος ἐκεῖνος ἂν εἴη· λέγομεν γὰρ πρότερον ὃ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, οἷον ἡ μονὰς τῆς δυάδος ἐστὶ προτέρα· μονὰς μὲν γὰρ ἀναιρεθεῖσα ἀναιρεῖ τὴν δυάδα, δυὰς δὲ ἀναιρεθεῖσα οὐκ ἀναιρεῖ τὴν μονάδα. ἐπεὶ οὖν ἡ μονὰς συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, προτέρα ἂν εἴη ἡ μονὰς τῆς δυάδος. κατὰ μὲν οὖν τὴν ἀναίρεσιν πρότερον τὸ ἀναιροῦν τοῦ μὴ συναναιροῦντος. κατὰ δὲ τὸ εἶναι οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι·1 δυάδος γὰρ οὔσης ἀνάγκη μονάδα εἶναι, μονάδος δὲ οὔσης οὐκ ἀνάγκη δυάδα εἶναι· ὑστέρα ἄρα ἡ δυὰς τῆς μονάδος. εἰ τοίνυν δυοῖν ὄντοιν θατέρου μὲν ὄντος οὐκ ἀνάγκη θάτερον εἶναι, θατέρου δὲ ὄντος ἀνάγκη θάτερον εἶναι, οἷον ἐπὶ οὐσίας καὶ συμβεβηκότος· συμβεβηκότος γὰρ ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη συμβεβηκὸς εἶναι· προτέρα ἄρα ἡ οὐσία τοῦ συμβεβηκότος. ὥστε ἔμπαλιν ἔχει ἡ ἀναίρεσις πρὸς τὴν ὕπαρξιν· τὸ μὲν γὰρ συναναιροῦν καὶ μὴ συναναιρούμενον πρότερον, τὸ δὲ συνεισάγον καὶ μὴ συνεισαγόμενον ὕστερον ἐξ ἀνάγκης.
質問者:では、それらのうち何が先なるものであり、何が後なるものであるかを言ってください。 回答者:先なるものにも後なるものにも多くの相違があります。なぜなら、これらもまた多面的に言われるからです。しかし、今探究されているあり方は次のようなものでしょう。というのも、私たちは他方を共に排除するが他方によって共には排除されないものを「先なるもの」と言うからです。例えば、単子は二項に対して先です。なぜなら、単子は排除されると二項を排除しますが、二項は排除されても単子を排除しないからです。したがって、単子は共に排除するが共には排除されない以上、単子は二項に対して先であるでしょう。それゆえ、排除の観点からは、排除するものは共に排除しないものに対して先です。これに対して存在の観点からは、それがあるときに何かが存在する必然性がないようなものとは逆に、それがあるときに何かが必然的に存在するようなものが、後なるものです。なぜなら、二項があるときには単子が存在することが必然的ですが、単子があるときには二項が存在することは必然的ではないからです。したがって、二項は単子に対して後です。それゆえ、二つのものがあるとき、一方が存在していても他方が存在する必然性はないが、他方が存在するときには一方が存在する必然性があるならば、例えば実体と付帯性においてそうであるように、実体は付帯性に対して先です。なぜなら、付帯性があるときには実体が存在することが必然的ですが、実体があるときには付帯性が存在する必然性はないからです。したがって、排除は存在に対して逆の関係にあります。なぜなら、共に排除して共には排除されないものは先であり、共に導入して共には導入されないものは必然的に後だからです。
Ἐ. Ἆρα οὖν πάντα τὰ πρός τι ἅμα τῇ φύσει; Ἀ. Κατὰ ἀλήθειαν μὲν πάντα, δοκεῖ δέ τισιν μὴ πάντα, ἐξ ὧν ὁ Ἀριστοτέλης κατὰ τὸ ἔνδοξον κατασκευάζει.
質問者:それでは、関係概念はすべて自然において同時なのでしょうか。 回答者:真理に従えばすべてですが、一部の人々にはすべてではないと思われており、アリストテレスはそれらに基づいて通説に従い論述を組み立てています。
Ἐ. Εἰπὲ σαφέστερον, τί λέγεις. Ἀ. Ὁ Ἀριστοτέλης τῶν πρός τι τιθεὶς εἶναι τὴν ἐπιστήμην (ἔστιν γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν) καὶ ἐπὶ τῆς αἰσθήσεως οὔσης καὶ αὐτῆς τῶν πρός τι (ἔστιν γὰρ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητόν αἰσθήσει αἰσθητόν)· κειμένων οὖν τῶν πρός τι εἶναι τὴν ἐπιστήμην καὶ τὴν αἴσθησίν φησιν2 μήτε τὴν ἐπιστήμην ἅμα τῷ ἐπιστητῷ εἶναι μήτε τὴν αἴσθησιν ἅμα τῷ αἰσθητῷ πάντως. εἰ γὰρ ἅμα ἦν τὰ συνεισάγοντα ἄλληλα καὶ συναναιροῦντα, οὔτε δὲ τὸ αἰσθητὸν συνεισάγει τὴν αἴσθησιν οὔτε τὸ ἐπιστητὸν τὴν ἐπιστήμην οὔτε † ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν,3 οὐκ ἂν εἴη ἄρα ἅμα οὔτε τὸ αἰσθητὸν τῇ αἰσθήσει οὔτε τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ.
