- 底本
- Porphyrius, Isagoge Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 1-22. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:3.21-5.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ポルピュリオスは種の多義性と定義を論じ、最上位の類から最下位の種、および中間の類・種が有する相互的な包摂関係と相対的な二重の関係について、実体から個別者に至る系列を例に挙げて論述している。
Περὶ εἴδους. Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ εἴρηται πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. λέγεται δὲ εἶδος καὶ τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, καθὸ εἰώθαμεν λέγειν τὸν μὲν ἄνθρωπον εἶδος τοῦ ζῴου γένους ὄντος τοῦ ζῴου, τὸ δὲ λευκὸν τοῦ χρώματος εἶδος, τὸ δὲ τρίγωνον τοῦ σχήματος εἶδος. εἰ δὲ καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους ἐμεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ τὸ εἶδός φαμεν τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, εἰδέναι χρὴ ὅτι,1 ἐπεὶ καὶ τὸ γένος τινός ἐστιν γένος καὶ τὸ εἶδος τινός ἐστιν εἶδος ἑκάτερον ἑκατέρου, ἀνάγκη καὶ ἐν τοῖς ἀμφοτέρων λόγοις κεχρῆσθαι ἀμφοτέροις. ἀποδιδόασιν οὖν τὸ εἶδος καὶ οὕτως· εἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος καὶ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἔτι δὲ καὶ οὕτως· εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ἀλλ’ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ εἰδικωτάτου ἂν εἴη καὶ ὃ ἔστι μόνον εἶδος, αἱ δὲ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων. σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον τοῦτον τὸν τρόπον. καθ’ ἑκάστην κατηγορίαν ἐστίν τινα γενικώτατα καὶ πάλιν ἄλλα εἰδικώτατα καὶ μεταξὺ τῶν γενικωτάτων καὶ τῶν εἰδικωτάτων ἄλλα. ἔστιν δὲ γενικώτατον μέν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, εἰδικώτατον δέ, μεθ’ ὃ οὐκ ἂν εἴη ἄλλο ὑποβεβηκὸς εἶδος, μεταξὺ δὲ τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου ἄλλα, ἃ καὶ γένη καὶ εἴδη ἐστὶ τὰ αὐτά, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενα. Γινέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον. ἡ οὐσία ἔστι μὲν καὶ αὐτὴ γένος, ὑπὸ δὲ ταύτην ἐστὶν σῶμα, καὶ ὑπὸ τὸ σῶμα ἔμψυχον σῶμα, ὑφ’ ὃ τὸ ζῷον, ὑπὸ δὲ τὸ ζῷον λογικὸν ζῷον, ὑφ’ ὃ ὁ ἄνθρωπος, ὑπὸ δὲ τὸν ἄνθρωπον Σωκράτης καὶ Πλάτων καὶ οἱ κατὰ μέρος ἄνθρωποι. ἀλλὰ τούτων ἡ μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος, ὁ δὲ ἄνθρωπος τὸ εἰδικώτατον καὶ ὃ μόνον εἶδος, τὸ δὲ σῶμα εἶδος μὲν τῆς οὐσίας, γένος δὲ τοῦ ἐμψύχου σώματος. ἀλλὰ καὶ τὸ ἔμψυχον σῶμα εἶδος μὲν τοῦ σώματος, γένος δὲ τοῦ ζῴου, πάλιν δὲ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου σώματος, γένος δὲ τοῦ λογικοῦ ζῴου. τὸ δὲ λογικὸν ζῷον εἶδος μὲν τοῦ ζῴου, γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοῦ λογικοῦ ζῴου, οὐκέτι δὲ καὶ γένος τῶν κατὰ μέρος ἀνθρώπων, ἀλλὰ μόνον εἶδος· καὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς κατηγορούμενον εἶδος ἂν εἴη μόνον, οὐκέτι δὲ καὶ γένος. ὥσπερ οὖν ἡ οὐσία ἀνωτάτω οὖσα τῷ μηδὲν εἶναι πρὸ αὐτῆς γένος ἦν τὸ γενικώτατον, οὕτως καὶ ὁ ἄνθρωπος εἶδος ὤν, μεθ’ ὃ οὐκ ἔστιν εἶδος οὐδέ τι τῶν τέμνεσθαι δυναμένων εἰς εἴδη, ἀλλὰ τῶν ἀτόμων (ἄτομον γὰρ Σωκράτης καὶ Πλάτων καὶ τουτὶ τὸ λευκόν) μόνον ἂν εἴη εἶδος καὶ τὸ ἔσχατον εἶδος καὶ ὡς ἔφαμεν τὸ εἰδικώτατον· τὰ δὲ μέσα τῶν μὲν πρὸ αὐτῶν εἴη ἂν εἴδη, τῶν δὲ μετ’ αὐτὰ γένη. ὥστε ταῦτα μὲν ἔχει δύο σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη αὐτῶν εἶναι λέγεται, τήν τε πρὸς τὰ μετ’ αὐτά, καθ’ ἣν γένη αὐτῶν εἶναι λέγεται· τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν· τό τε γὰρ γενικώτατον τὴν μὲν ὡς πρὸς τὰ ὑφ’ ἑαυτὸ ἔχει σχέσιν, γένος ὂν πάντων τὸ ἀνωτάτω, τὴν δὲ ὡς πρὸς τὰ πρὸ ἑαυτοῦ οὐκέτι ἔχει, ἀνωτάτω ὂν καὶ ὡς πρώτη ἀρχὴ καί, ὡς ἔφαμεν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος· καὶ τὸ εἰδικώτατον δὲ μίαν ἔχει σχέσιν τὴν μὲν ὡς πρὸς τὰ πρὸ αὐτοῦ, ὧν ἐστιν εἶδος, τὴν δὲ ὡς πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἀλλοίαν ἔχει, ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται.2 ἀλλ’ εἶδος μὲν λέγεται τῶν ἀτόμων ὡς περιέχον αὐτά, εἶδος δὲ πάλιν τῶν πρὸ αὐτοῦ ὡς περιεχόμενον ὑπ’ αὐτῶν. Ἀφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, καὶ πάλιν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος· τὸ δὲ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστιν γένος καὶ ὃ εἶδος ὂν οὐκ ἂν διελοίμεθα ἔτι εἰς εἴδη καὶ ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὰ δὲ μέσα τῶν ἄκρων ὑπάλληλά τε καλοῦσι γένη καὶ εἴδη, καὶ ἕκαστον αὐτῶν εἶδος εἶναι καὶ γένος τίθενται, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενον.
種について。 種は各人の形態に関しても言われ、それにしたがって「まず第一に容姿[形相]こそ支配権に値する」と語られた。また、規定された類の下にあるものも種と言われ、それにしたがって私たちは、動物が類であるとき人間は動物の種であり、白は色の種であり、三角形は図形の種である、と習慣的に言うのである。しかし、もし私たちが類を規定する際にも「複数のものであり種において異なるものに対して『何であるか』において述語づけられるもの」と言って種に言及し、また種を「規定された類の下にあるもの」と言うとしても、類は何ものかの類であり種は何ものかの種であって、互いが互いのものである以上、両者の定義において両者を用いざるをえない、ということを知るべきである。それゆえ彼らは種をこのように規定しもする。「種とは類の下に配置され、その類が『何であるか』においてそのものについて述語づけられるものである」。さらにまたこのように規定する。「種とは複数のものであり数において異なるものに対して『何であるか』において述語づけられるものである」。