- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:38-40
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヌマによる神聖な掟の制定や天降りの盾といったローマへの神的恩恵を挙げ、十字架を崇めるキリスト教徒を批判するとともに、預言の衰退を補う祭儀の術や、万人に救済をもたらすアスクレピオスの遍在を説く。
Ἀλλ’ ἐπειδὴ κτισθεῖσαν αὐτὴν πολλοὶ μὲν περιέστησαν πόλεμοι, πάντων δὲ ἐκράτει καὶ κατηγωνίζετο καί, παρ’ αὐτὰ μᾶλλον αὐξανομένη τὰ δεινά, τῆς ἀσφαλείας ἐδεῖτο μείζονος, αὖθις ὁ Ζεὺς τὸν φιλοσοφώτατον αὐτῇ Νουμᾶν ἐφίστησιν. οὗτος ἦν ὁ καλὸς καὶ ἀγαθὸς ὁ Νουμᾶς, ἄλσεσιν ἐρήμοις ἐνδιατρίβων καὶ συνὼν ἀεὶ τοῖς θεοῖς κατὰ τὰς ἀκραιφνεῖς αὐτοῦ νοήσεις οὗτος τοὺς πλείστους τῶν ἱερατικῶν κατέστησε νόμους. ταῦτα μὲν οὖν ἐκ κατοχῆς καὶ ἐπιπνοίας θείας ἔκ τε τῶν τῆς Σιβύλλης καὶ τῶν ἄλλων, οἳ δὴ γεγόνασι κατ’ ἐκεῖνον τὸν χρόνον κατὰ τὴν πάτριον φωνὴν χρησμολόγοι, φαίνεται δοὺς ὁ Ζεὺς τῇ πόλει. τὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν,1 ὅθεν, οἶμαι, καὶ τοὔνομα προσέλαβεν ἡ τοῦ μεγάλου Διὸς ἕδρα, πότερον ἐν τοῖς πρώτοις ἢ τοῖς δευτέροις ἀριθμήσωμεν τῶν δώρων; εἶτα, ὦ δυστυχεῖς ἄνθρωποι, σωζομένου τοῦ παρ’ ἡμῖν ὅπλου διοπετοῦς, ὃ κατέπεμψεν ὁ μέγας Ζεὺς ἤτοι πατὴρ Ἄρης, ἐνέχυρον διδοὺς οὐ λόγον, ἔργον δέ, ὅτι τῆς πόλεως ἡμῶν εἰς τὸ διηνεκὲς προασπίσει, προσκυνεῖν ἀφέντες καὶ σέβεσθαι, τὸ τοῦ σταυροῦ προσκυνεῖτε ξύλον, εἰκόνας αὐτοῦ σκιαγραφοῦντες ἐν τῷ μετώπῳ καὶ πρὸ τῶν οἰκημάτων ἐγγράφοντες.
しかし、創建されたこの都市を多くの戦争が取り囲んだものの、都市がそのすべてを制圧して打ち破り、まさに危難そのものを経ていっそう強大となりつつ、より大きな安全を必要とするようになったとき、再びゼウスはこの都市に最も哲学的であったヌマを配された。このヌマこそはかの高潔な人物であり、人里離れた聖なる森で時を過ごし、自らの純粋な思惟によって常に神々と交わっていた。この者が神官に関する掟の大半を制定したのである。これらをゼウスは、神的な憑依と霊感により、シビュラや、父祖の言葉で神託を告げる者として当時の時代に現れた他の者たちの託宣を通じて、この都市に与えたと見える。天から落ちてきた盾や、丘の上に現れた頭部――思うに、ここから大いなるゼウスの座もその名を得たのであるが――について、我々は賜物のうち第一のものとして数えるべきか、第二のものとして数えるべきか。それなのに、ああ惨めな人々よ、大いなるゼウスあるいは父なるアレースが、言葉ではなく行いによって我々の都市を永久に擁護するという保証を与えて降した、我々のもとに保存されている天降りの武具を拝礼し崇めることをやめて、あなたがたは十字架の木を拝礼し、その像を額に描き、家々の前に記しているのである。
Ἆρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν,2 οἳ κατακολουθοῦντες ὑμῖν, εἰς τοσοῦτον ἦλθον ὀλέθρου, ὥστε τοὺς αἰωνίους ἀφέντες θεοὺς ἐπὶ τὸν Ἰουδαίων μεταβῆναι νεκρόν; παρίημι γὰρ τὰ τῆς μητρὸς τῶν θεῶν μυστήρια καὶ ζηλῶ τὸν Μάριον. τὸ γὰρ ἐκ θεῶν εἰς ἀνθρώπους ἀφικνούμενον πνεῦμα σπανιάκις μὲν καὶ ἐν ὀλίγοις γίνεται καὶ οὔτε πάντα ἄνδρα τούτου μετασχεῖν ῥᾴδιον οὔτε ἐν παντὶ καιρῷ. ταύτῃ τοι καὶ τὸ παρ’ Ἑβραίοις προφητικὸν πνεῦμα ἐπέλιπεν, οὐκοῦν οὐδὲ παρ’ Αἰγυπτίοις εἰς τοῦτο σώζεται. φαίνεται δὲ καὶ τὰ αὐτοφυῆ χρηστήρια σιγῆσαι ταῖς τῶν χρόνων εἴκοντα περιόδοις. ὃ δὴ φιλάνθρωπος ἡμῶν δεσπότης καὶ πατὴρ Ζεὺς ἐννοήσας, ὡς ἂν μὴ παντάπασι τῆς πρὸς τοὺς θεοὺς ἀποστερηθῶμεν κοινωνίας, δέδωκεν ἡμῖν διὰ τῶν ἱερῶν τεχνῶν ἐπίσκεψιν, ὑφ̓ ἧς πρὸς τὰς χρείας ἕξομεν τὴν ἀποχρῶσαν βοήθειαν.
