← ユリアヌス

ガリラヤ人駁論

§23-24

バベルの塔の神話性と民族的差異の説明不足

著者は創世記のバベルの塔の物語を引用して神話的・物理的不条理を指摘し、ホメロスの巨人神話と同列の荒唐無稽な話と断じる。さらに聖書の神は言語を混乱させただけで、より本質的な各民族の法習慣や政治的資質を一切配慮・統制していないと論難する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

Ὁ μὲν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος. ἔφη γὰρ τοὺς υἱοὺς τῶν ἀνθρώπων συνελθόντας πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν, φάναι δὲ τὸν θεόν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με νομίσῃ ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως ἀναγνωσόμεθα τὰ ἐφεξῆς. Καὶ εἶπον· δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι1 ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδού, γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ̓ αὐτῶν πάντα, ὅσα ἂν ἐπίθωνται ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ̓ Ὁμήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ̓ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν̓ οὐρανὸς ἀμβατὸς εἴη.2 φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δέ, ἀποδεχόμενοι τὸ πρότερον, ἀνθ̓ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε τὸν Ὁμήρου μῦθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνούμενον, κἂν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν· ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ ξυμπάσῃ τῶν δυνησομένων ἄχρι τῶν σελήνης ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ κεχρημένους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ ἐκλατομῆσαι, πότε ἂν μέχρις οὐρανοῦ φθάσειεν, εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη;3 τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες, ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν τούτου τε χάριν καταπεφοίτηκεν αὐτῶν συγχέαι τὰς διαλέκτους, ἔτι τολμᾶτε θεοῦ γνῶσιν αὐχεῖν;

というのも、モーセは言語の違いについてまったく神話めいた原因を述べているからである。彼は、人間の子供たちが集まって都市と、その中に巨大な塔を建てようと欲し、神は降りて行って彼らの言語を混乱させねばならないと言った、と述べたのである。そして、私がこれらのことを言いがかりをつけて歪曲していると誰にも思われないように、我々はモーセの書から続く箇所を朗読することにしよう。 「そして彼らは言った。『さあ、我々のために都市と、頭が天に届くような塔を建て、地のすべての表に散らされる前に、我々のために名をあげよう』。すると主は、人の子らが建てた都市と塔を見るために降りて来られた。そして主は言われた。『見よ、彼らは一つの民であり、すべての者が一つの口唇[言語]を有している。そして彼らはこれを行い始めたのであり、今や彼らが企てるすべての事柄において、彼らから何事も不可能ではなくなるであろう。さあ、降りて行き、彼らがお互いに隣人の声を理解しないように、そこで彼らの言葉を混乱させよう』。そして主なる神は地のすべての表へと彼らを散らし、彼らは都市と塔を建てるのをやめた。」 それなのにあなたがたは、我々がこれらを信じることを求めながら、アロアダイの双子に関してホメロスによって語られた事柄、すなわち彼らがまさに三つの山を積み重ねることを企てたということを信じないのか、「天が登りうるものとなるために。」 なぜなら私自身、これもまたあの話と同様に神話めいたものであると主張しているからである。それなのにあなたがたは、前者を承認しながら、神々の名にかけて、なぜホメロスの神話を退けるのか。というのも、無知な者たちに対しては沈黙しておくべきだと私が考えるのは、次の事実である。すなわち、全居住地のあらゆる人間が一つの音声と一つの言語を用いたとしても、たとえ全地球を煉瓦に変えたとしても、天に到達する塔を建てることはできないであろう。なぜなら、月球の軌道に到達しうるためには、地球全体と同等の大きさの無数の煉瓦が必要となるからである。実際、すべての人間が集まり、一つの言語と音声を用い、全地球を煉瓦に変えて切り出したと仮定してみよう。彼らが糸よりも細く繰り出して引き伸ばしたとしても、いつ天に到達することがあろうか。したがって、このように明白な神話を真実であるとみなし、神について、人間たちの凶暴さを恐れ、そのために彼らの言語を混乱させるべく降臨したなどと思い込んでいながら、あなたがたはなおも神の認識を誇る勇気があるというのか。

