- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:43-45
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はイエスが同胞すら改宗・救済できなかった無力を指摘し、軍事・政治・学芸・医学におけるギリシア・ローマの卓越性とヘブライ文化の貧弱さを対比した上で、ソロモンの多神崇拝を引いてキリスト教の狭隘な神観を批判する。
Ἀλλὰ γενόμενος ἄνθρωπος τίνων ἀγαθῶν αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ ἠθέλησαν, φασίν, ὑπακοῦσαι τοῦ Ἰησοῦ. τί δέ; ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς πῶς ὑπήκουσε τοῦ Μωυσέως· Ἰησοῦς δέ, ὁ τοῖς πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς δὲ ὑμεῖς λέγετε, τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος—οὐ γὰρ δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν μαθητῶν, εἰ μὴ μόνος Ἰωάννης οὐδὲ αὐτὸς σαφῶς οὐδὲ τρανῶς· ἀλλ’ εἰρηκέναι γε συγκεχωρήσθω— οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι;1
しかし人間となった彼が、自らの同胞たちにいかなる善きことの原因となったというのか。彼らは「同胞たちがイエスに従うことを欲しなかったのだ」と言う。では、あの頑迷で強情な民がどうしてモーセに従ったのか。それなのに霊たちに命じ、海の上を歩き、悪霊たちを追い出し、そしてあなたがたの言うところでは天と地とを造り給うたイエスが――弟子たちのうち誰も彼についてこのようなことをあえて語ろうとはしなかった、ただヨハネひとりを別にしては。しかもヨハネ自身も明瞭にも明白にも語ってはいないが、ともかく語ったものと認めておこう――自らの友や同胞たちの救いのために彼らの志向を変えさせることができなかったとでもいうのか。
Ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον, ὅταν ἰδίᾳ περὶ τῆς τῶν εὐαγγελίων τερατουργίας καὶ σκευωρίας ἐξετάζειν ἀρξώμεθα. νυνὶ δὲ ἀποκρίνεσθέ μοι πρὸς ἐκεῖνο. πότερον ἄμεινον τὸ διηνεκῶς μὲν ἐλεύθερον εἶναι, ἐν δισχιλίοις δὲ ὅλοις ἐνιαυτοῖς ἄρξαι τὸ πλεῖον γῆς καὶ θαλάσσης, ἢ τὸ δουλεύειν καὶ πρὸς ἐπίταγμα ζῆν ἀλλότριον; οὐδεὶς οὕτως ἐστὶν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλλον τὸ δεύτερον. ἀλλὰ τὸ πολέμῳ κρατεῖν οἰήσεταί τις τοῦ κρατεῖσθαι χεῖρον; οὕτω τίς ἐστιν ἀναίσθητος; εἰ δὲ ταῦτα ἀληθῆ φαμεν, ἕνα μοι κατὰ Ἀλέξανδρον δείξατε στρατηγόν, ἕνα κατὰ Καίσαρα παρὰ τοῖς Ἑβραίοις. οὐ γὰρ δὴ παρ’ ὑμῖν. καίτοι, μὰ τοὺς θεούς, εὖ οἶδ̓ ὅτι περιυβρίζω τοὺς ἄνδρας, ἐμνημόνευσα δὲ αὐτῶν ὡς γνωρίμων. οἱ γὰρ δὴ τούτων ἐλάττους ὑπὸ τῶν πολλῶν ἀγνοοῦνται, ὧν ἕκαστος πάντων ὁμοῦ τῶν παρ’ Ἑβραίοις γεγονότων ἐστὶ θαυμαστότερος.
これらについては、福音書の奇蹟談や虚飾について個別に吟味し始める時に、少し後でも論じることにしよう。しかし今は、私に対して次のことに答えてみよ。絶え間なく自由であり、まる二千年のあいだ陸と海の大部分を支配することと、隷属して他人の指図に従って生きることのどちらがより優れているか。後者をより好んで選ぶほど恥知らずな者は一人もいない。それとも、戦争で打ち勝つことが打ち負かされることよりも劣っているなどと誰かが思うだろうか。誰がそれほど鈍感であろうか。もし我々がこれらのことを真実であると言うなら、ヘブライ人の中からアレクサンドロスに匹敵する将軍を一人、カエサルに匹敵する者を一人、私に示してみよ。あなたがたの側にはまさかおるまい。もっとも、神々に誓って言うが、私がかの偉人たちを不当に貶めていることはよく承知している。だが、彼らが著名であるゆえに言及したのだ。彼らより劣る者たちは多くの人々には知られていないからであるが、その者たち一人一人ですら、ヘブライ人のもとで生じたすべての人々を合わせたよりも驚嘆に値するのだ。