しかしこの規定は最も種的なもの、すなわち種でしかありえないもののものであるだろうし、他方で他の諸規定は最も種的ではないものたちのものでもあるだろう。語られている事柄は次のような仕方で明白となるであろう。各範疇において、ある最も類的なものたちがあり、また他に最も種的なものたちがあり、最も類的なものたちと最も種的なものたちの中間に他のものたちがある。そして最も類的なものとは、それを超えてさらに上位に立つ別の類が存在しないものであり、最も種的なものとは、その後にさらに下位に立つ別の種が存在しないものであり、最も類的なものと最も種的なものの中間のものたちとは、別々のものに対して受け取られることによって、同じものが類でもあり種でもあるような他のものたちである。 語られている事柄が一つの範疇において明白となろう。実体はそれ自体としても類であるが、この下には物体があり、物体の下には有魂の物体があり、その下には動物があり、動物の下には理性的な動物があり、その下には人間があり、人間の下にはソクラテスやプラトンや個々の人間たちがある。しかしこれらの中で、実体は最も類的なものであって類でしかありえないものであり、人間は最も種的なものであって種でしかありえないものであるが、物体は実体の種であるが有魂の物体の類である。しかし有魂の物体もまた物体の種であるが動物の類であり、他方で動物は有魂の物体の種であるが理性的な動物の類である。理性的な動物は動物の種であるが人間の類であり、人間は理性的な動物の種であるが、個々の人間たちの類ではもはやなく、種でしかない。そして個物たちの前で直接に述語づけられるすべてのものは、種でしかありえないのであって、もはや類ではないであろう。それゆえ実体が最上位にあって自らの前に類が何もないことによって最も類的なものであったように、同様に人間も種であって、その後に種も、種へと分割されうるもののいかなるものもなく、ただ個物たち(なぜならソクラテスもプラトンもこの白いものも個物だからである)だけがあることによって、種でしかありえず、最後の種であり、私たちが言ったように最も種的なものであるだろう。他方で中間のものたちは、自らの前のものたちの種であり、自らの後のものたちの類であるだろう。したがって、これら[中間のものたち]は二つの関係、すなわち自らの前のものたちに対する関係であってそれにしたがってそれらの種であると言われる関係と、自らの後のものたちに対する関係であってそれにしたがってそれらの類であると言われる関係とを持つ。これに対して両極は一つの関係を持つ。なぜなら、最も類的なものは自らの下にあるものたちに対する関係を、すべてのものの最上位の類として持つが、自らの前にあるものたちに対する関係はもはや持たず、最上位にあって最初の始元のようなものであり、私たちが言ったようにそれを超えてさらに上位に立つ別の類が存在しないものだからである。また最も種的なものも、一つの関係、すなわち自らがその種であるところの自らの前のものたちに対する関係を持つが、自らの後のものたちに対する関係については異なる関係を持つのではなく、個物たちの種とも言われる。しかし、個物たちの種と言われるのはそれらを包括するものとしてであり、他方で自らの前のものたちの種と言われるのはそれらによって包括されるものとしてである。 それゆえ彼らは最も類的なものを次のように定義する。すなわち、類であって種ではないもの、あるいはまた、それを超えてさらに上位に立つ別の類が存在しないものである。他方で最も種的なものは、種であって類ではないもの、そして種であって私たちがもはや種へと分割できないもの、そして複数のものであり数において異なるものに対して「何であるか」において述語づけられるものである。両極の中間のものたちを彼らは従属的な類および種と呼び、それらのおのおのを、別々のものに対して受け取られることによって、種でもあり類でもあると措定するのである。
- 1.2εἰ δὲ καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους ἐμεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ τὸ εἶδός φαμεν τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, εἰδέναι χρὴ ὅτι
条件文 εἰ ... ἐμεμνήμεθα ... καὶ ... φαμέν に対する主節は非人称構文 εἰδέναι χρή(「…と知るべきである」)である。前半の条件節内では分詞 ἀποδιδόντες と動詞 ἐμεμνήμεθα が先行する第1章での類の規定を踏まえ、さらに καὶ τὸ εἶδός φαμεν で別の命題を付加している。主節の ὅτι に導かれる名詞節の中に ἐπεὶ ... ἀνάγκη ... κεχρῆσθαι の因果構造が埋め込まれている。
- 1.2τὴν δὲ ὡς πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἀλλοίαν ἔχει, ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται.
τὴν δέ の直後には直前の μίαν σχέσιν から σχέσιν が補われる。οὐκ ἀλλοίαν ἔχει は「(それとは)異なる関係を持つのではない」を意味し、前置詞句 ὡς πρὸς τὰ μετ' αὐτό にかかる。すなわち最下位の種は自らの前(上位)のものに対して種であるのと同様に、自らの後(下位)の個物に対しても別種の関係(類など)ではなく「種」と呼ばれる関係のみを持つという論理構成を示している。