質問者:あなたが言っていることをより明瞭に言ってください。 回答者:アリストテレスは知識を関係概念に属するものと設定し(実際、知識は知識対象の知識であり、知識対象は知識によって知識対象です)、また感覚についてもそれ自体が関係概念に属するものであるとして(実際、感覚は感覚対象の感覚であり、感覚対象は感覚によって感覚対象です)、このように知識と感覚が関係概念に属すると置かれたうえで、知識が知識対象と、また感覚が感覚対象と、必ずしも同時であるわけではないと主張しています。なぜなら、互いに共に導入し合い、共に排除し合うものが同時であったのに対して、感覚対象は感覚を共に導入せず、知識対象も知識を共に導入せず、知識や感覚が排除されても知識対象や感覚対象が排除されているわけではないとすれば、感覚対象は感覚と、知識対象は知識と同時ではないことになるからです。
Ἐ. Ἀλλ’ εἰ μὴ ἅμα, τί ἂν εἴη ἐπ’ αὐτοῖς; Ἀ. Ὅτι τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα.
質問者:しかし、同時でないとするなら、それらにおいて何が成り立つのでしょうか。 回答者:一方は先なるものであり、他方は後なるものであるということです。
Ἐ. Δεῖξον οὖν, πῶς οὐχ ἅμα. Ἀ. Ἴσως γὰρ δῆλον ἔσται, τινὰ μὲν πρότερα, τινὰ δὲ ὕστερα αὐτῶν, δι’ ὃ ἀνάγκη μὴ εἶναι αὐτὰ ἅμα. τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν, ἐὰν ἀναιρεθῇ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅμως μένει, τοῦ δὲ αἰσθητοῦ καὶ ἐπιστητοῦ ἀναιρεθέντος οὔτε ἡ αἴσθησις οὔτε ἡ ἐπιστήμη μένει. ὥστε οὐχ ἅμα διὰ τοῦτο τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν, ἀλλὰ πρότερον μὲν τὸ αἰσθητὸν αἰσθήσεως καὶ τὸ ἐπιστητὸν ἐπιστήμης.
質問者:では、どのように同時ではないのかを示してください。 回答者:それらのうちあるものは先であり、あるものは後であって、それゆえにそれらが同時でないことが必然的であるということが、おそらく明らかになるでしょう。感覚対象と知識対象は、知識と感覚が排除されても、なお残りますが、感覚対象と知識対象が排除された場合には感覚も知識も残りません。したがって、このことのゆえに感覚対象と感覚、および知識と知識対象は同時ではなく、感覚対象は感覚に対して、知識対象は知識に対して先なのです。
- 3.5.47κατὰ δὲ τὸ εἶναι οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι
語順が著しく錯綜した文である。骨格は「κατὰ δὲ τὸ εἶναι, [τοὐναντίον ἐκείνου] οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι, ὕστερον [ἐστὶ] τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι」であり、「存在の観点からは、それがあるとき何かが存在する必然性がないものとは逆に、それがあるときに必然的に何かが存在するようなものが後である」と解釈される。冒頭の「οὗ ὄντος ἐξ ἀνάγκης τι εἶναι」は直後の「ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι」と対比される構文的要素の重複あるいは先取りであり、実質的な主語は末尾の冠詞付き関係節「τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι」である。
- 3.5.49Ὁ Ἀριστοτέλης τῶν πρός τι τιθεὶς εἶναι τὴν ἐπιστήμην ... κειμένων οὖν τῶν πρός τι εἶναι τὴν ἐπιστήμην καὶ τὴν αἴσθησίν φησιν
主語 Ὁ Ἀριστοτέλης に分詞 τιθείς が続き、中間で分詞を伴う前置詞句(ἐπὶ τῆς αἰσθήσεως οὔσης...)と括弧的説明が挟まれた後、主語の動作が属格絶対 κειμένων οὖν τῶν πρός τι... によって再度取り直されて主動詞 φησιν に接続するアナコルソン(破格構文)となっている。文全体の骨格は「アリストテレスは知識と感覚が関係概念であると措定したうえで、...と述べている」である。
- 3.5.49† ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν
テキストに乱れ(クルクス)があるが、構文の意図は否定辞 οὔτε に続く従属節として「知識や感覚が排除されても、知識対象や感覚対象が排除されているわけではない」という条件・譲歩的関係を表している。主格分詞 ἀναιρουμένη ἡ ἐπιστήμη は分詞構文または属格絶対(ἀναιρουμένης τῆς ἐπιστήμης)の変形と解され、全体の論理展開(知覚や知識の消滅が対象の消滅を伴わないこと)に即して訳出している。
