- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:49-50
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユリアヌスはキリスト教徒がユダヤ教の冒涜的な傲慢さと異邦人の粗野な放縦さの悪弊のみを継承したと論じ、パウロ書簡の告白を引いて初期信徒の道徳的卑しさを告発し、洗礼による魂の浄化を欺瞞として嘲笑する。
Ἀνθ̓ ὅτου δὲ μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε1 μήτε ἀγαπᾶτε τὸν νόμον, ὃν δέδωκεν ὁ θεὸς ἐκείνοις, ἀπολιπόντες δὲ τὰ πάτρια καὶ δόντες ἑαυτοὺς οἷς ἐκήρυξαν οἱ προφῆται, πλέον ἐκείνων ἢ τῶν παρ’ ἡμῖν ἀπέστητε; τὸ γὰρ ἀληθὲς εἴ τις ὑπὲρ ὑμῶν ἐθέλοι σκοπεῖν, εὑρήσει τὴν ὑμετέραν ἀσέβειαν ἔκ τε τῆς Ἰουδαϊκῆς τόλμης καὶ τῆς παρὰ τοῖς ἔθνεσιν ἀδιαφορίας καὶ χυδαιότητος συγκειμένην. ἐξ ἀμφοῖν γὰρ οὔτι τὸ κάλλιστον, ἀλλὰ τὸ χεῖρον ἑλκύσαντες παρυφὴν κακῶν εἰργάσασθε. τοῖς μὲν γὰρ Ἑβραίοις ἀκριβῆ τὰ περὶ θρησκείαν ἐστὶ νόμιμα καὶ τὰ σεβάσματα καὶ φυλάγματα μυρία καὶ δεόμενα βίου καὶ προαιρέσεως ἱερατικῆς. ἀπαγορεύσαντος δὲ τοῦ νομοθέτου τὸ πᾶσι μὴ δουλεύειν τοῖς θεοῖς, ἑνὶ δὲ μόνον, οὗ μερίς ἐστιν Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας Ἰσραήλ, οὐ τοῦτο δὲ μόνον εἰπόντος, ἀλλὰ γάρ, οἶμαι, καὶ προσθέντος Οὐ κακολογήσεις θεούς, ἡ τῶν ἐπιγινομένων βδελυρία τε καὶ τόλμα, βουλομένη πᾶσαν εὐλάβειαν ἐξελεῖν τοῦ πλήθους, ἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν,2 ὃ δὴ καὶ ὑμεῖς ἐντεῦθεν εἱλκύσατε μόνον· ὡς τῶν γε ἄλλων οὐθὲν ὑμῖν τέ ἐστι κἀκείνοις παραπλήσιον. ἀπὸ μὲν οὖν τῆς Ἑβραίων καινοτομίας τὸ βλασφημεῖν τοὺς παρ’ ἡμῖν τιμωμένους θεοὺς ἡρπάσατε. ἀπὸ δὲ τῆς παρ’ ἡμῖν θρησκείας τὸ μὲν εὐσεβές τε ὁμοῦ πρὸς ἅπασαν τὴν κρείττονα φύσιν καὶ τῶν πατρίων ἀγαπητικὸν ἀπολελοίπατε, μόνον δ̓ ἐκτήσασθε τὸ πάντα ἐσθίειν ὡς λάχανα χόρτου. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐπιτεῖναι τὴν παρ’ ἡμῖν ἐφιλοτιμήθητε χυδαιότητα· τοῦτο δέ, οἶμαι, καὶ μαλ’ εἰκότως, συμβαίνει πᾶσιν ἔθνεσιν· καὶ βίοις ἀνθρώπων εὐτελῶν, καπήλων, τελωνῶν, ὀρχηστῶν, ἑταιροτρόφων καὶ ἁρμόττειν ᾠήθητε τὰ παρ’ ὑμῖν.
