- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:29-33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
モーセの十戒のうち多神崇拝禁止と安息日を除く道徳律は万民共通のものであり特段優れていないと論じ、神を「嫉妬深い」とする記述の矛盾と不条理を『民数記』のピネハスの逸話から告発する。
Ὁ νόμος ἐστὶν ὁ τοῦ Μωυσέως θαυμαστός, ἡ δεκάλογος ἐκείνη· Οὐ κλέψεις, οὐ φονεύσεις, οὐ ψευδομαρτυρήσεις. γεγράφθω δὲ αὐτοῖς τοῖς ῥήμασιν ἑκάστη τῶν ἐντολῶν, ἃς ὑπ̓ αὐτοῦ φησι γεγράφθαι τοῦ θεοῦ.
モーセの法とはかの驚くべきもの、あの十戒である。 「盗むなかれ、殺すなかれ、偽証するなかれ。」 神ご自身によって書かれたと彼が主張する戒めの各々を、その文言通りに記しておくことにしよう。
Ἐγὼ εἰμι κύριος ὁ θεός σου, ὃς ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου. δευτέρα μετὰ τοῦτο· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον. καὶ τὴν αἰτίαν προστίθησιν· Ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής, ἀποδιδοὺς πατέρων ἁμαρτίας ἐπὶ τέκνα ἕως τρίτης γενεᾶς. Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων. Τίμα σου τὸν πατέρα καὶ τὴν μητέρα. Οὐ μοιχεύσεις. Οὐ φονεύσεις. Οὐ κλέψεις. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.
「わたしはあなたの主なる神であり、あなたをエジプトの地から導き出した者である。」 これに続く第二の戒めは、「わたしのほかに、あなたに他の神々があってはならない。あなたは自分のために偶像を造ってはならない。」 そしてその理由を付け加えている。 「なぜなら、わたしはあなたの主なる神、嫉妬深い神であり、父たちの罪を三代に至るまで子らに報いるからである。」 「あなたは主なるあなたの神の名をみだりに口にしてはならない。」 「安息日を心に留めよ。」 「あなたの父と母を敬え。」 「姦淫するなかれ。」 「殺すなかれ。」 「盗むなかれ。」 「偽証するなかれ。」 「隣人のものを貪るなかれ。」
Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις καὶ τοῦ Μνήσθητι τῆς ἡμέρας τῶν σαββάτων, ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν,1 ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας;
神々に誓って問うが、「他の神々を拝むべからず」と「安息日を心に留めよ」という戒めを除いて、残りの戒めを、違反者に対して刑罰までもが定められるほどに守るべきであると考えないような民族がどこにあろうか。あるところではモーセによって立法されたものよりも過酷であり、あるところでは同等であり、またあるところではより人道的な刑罰が定められているではないか。
Ἀλλὰ τὸ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις — ὃ δὴ μετὰ μεγάλης περὶ τὸν θεόν φησι διαβολῆς. Θεὸς γὰρ ζηλωτής φησι· καὶ ἐν ἄλλοις πάλιν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. εἶτα ἄνθρωπος ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται μέμψεως, ἐκθειάζεις δέ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται; καίτοι πῶς εὔλογον οὕτω φανερὸν πρᾶγμα τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος, ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ.2 εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ μὴ βουλόμενος προσκυνεῖσθαι τοὺς ἄλλους, ἀλλὰ μόνον ἑαυτόν; ἆρ’ οὖν οὐχ οἷός τε ἦν ἢ οὐδὲ τὴν ἀρχὴν ἠβουλήθη κωλῦσαι μὴ προσκυνεῖσθαι καὶ τοὺς ἄλλους θεούς; ἀλλὰ τὸ μὲν πρῶτον ἀσεβές, τὸ δὴ λέγειν ὡς οὐκ ἠδύνατο· τὸ δεύτερον δὲ τοῖς ἡμετέροις ἔργοις ὁμολογεῖ. ἄφετε τοῦτον τὸν λῆρον καὶ μὴ τηλικαύτην ἐφ̓ ὑμᾶς αὐτοὺς ἕλκετε βλασφημίαν. εἰ γὰρ οὐδένα θέλει προσκυνεῖσθαι, τοῦ χάριν αὐτοῦ τὸν νόθον υἱὸν τοῦτον προσκυνεῖτε καὶ ὃν ἐκεῖνος ἴδιον οὔτε ἐνόμισεν οὐθ̓ ἡγήσατο πώποτε. καὶ δείξω γε τοῦτο ῥᾳδίως. ὑμεῖς δέ, οὐκ οἶδ̓ ὅθεν, ὑπόβλητον αὐτῷ προστίθετε Οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ̓ ἐπ̓ ἀμφότερα ταχέως ῥέπων οὐδὲ στρεπτός, ὡς ὁ Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω τοὺς ἀριθμούς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς ἀναπεισάσης αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας, φησί, παίσας