← ユリアヌス

ガリラヤ人駁論

§60-61

墓の崇敬への批判と犠牲祭儀の忌避の論駁

著者はキリスト教徒がイエスの言葉(白く塗られた墓)に反して殉教者の墓を崇敬し、古代ユダヤ人の夢見の魔術を受け継いでいると非難する。また、天からの火が降らないことを口実に動物犠牲を拒否する彼らの姿勢を、モーセやカインとアベルの捧げ物の事例を引いて論破する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§60

Ἀλλὰ τοῦτο μὲν τὸ κακὸν ἔλαβε παρὰ Ἰωάννου τὴν ἀρχήν· ὅσα δὲ ὑμεῖς ἑξῆς προσευρήκατε, πολλοὺς ἐπεισάγοντες τῷ πάλαι νεκρῷ τοὺς προσφάτους νεκρούς, τίς ἂν πρὸς ἀξίαν βδελύξαιτο; πάντα ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ εἴρηται παρ’ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζωραίου ῥημάτων ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ τῶν μνημάτων· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. εἰ τοίνυν ἀκαθαρσίας Ἰησοῦς ἔφη πλήρεις εἶναι τοὺς τάφους, πῶς ὑμεῖς ἐπ̓ αὐτῶν ἐπικαλεῖσθε τὸν θεόν; Τούτων οὖν οὕτως ἐχόντων, ὑμεῖς ὑπὲρ τίνος προσκαλινδεῖσθε τοῖς μνήμασι; ἀκοῦσαι βούλεσθε τὴν αἰτίαν; οὐκ ἐγὼ φαίην ἄν, ἀλλ’ Ἡσαΐας ὁ προφήτης. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια. σκοπεῖτε οὖν, ὅπως παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας τὸ ἔργον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια.1 Ὑμεῖς δέ, ἃ μὲν ὁ θεὸς ἐξ ἀρχῆς ἐβδελύξατο καὶ διὰ Μωυσέως καὶ τῶν προφητῶν, ἐπιτηδεύετε, προσάγειν δὲ ἱερεῖα βωμῷ καὶ θύειν παρῃτήσασθε. πῦρ γάρ, φασίν, οὐ κάτεισιν, ὥσπερ ἐπὶ Μωυσέως τὰς θυσίας ἀναλίσκον. ἅπαξ τοῦτο ἐπὶ Μωυσέως ἐγένετο καὶ ἐπὶ Ἡλίου τοῦ Θεσβίτου πάλιν μετὰ πολλοὺς χρόνους. ἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων2 Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν υἱῶν Ἀδὰμ ἀπαρχὰς τῷ θεῷ διδόντων, Ἐπεῖδεν ὁ θεὸς φησὶν ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν Κάιν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἀκοῦσαι οὖν ἐπιποθεῖτε, τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; Καὶ ἐγένετο μεθ̓ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. ναί, φασίν, οὐ τὴν θυσίαν, ἀλλὰ τὴν διαίρεσιν ἐμέμψατο πρὸς Κάιν εἰπών· Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;3 τοῦτο ἔφη τις πρὸς ἐμὲ τῶν πάνυ σοφῶν ἐπισκόπων· ὁ δὲ ἠπάτα μὲν ἑαυτὸν πρῶτον, εἶτα καὶ τοὺς ἄλλους. ἡ γὰρ διαίρεσις μεμπτὴ κατὰ τίνα τρόπον ἦν, ἀπαιτούμενος, οὐκ εἶχεν ὅπως διεξέλθῃ, οὐδέ ὅπως πρὸς ἐμὲ ψυχρολογήσῃ. βλέπων δὲ αὐτὸν ἐξαπορούμενον, Αὐτὸ τοῦτο, εἶπον ὃ σὺ λέγεις, ὁ θεὸς ὀρθῶς ἐμέμψατο. τὸ μὲν γὰρ τῆς προθυμίας ἴσον ἦν ἀπ̓ ἀμφοτέρων, ὅτι δῶρα ὑπέλαβον χρῆναι καὶ θυσίας ἀναφέρειν ἀμφότεροι τῷ θεῷ. περὶ δὲ τὴν διαίρεσιν ὁ μὲν ἔτυχεν, ὁ δὲ ἥμαρτε τοῦ σκοποῦ. πῶς καὶ τίνα τρόπον; ἐπειδὴ γὰρ τῶν ἐπὶ γῆς ὄντων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα, τιμιώτερα δὲ τῶν ἀψύχων ἐστὶ τὰ ἔμψυχα τῷ ζῶντι καὶ ζωῆς αἰτίῳ θεῷ, καθὸ καὶ ζωῆς μετείληφε καὶ ψυχῆς οἰκειοτέρας —διὰ τοῦτο τῷ τελείαν προσάγοντι θυσίαν ὁ θεὸς ἐπηυφράνθη.