Ἀλλ’ ὁ τῆς πολιτείας θεσμὸς καὶ τύπος τῶν δικαστηρίων, ἡ δὲ περὶ τὰς πόλεις οἰκονομία καὶ τῶν νόμων τὸ κάλλος, ἡ δὲ ἐν τοῖς μαθήμασιν ἐπίδοσις, ἡ δὲ ἐν ταῖς ἐλευθερίοις τέχναις ἄσκησις οὐχ Ἑβραίων μὲν ἦν ἀθλία καὶ βαρβαρική; καίτοι βούλεται ὁ μοχθηρὸς Εὐσέβιος εἶναί τινα καὶ παρ’ αὐτοῖς ἑξάμετρα, καὶ φιλοτιμεῖται λογικὴν εἶναι πραγματείαν παρὰ τοῖς Ἑβραίοις, ἧς τοὔνομα ἀκήκοε παρὰ τοῖς Ἕλλησι. ποῖον ἰατρικῆς εἶδος ἀνεφάνη παρὰ τοῖς Ἑβραίοις, ὥσπερ ἐν Ἕλλησι τῆς Ἱπποκράτους καί τινων ἄλλων μετ’ ἐκεῖνον αἱρέσεων; ὁ σοφώτατος Σολομῶν παρόμοιός ἐστι τῷ παρ’ Ἕλλησι Φωκυλίδῃ Θεόγνιδι ἢ Ἰσοκράτει; πόθεν;2 εἰ γοῦν παραβάλοις τὰς Ἰσοκράτους παραινέσεις ταῖς ἐκείνου παροιμίαις, εὕροις ἄν, εὖ οἶδα, τὸν τοῦ Θεοδώρου3 κρείττονα τοῦ σοφωτάτου βασιλέως. ἀλλ’ ἐκεῖνος, φασί, καὶ περὶ θεουργίαν ἤσκητο. τί οὖν; οὐχὶ καὶ ὁ Σολομῶν οὗτος τοῖς ἡμετέροις ἐλάτρευσε θεοῖς, ὑπὸ τῆς γυναικός, ὡς λέγουσιν, ἐξαπατηθείς; ὢ μέγεθος ἀρετῆς. ὦ σοφίας πλοῦτος. οὐ περιγέγονεν ἡδονῆς, καὶ γυναικὸς λόγοι τοῦτον παρήγαγον. εἴπερ οὖν ὑπὸ γυναικὸς ἠπατήθη, τοῦτον σοφὸν μὴ λέγετε. εἰ δὲ πεπιστεύκατε σοφόν, μή τοι παρὰ γυναικὸς αὐτὸν ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ συνέσει καὶ τῇ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ διδασκαλίᾳ πειθόμενον λελατρευκέναι καὶ τοῖς ἄλλοις θεοῖς. φθόνος γὰρ καὶ ζῆλος οὐδὲ ἄχρι τῶν ἀρίστων ἀνθρώπων ἀφικνεῖται, τοσοῦτον ἄπεστιν ἀγγέλων καὶ θεῶν.4 ὑμεῖς δὲ ἄρα περὶ τὰ μέρη τῶν δυνάμεων στρέφεσθε, ἃ δὴ δαιμόνιά τις εἰπὼν οὐκ ἐξαμαρτάνει. τὸ γὰρ φιλότιμον ἐνταῦθα καὶ κενόδοξον, ἐν δὲ τοῖς θεοῖς οὐδὲν ὑπάρχει καὶ τοιοῦτον.
しかし、国制の定めや法廷の形式、都市の統治や法の美しさ、学問における進歩、自由学芸の修練は、ヘブライ人のそれはいかにも惨めで野蛮なものではなかったか。もっとも、あの性悪なエウセビオスは、彼らのもとにも何らかの六脚韻詩があると主張したがっているし、ギリシア人のもとでその名を聞き知った論理学の研究がヘブライ人のもとにも存在すると自負している。ヘブライ人のもとに、ギリシア人におけるヒッポクラテスの学派やその後の他のいくつかの学派のような、いかなる医学の形態が現れたというのか。いとも賢明なるソロモンは、ギリシア人のもとのフォキュリデス、テオグニス、あるいはイソクラテスに比肩しうるだろうか。とんでもない。少なくとも、もしイソクラテスの勧告篇をかの者の箴言と比較してみるなら、テオドロスの子の方がそのいとも賢明なる王よりも優れているとわかるはずだ、私にはよくわかっている。しかし、「かの者は神術に関しても修練を積んでいた」と彼らは言う。それがどうしたというのか。このソロモンもまた我らの神々に仕えたではないか、彼らの言うところによれば、女に騙されて。ああ、何たる徳の偉大さ、何たる知恵の豊かさか。彼は快楽に打ち勝つことができず、女の言葉が彼を道に迷わせたのだ。それゆえ、もし本当に女によって騙されたというのなら、この者を賢者と呼ぶな。しかし、もし賢者であると信じているのなら、女によって騙されたなどとは決して思わず、自らの判断と理解、そして彼に現れた神の教えに従って、他の神々をも礼拝したのだと考えるがよい。なぜなら嫉妬や妬みは最善の人々にすら届かないのであり、天使たちや神々からはそれほどかけ離れているのだから。それなのにあなたがたは、諸々の力の下位の部分にまつわりついているのだ。それらをまさに悪霊と呼ぶ者は誤ってはいない。野心や虚栄はそこにあるのであり、神々においてはそのようなものは微塵も存在しないのだから。
- 213bἸησοῦς δέ... οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι;
主語 Ἰησοῦς に対して複数の分詞句(ἐπιτάττων, βαδίζων, ἐξελαύνων, ἀπεργασάμενος)が係り、さらにダッシュ内にヨハネ福音書への言及を含む長大な挿入節(οὐ γὰρ δὴ... συγκεχωρήσθω)が挟まるため、主節の動詞 οὐκ ἠδύνατο と主語が大きく離隔している。
- 224cπόθεν;
直前の比較疑問(「ソロモンは〜に比肩しうるか」)を受ける簡潔な反語的副詞。「どうしてそんなことがあり得ようか(決してあり得ない)」という強い否定の意を表す修辞的用法。
- 224dτὸν τοῦ Θεοδώρου
定冠詞+属格による父称的代名表現で、直前に名前が出ている雄弁家イソクラテス(テオドロスの息子)を指す。
- 224eτοσοῦτον ἄπεστιν ἀγγέλων καὶ θεῶν
非人称的構文あるいは直前の主語(嫉妬や妬み)を承けた構文で、程度を表す対格 τοσοῦτον と離隔の属格(ἀγγέλων καὶ θεῶν)が組み合わさり、「(最善の人間にすら至らないのだから)天使や神々からはそれほど(いっそう)遠く離れている」という含意を表す。