τὴν γυναῖκα, πεποίηται λέγων ὁ θεός·3 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς. καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. τί κουφότερον τῆς αἰτίας, δι’ ἣν θεὸς ὀργισθεὶς οὐκ ἀληθῶς ὑπὸ τοῦ γράψαντος ταῦτα πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα, κείσθω δὲ καὶ ἑκατόν, οὐ γὰρ δὴ χιλίους ἐροῦσι—θῶμεν δὲ ἡμεῖς καὶ τοσούτους τολμήσαντάς τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων παραβῆναι· ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ χιλίους ἀναλωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί4
しかし、「他の神々を拝むべからず」という戒め――これこそまさに神に対する大いなる中傷を伴って彼が語っているものである。彼は「神は嫉妬深い神である」と言い、別の箇所では再び「我らの神は焼き尽くす火である」と言う。それでは、嫉妬深く嫉み深い人間はあなたにとって非難に値するように見えるのに、神が嫉妬深いと言われるならばそれを神聖化して称賛するのか。ところで、神についてこれほど明白な事柄において嘘をつくことがどうして理にかなっていようか。なぜなら、もし神が嫉妬深いのだとすれば、神の意に反してすべての神々が拝まれ、他のすべての民族がそれらの神々を拝んでいることになるからである。それなら、自らそのように嫉妬深く、他の神々が拝まれることを望まず、ただ自分だけが拝まれることを望んでいるのに、どうしてご自身でそれを阻止しなかったのか。そもそも阻止することができなかったのか、それとも最初から他の神々も拝まれることを禁じる気すらなかったのか。だが、第一の点、すなわち神にはできなかったと語ることは不敬虔である。第二の点は我々の事実と合致している。このような戯言は捨て去り、自分自身の上にこれほど巨大な冒涜を引き寄せるな。もし神が何者も拝まれることを望んでいないのだとすれば、なぜあなたがたはその神の庶子であり、その神が決して自らの子と認めず看做しもしたことがないこの者を拝んでいるのか。私はこのことを容易に示すであろう。あなたがたはどこからともなく、拾い子を神に結びつけているのである。神はいかなる所でも苛立ち、憤慨し、怒り、誓いを立て、両極へ素早く傾き、心変わりするような姿は見せない。モーセがピネハスに関して述べているようには。あなたがたのうち誰かが『民数記』を読んだなら、私の言わんとすることが分かるであろう。というのも、ピネハスがバアル・ペオルに身を捧げた者を、彼を唆した女とともに自らの手で捕らえ、恥ずべき最も苦痛に満ちた傷によって殺害したとき――女の子宮を刺し貫いて打った、と彼は言う――、神は次のように語ったと描写されているからである。 「祭司アロンの子エレアザルの子ピネハスは、彼らの間で私の嫉妬の炎を燃やしたことによって、イスラエルの子らから私の怒りを鎮めた。そして私は嫉妬のうちにイスラエルの子らを滅ぼし尽くさなかった。」 これを書いた者によって神が怒ったと描写されているこの原因よりも、軽薄なものがあろうか。真実ではなくそう描かれたのである。また、神によって定められた法に違反することを敢えて犯した者が10人、あるいは15人、あるいは100人いたとして(千人とは彼らも言わないだろうが、我々としてもそれだけの人数と仮定しよう)、そのたった千人のために60万人が滅ぼされねばならなかったというのは、これ以上理不尽なことがあるだろうか。私には、千人の最善の人々と共に一人の邪悪な者を救うことの方が、一人のために千人を共に滅ぼすことよりも、何としても優れていると思われるのである。
- 152dΠοῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ ... ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν
Ποῖον ἔθνος ἐστί は修辞的疑問文で「〜な民族がどこにあろうか(いや、存在しない)」を意味する。関係代名詞 ὃ は ἔθνος を先行詞とし、否定辞 μὴ と結合して「他の戒めを守るべきであると考えないような(民族)」を表す。後ろの ὡς は結果を表す接続詞で、不定詞 κεῖσθαι を伴い「その結果、違反者に刑罰が定められるほどに」という因果関係を導いている。
- 155dἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ
ἄκοντος αὐτοῦ は独立属格(genitive absolute)構文で、「彼の意に反して(神が望まないのに)」という譲歩・状況を示す。主節では前半が受動態(πάντες οἱ θεοὶ προσκυνοῦνται「すべての神々が拝まれ」)、後半が能動態(πάντα τὰ λοιπὰ ... προσκυνεῖ「他のすべての民族が拝む」)という対称的な構図が取られている。中性複数主語 πάντα τὰ λοιπὰ に対して単数動詞 προσκυνεῖ が呼応している点も規則通りである。
- 160eπεποίηται λέγων ὁ θεός
ποιέω の完了受動態 πεποίηται に主格分詞 λέγων が結合した構文。「詩人・作家が〜を登場させて〜と語らせる」という文学的描写の表現(ποιεῖν τινα λέγοντα)の受動形で、「神は〜と語っているものとして描かれている(作られている)」という意味を表す。ユリアヌスはこれが神の実相ではなく、創作者(モーセ)による虚構的描写にすぎないことをこの統語法によって含意している。
- 161aὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί
文頭の ὡς は確信・感嘆を込めて判断を導入する接続詞的用法(「実に〜と思われる」)。τῷ παντὶ は程度を表す与格で「全面的に、はるかに(κρεῖττον を強調)」。比較級 κρεῖττον に続く ἢ の前後で、χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρόν(1000人の最善の人々と共に1人の悪人を救うこと)と συνδιαφθεῖραι τοὺς χιλίους ἑνί(1人のために1000人を共に滅ぼすこと)が鮮やかに対置されている。χιλίοις ἀνδράσι は同伴の与格、文末の ἑνί は原因あるいは関係の与格である。