しかし、この悪弊はヨハネに端を発したものである。だが、昔の死者(イエス)に次々と最近の死者(殉教者)を付け加えて、あなたがたが引き続いて考案したあまたのことについては、誰がそれに値するほどの嫌悪を抱きうるだろうか。あなたがたは至る所を墓や記念碑で満たしてしまった。もっとも、あなたがたの教えのどこにも、墓にまとわりついてこれらを世話すべしとは語られていないのだが。ところがあなたがたは極度の邪悪にまで進み、この件に関してはナザレのイエスの言葉にすら耳を傾けるべきではないと考えるに至った。それなら、墓について彼が何と言っているかを聞きなさい。 「偽善なる律法学者たち、ファリサイ派の人々よ、あなたがたには災いあれ。あなたがたは白く塗られた墓に似ているからである。墓は外側は美しく見えるが、内側は死者の骨とあらゆる不浄に満ちている。」 それなら、イエスが墓を不浄に満ちていると言ったのであれば、どうしてあなたがたはその上で神を呼び求めるのか。それゆえ、事態がこのようであるのに、あなたがたは何のために墓にまとわりつくのか。その理由を聞きたいか。それは私が言うのではなく、預言者イザヤが言うであろう。 「彼らは夢を見るために墓や洞穴の中で眠る。」 見よ、夢見のために墓で夜を過ごすというこの魔術の業が、ユダヤ人にとってどれほど昔からのものであったかを。まさにこのことを、あなたがたの使徒たちも師の死後に習得して、最初に信じた者たちであるあなたがたに当初から伝え、彼ら自身があなたがたよりもさらに巧妙に魔術を弄し、自分たちの後の者たちにはこの魔術と忌まわしい行いの仕事場を公に誇示したに違いないのである。 他方であなたがたは、神が当初からモーセや預言者たちを通じて嫌悪された事柄を実践しながら、祭壇に犠牲の獣を捧げて屠ることは拒否した。「なぜなら、モーセの時のように犠牲を焼き尽くす火が天から降ってこないからだ」と彼らは言う。そのようなことは、モーセの時に一度、そして長い時を経たのちにテシュベ人エリヤの時にもう一度起きたにすぎない。というのも、持ち込まれた通常の火を運ぶべきだとモーセ自身が考えていたこと、またそれより以前にすでに族長アブラハムもそう考えていたことを、私は簡潔に明らかにしよう。そしてこれにとどまらず、アダムの息子たちが神に初物(初子)を捧げたときにも、「神は」とあるように、「アベルとその贈り物に目を留められた。しかしカインとその犠牲には意を留められなかった。そしてカインは大いに悲しみ、その顔を伏せた。そこで主なる神はカインに言われた。『なぜお前はひどく悲しみ、なぜ顔を伏せたのか。たとえ正しく捧げても、正しく切り分けなかったなら、罪を犯したのではないか』」と。では、彼らの捧げ物が何であったかを聞きたいと思うか。 「そして幾日かののち、カインは地の作物から主への犠牲を捧げた。そしてアベルもまた、羊の初子とその脂肪から捧げた。」 「そうだ」と彼らは言う。「神は犠牲そのものではなく、その切り分け(分配)を咎めてカインに言われたのだ、『たとえ正しく捧げても、正しく切り分けなかったなら、罪を犯したのではないか』と」。非常に知恵ある司教の一人が私に向かってこう言った。しかし彼はまず自分自身を欺き、次いで他者をも欺いていたのである。なぜなら、その切り分けがどのような点において非難されるべきものであったのかを問いただされると、彼には説明する術もなく、私に対してくだらない弁解を弄することすらできなかったからである。彼が途方に暮れているのを見て、私は言った。 「まさにあなたが言っているそのことを神は正しく咎められたのだ。熱意の点では両者ともに等しく、両者ともに神に贈り物や犠牲を捧げるべきだと考えていた。しかし切り分け(選別)に関して、一方は正鵠を射、他方は狙いを誤ったのだ。どのようにして、またどのような仕方でか。地上の存在のうち、あるものは生命(魂)を持ち、あるものは生命(魂)を持たないが、生きており生命の根源である神にとっては、生命を持たないものよりも生命を持つもののほうが尊い。それは、それが生命にあずかり、神により親しい魂にあずかっているからである。それゆえ神は、完全な犠牲を捧げた者に喜ばれたのだ」と。

構文注3 件
  1. 340aὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια.

    非人称構文 εἰκός ἐστι(〜である可能性が高い/〜に違いない)が意味上の主語である対格 τοὺς ἀποστόλους ὑμῶν と3つの不定詞(παραδοῦναι, μαγγανεῦσαι, ἀποδεῖξαι)を支配している。関係代名詞 ὃ(墓で眠る魔術的習慣)は ἐπιτηδεύσαντας および παραδοῦναι の目的語であり、アオリスト分詞 ἐπιτηδεύσαντας は対格主語と一致して「習得/実践した上で」という先行動作を表す。

  2. 343dἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων

    接続詞 ἐπεί は「というのも〜だからだ」と前述の反論理由を導入する。主節は δηλώσω διὰ βραχέων(簡潔に明らかにしよう)であり、ὅτι 節がその目的語節(「モーセ自身が〜と考えていたことを」)を成す。πῦρ ἐπείσακτον は「持ち込まれた/人為的な通常の火」を意味し、天から降る火と対比されている。

  3. 347bΟὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;

    七十人訳(LXX)創世記4:7の引用。否定辞 οὐκ は主節の動詞 ἥμαρτες に係る反語的疑問文(「罪を犯したのではないか」=「罪を犯したことになる」)。従属節 ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς(たとえ正しく捧げても、正しく切り分け/分配しないならば)が条件を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:60-61