それではなぜ、あなたがたはヘブライ人の言葉にとどまることも、神が彼らに与えた律法を愛することもなく、先祖伝来の教えを捨て去り預言者たちが布告した事柄に身を委ねておきながら、我らのもとにある教えからよりも彼らの教えからいっそう遠く離れてしまったのか。実のところ、誰であれあなたがたの側に立って真実を吟味しようとするなら、あなたがたの不敬虔はユダヤ人の傲慢と、異邦人のもとにある無頓着さと卑俗さから合成されたものであることを見出すだろう。なぜならあなたがたは、双方から決して最も美しいものをではなく、より悪いものを引き出して、悪徳の縁飾りを作り出したからである。ヘブライ人にとっては宗教に関わる諸規程は厳格であり、無数の崇敬と警戒の戒めがあり、それらは司祭の生活と決意を必要とする。立法者がすべての神々に仕えることを禁じ、ただ一人の神、すなわち「ヤコブはその分け前、イスラエルはその相続の割り当てである」神にのみ仕えるものとした際にも、ただこれだけを言ったのではなく、私の思うに「神々を罵ってはならない」とも付け加えたというのに、後代の者たちの悪辣さと傲慢さは、群衆からあらゆる敬虔な配慮を取り除こうと欲して、仕えないことには冒涜することが付随すると考えたのである。そしてこれこそまさに、あなたがたがかの地から唯一引き出したものなのだ。他の点に関しては、何一つとしてあなたがたにあって彼らと似通ったものはないからである。それゆえあなたがたは、ヘブライ人の革新からは、我らのもとで尊崇されている神々を冒涜することを奪い取った。また我らのもとにある信仰からは、より優れた本性の全体に対する敬虔さと、先祖伝来のものへの愛の双方を捨て去り、ただ「青菜のように何でも食べること」だけを手に入れた。そして実のところを言わねばならぬなら、あなたがたは我らのもとにある卑俗さをさらに増大させようと熱中したのである。もっともこれは、私の思うに、極めてもっともなことに、あらゆる異邦の民に生じることである。そしてあなたがたは、卑しい人々、小商人、徴税人、舞踏手、娼婦の抱え主たちの生活にこそ、自分たちの教義が適合すると考えたのである。
Ὅτι δὲ οὐχ οἱ νῦν, ἀλλὰ καὶ οἱ ἐξ ἀρχῆς, οἱ πρῶτοι παραδεξάμενοι τὸν λόγον παρὰ τοῦ Παύλου τοιοῦτοί τινες γεγόνασιν, εὔδηλον ἐξ ὧν αὐτὸς ὁ Παῦλος μαρτυρεῖ πρὸς αὐτοὺς γράφων. οὐ γὰρ ἦν οὕτως ἀναίσχυντος, οἶμαι, ὡς μὴ συνειδὼς αὐτοῖς ὀνείδη τοσαῦτα πρὸς αὐτοὺς ἐκείνους ὑπὲρ αὐτῶν γράφειν, ἐξ ὧν, εἰ καὶ ἐπαίνους ἔγραψε τοσούτους αὐτῶν, εἰ καὶ ἀληθεῖς ἐτύγχανον, ἐρυθριᾶν ἦν, εἰ δὲ ψευδεῖς καὶ πεπλασμένοι, καταδύεσθαι φεύγοντα τὸ μετὰ θωπείας λάγνου καὶ ἀνελευθέρου κολακείας ἐντυγχάνειν δοκεῖν. ἃ δὲ γράφει περὶ τῶν ἀκροασαμένων αὐτοῦ Παῦλος πρὸς αὐτοὺς ἐκείνους, ἐστὶ ταῦτα· Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι. καὶ ταῦτα οὐκ ἀγνοεῖτε, ἀδελφοί, ὅτι καὶ ὑμεῖς τοιοῦτοι ἦτε. ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. ὁρᾷς, ὅτι καὶ τούτους γενέσθαι φησὶ τοιούτους, ἁγιασθῆναι δὲ καὶ ἀπολούσασθαι, ῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος,3 ὃ μέχρι ψυχῆς εἰσδύσεται; καὶ τοῦ μὲν λεπροῦ τὴν λέπραν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα, οὐδὲ λειχῆνας οὐδὲ ἀλφοὺς οὔτε ἀκροχορδῶνας οὐδὲ ποδάγραν οὐδὲ δυσεντερίαν, οὐχ ὕδερον, οὐ παρωνυχίαν, οὐ μικρόν, οὐ μέγα τῶν τοῦ σώματος ἁμαρτημάτων, μοιχείας δὲ καὶ ἁρπαγὰς καὶ πάσας ἁπλῶς τῆς ψυχῆς παρανομίας ἐξελεῖ;
また、現在の者たちだけでなく、最初からの者たち、すなわちパウロから教えを最初に受け入れた者たちもまさにそのような者たちであったことは、パウロ自身が彼らに宛てて書き送っている証言から明白である。なぜなら私の思うに、パウロは、彼らにこれほど多くの恥ずべき行いがあることを承知していないのに、彼ら自身について彼ら自身に向けて書くほど無恥ではなかったはずだからだ。もし彼がそれらの者について、たとえ真実であったとしてもこれほど多くの賞賛を書いたとしたら赤面すべきであったし、まして虚偽で捏造されたものであったなら、好色で卑屈な追従を交えて対話しているように見られるのを避けようと、身を縮めて隠れるべきであったような恥辱である。そしてパウロが、自らの教えを聞いた者たちについて、まさに彼ら自身に向けて書いているのは次の事柄である。 「思い違いをしてはならない。偶像礼拝者も、姦淫する者も、軟弱な者も、男色者も、盗人たちも、貪欲な者たちも、泥酔者も、罵る者たちも、略奪者たちも、神の国を受け継ぐことはない。そして兄弟たちよ、あなたがたも以前はこのような者たちであったことを、あなたがたは知らないわけではない。だが、あなたがたはイエス・キリストの御名によって体を洗い清められ、聖なる者とされたのである」。 見よ、彼はこれらの者たちもそのような者たちであったが、魂の奥底まで染み通る、汚れを洗い落とし完全に浄化するに足りる水に恵まれたことによって、聖なる者とされ体を洗い清められたのだと語っているではないか。洗礼はらい病者かららい病を取り去ることもできず、白癬も白斑もいぼも痛風も赤痢も水腫もささくれも、肉体の疾患の小なるものも大なるものも取り去ることができないというのに、姦淫や略奪、そして魂のあらゆる不法を端的に取り除くというのか。
- 238aἈνθ̓ ὅτου δὲ μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε
Ἀνθ̓ ὅτου(ἀντὶ τοῦ)は「何のために」「なぜ」を意味する疑問表現。主動詞 πλέον... ἀπέστητε(より遠く離れてしまったのか)まで続く文全体の骨格を導く。文頭の否定 μηδέ は「〜さえも…ない」の意で、ユダヤ教の律法すら保持していない背教性を強調する。
- 238cἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν
ἐνόμισε の目的語として対格不定詞句(τὸ βλασφημεῖν)と不定詞 ἀκολουθεῖν が用いられている。τῷ μὴ θεραπεύειν(礼拝しないこと)は与格で ἀκολουθεῖν に係り、全体として「礼拝しないことには冒涜することが論理的に付随すると考えた」という意味になる。
- 245cῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος
名詞 ὕδατος と分詞 εὐπορήσαντος による属格絶対(独立属格)構文。ὕδατος は ἱκανοῦ(足る)によって修飾され、さらに ῥύπτειν καὶ διακαθαίρειν(汚れを落とし徹底的に浄化すること)の二つの不定詞が ἱκανοῦ を限定している。洗礼による霊的浄化を皮肉る文脈。