いったい誰があなたがたのうちより賢明な者たちを相応に憎み、あるいは、あなたがたに従ってこれほどまでの破滅に至り、永遠の神々を捨ててユダヤ人たちの死者へと乗り換えてしまった、より愚かな者たちを憐れむことができようか。というのも、私は神々の母の秘儀は措き、マリウスに見倣うからである。というのも、神々から人間へと至る霊は稀にしか、ごく少数の者にしか生じず、いかなる人もこれに与ることが容易なわけでも、いかなる時にも可能なわけでもないからである。まさにそれゆえにヘブライ人たちのもとでも預言の霊は尽き果てたのであり、それゆえエジプト人たちのもとでも今日まで保たれてはいない。自然に生じた神託所もまた、時代の巡りに屈して沈黙したように見える。これこそまさに我らの人類愛深き主にして父なるゼウスが心に留め、我々が神々との交わりから完全に奪い去られることのないよう、神聖な術を通じて我々に神意の探求を授けられたのであり、これによって我々は必要に応じて十分な助けを得ることになるのである。
Ἔλαθέ με μικροῦ3 τὸ μέγιστον τῶν Ἡλίου καὶ Διὸς δώρων. εἰκότως δὲ αὐτὸ ἐφύλαξα ἐν τῷ τέλει. καὶ γὰρ οὐκ ἴδιόν ἐστιν ἡμῶν μόνον, ἀλλ’, οἶμαι, κοινὸν πρὸς Ἕλληνας, τοὺς ἡμετέρους συγγενεῖς. ὁ γάρ τοι Ζεὺς ἐν μὲν τοῖς νοητοῖς ἐξ ἑαυτοῦ τὸν Ἀσκληπιὸν ἐγέννησεν, εἰς δὲ τὴν γῆν διὰ τῆς Ἡλίου γονίμου ζωῆς ἐξέφηνεν. οὗτος ἐπὶ γῆς ἐξ οὐρανοῦ ποιησάμενος τὴν πρόοδον, ἑνοειδῶς μὲν ἐν ἀνθρώπου μορφῇ περὶ τὴν Ἐπίδαυρον ἀνεφάνη, πληθυνόμενος δὲ ἐντεῦθεν ταῖς προόδοις ἐπὶ πᾶσαν ὤρεξε τὴν γῆν τὴν σωτήριον ἑαυτοῦ δεξιάν. ἦλθεν εἰς Πέργαμον, εἰς Ἰωνίαν, εἰς Τάραντα μετὰ ταῦθ̓, ὕστερον ἦλθεν εἰς τὴν Ῥώμην. ᾤχετο δὲ εἰς Κῶ, ἐνθένδε εἰς Αἰγάς. εἶτα πανταχοῦ γῆς ἐστι καὶ θαλάσσης. οὐ καθ̓ ἕκαστον ἡμῶν ἐπιφοιτᾷ, καὶ ὅμως ἐπανορθοῦται ψυχὰς πλημμελῶς διακειμένας καὶ τὰ σώματα ἀσθενῶς ἔχοντα.
もう少しでヘリオスとゼウスの賜物のうち最大のものを忘れるところであった。もっとも、これを最後に残しておいたのはもっともなことである。というのも、それは我々だけのものではなく、思うに我々の親族であるギリシア人たちにも共通するものだからである。ゼウスは英知界において自らからアスクレピオスを生み出し、ヘリオスの生殖的な生命を通じて地上へと現出させた。この神は天から地上へと流出をなし、唯一の形態として人間の姿をとってエピダウロス近郊に姿を現したが、そこから流出を増大させて全土へと自らの救いの右手を伸ばした。彼はペルガモンへ、イオニアへ、その後タラスへと至り、後にはローマへとやって来た。さらにコス島へ、そこからアイガイへと赴いた。そして今や陸と海のいたるところに存在している。我々一人ひとりのもとに訪れるわけではないが、それでもなお、過ちを犯している魂を正し、衰弱している体を回復させるのである。
- 194bτὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν
文頭に対格句として前置され、後続する疑問文の主動詞 ἀριθμήσωμεν の目的語として機能している(前置対格)。文脈上の重要事項を主題として先頭に提示する構図である。
- 194dἎρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν
ἄν と希求法(μισήσειεν, ἐλεήσειεν)による可能・潜在表現が疑問小辞 ἆρα と結びつき、「誰が相応に憎む、あるいは憐れむことができようか(いや、誰もできない)」という修辞的疑問を形成している。
- 200aἜλαθέ με μικροῦ
λανθάνω +人称代名詞対格(με)に、副詞的属格 μικροῦ(「もう少しで」「危うく」)が組み合わさった慣用表現。「もう少しで私の気づかないところであった」「危うく見落とすところであった」という意味を表す。