§24

Ἐπάνειμι δὲ αὖθις πρὸς ἐκεῖνο, τὰς μὲν γὰρ διαλέκτους ὅπως ὁ θεὸς συνέχεεν. εἴρηκεν ὁ Μωυσῆς τὴν μὲν αἰτίαν, ὅτι φοβηθεὶς μή τι κατ’ αὐτοῦ πράξωσι προσβατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεργασάμενοι, ὁμόγλωττοι ὄντες καὶ ὁμόφρονες  ἀλλήλοις· τὸ δὲ πρᾶγμα ὅπως ἐποίησεν οὐδαμῶς, ἀλλὰ μόνον, ὅτι κατελθὼν ἐξ οὐρανοῦ—μὴ δυνάμενος ἄνωθεν αὐτὸ ποιεῖν, ὡς ἔοικεν, εἰ μὴ κατῆλθεν ἐπὶ τῆς γῆς. ὑπὲρ δὲ τῆς κατὰ τὰ ἤθη καὶ τὰ νόμιμα διαφορᾶς οὔτε Μωυσῆς οὔτε ἄλλος ἀπεσάφησέ τις. καίτοι τῷ παντὶ μείζων ἐστὶν ἡ περὶ τὰ νόμιμα καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν ἐν τοῖς ἀνθρώποις τῆς περὶ τὰς διαλέκτους διαφορᾶς. τίς γὰρ Ἑλλήνων ἀδελφῇ, τίς δὲ θυγατρί, τίς δὲ μητρί φησι δεῖν μίγνυσθαι; τοῦτο δὲ ἀγαθὸν ἐν Πέρσαις κρίνεται. τί με χρῆ καθ̓ ἕκαστον ἐπιέναι, τὸ φιλελεύθερόν τε καί ἀνυπότακτον Γερμανῶν ἐπέξιόντα, τὸ χειρόηθες καὶ τιθασὸν Σύρων καὶ Περσῶν καὶ Πάρθων καὶ πάντων ἁπλῶς τῶν πρὸς ἕω καὶ πρὸς μεσημβρίαν βαρβάρων καὶ ὅσα καὶ τὰς βασιλείας ἀγαπᾷ κεκτημένα δεσποτικωτέρας; εἰ μὲν οὖν ἄνευ προνοίας μείζονος καὶ θειοτέρας ταῦτα συνηνέχθη τὰ μείζω καὶ τιμιώτερα, τί μάτην περιεργαζόμεθα καὶ θεραπεύομεν τὸν μηδὲν προνοοῦντα; ᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως,4 ἆρ’ ἔτι προσήκει μεταποιεῖσθαι τῆς παρ’ ἡμῶν τιμῆς; οὐδαμῶς. ὁρᾶτε, εἰς ὅσην ὑμῖν ἀτοπίαν ὁ λόγος ἔρχεται. τῶν γὰρ ἀγαθῶν ὅσα περὶ τὸν ἀνθρώπινον θεωρεῖται βίον, ἡγεῖται μὲν τὰ τῆς ψυχῆς, ἕπεται δὲ τὰ τοῦ σώματος. εἰ τοίνυν τῶν ψυχικῶν ἡμῶν ἀγαθῶν κατωλιγώρησεν, οὐδὲ τῆς φυσικῆς ἡμῶν κατασκευῆς προνοησάμενος, οὔτε ἡμῖν ἔπεμψε διδασκάλους ἢ νομοθέτας ὥσπερ τοῖς Ἑβραίοις κατὰ τὸν Μωυσέα καὶ τοὺς ἐπ̓ ἐκείνῳ προφήτας, ὑπὲρ τίνος ἕξομεν αὐτῷ καλῶς εὐχαριστεῖν;

しかし私は再びあの論点へと戻ろう。モーセは神が言語をどのように混乱させたかについて、彼らが共通の言語を持ち互いに心を一つにして、自分たちにとって天を登りうるものに仕上げることで、自身に対して何らかの反逆を行うことを恐れたからだという原因を述べたが、どのようにしてその事柄を行ったのかは決して述べておらず、ただ、天から降りて来た、ということだけを述べたのである――神が地上に降りて来なければ、どうやら上からそれを行うことができなかったかのように。しかし、習俗や法慣行に関する差異については、モーセも他の誰も何も明らかにしなかった。にもかかわらず、諸民族における法慣行や政治体制に関する人間の差異は、言語に関する差異よりもあらゆる点で重大なのである。というのも、ギリシア人の誰が姉妹や娘や母と交わるべきだと言うだろうか。しかしペルシア人においては、これが善美なことと判断されているのである。ゲルマン人の自由を愛し服従せぬ性質、シリア人やペルシア人やパルティア人、そして東方や南方のあらゆる野蛮人たちの従順でおとなしい性質、またより専制的な王権を甘受しているすべての民族について、私が一つ一つ詳説して論じていく必要がどこにあろうか。もし、より重大で神聖な摂理なしに、これらより重大で尊い事柄が生じたのであるなら、なぜ我々は無駄に労を費やし、何も配慮しない者を礼拝するのか。生き方にも、習俗にも、生活様式にも、良き秩序にも、政治体制にも全く関心を払わなかった者に、我々からの栄誉を要求することがなおふさわしいであろうか。決してそうではない。あなたがたの議論がいかに大きな不条理に陥っているかを見るがよい。人間の生に関して観察される善きもののうち、魂に属するものが先導し、肉体に属するものがそれに続くのである。それゆえ、もし神が我々の魂の善きものを軽視し、我々の生まれつきの構造にすら配慮せず、モーセやその後の預言者たちの時代にヘブライ人に遣わしたように、我々には教師も立法者も遣わさなかったとすれば、我々はいったい何のためにその者に正当に感謝することができようか。

構文注4 件
  1. 134eπρὸ τοῦ διασπαρῆναι

    前置詞 πρό に冠詞中性単数属格 τοῦ と受動態アオリスト不定詞 διασπαρῆναι が結合した「〜される前に」を表す時間構文。意味上の主語は文脈上「我々(人間たち)」である。

  2. 135bἵν̓ οὐρανὸς ἀμβατὸς εἴη

    『オデュッセイア』11巻316行からの直接引用。接続詞 ἵνα に希求法 εἴη が続く目的節であり、主節が過去の意図(διενοοῦντο)であるため、過去時制に伴う希求法(historic sequence)がとられている。

  3. 135cεἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη

    条件文(εἰ ... ἐκταθείη「たとえ引き伸ばされたとしても」)の内部に、分詞絶対格(ἐκμηρυομένων αὐτῶν「彼らが[糸を]繰り出すように」)が入れ子状に組み合わされた構文。主節 πότε ἂν ... φθάσειεν(潜在・反実仮想)と呼応する希求法条件節を形成している。

  4. 138cᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως

    非人称動詞 μέλει の過去形 ἐμέλησε を用いた構文。配慮する主体は与格(関係代名詞 ᾧ「その神にとって」)で示され、配慮の対象は属格(βίων, ἠθῶν, τρόπων, εὐνομίας, καταστάσεως)で示されている。主節全体の主語・述語骨格は ἆρ’ ἔτι προσήκει [τούτῳ] μεταποιεῖσθαι ... である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:23-24