- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:14-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は『ティマイオス』における創造主の演説を引用し、「神々の神々」という呼びかけを不可視の神々と可視の神々の関係として解釈したうえで、可死の生きものの生成における下位神の役割と創造主の超越性を論じる。
Ἄκουε δὴ οὖν καὶ τῆς Πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι δημιουργῷ.
それでは、〔プラトン〕が万物の創造主に帰しているプラトンの演説をも聞くがよい。
Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος.1 τὸ μὲν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε οὐδὲ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα, τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται. τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει· ὑπ̓ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν̓ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ̓ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.
「神々の神々よ、私がその創造主であり父であるところの諸々の業は、私が望むかぎり分解されることはない。さて、結び合わされたものはすべて分解されうるが、見事に調和され善き状態にあるものを分解しようと望むのは悪しき者のすることである。それゆえ、あなたがたは生成したのであるから、不死でもなく完全に分解されないわけでもないが、決して分解されることはなく、死の運命にあずかることもない。なぜなら、あなたがたが生成したときに結び合わされた絆よりも、なおいっそう大いにしてより権威ある私の意志という絆を得たからである。それゆえ今、私があなたがたに告げ示すことを学び取れ。可死の種族がなお三つ、未だ生成されずに残されている。これらが生成されなければ、天は不完全なものとなるだろう。天は自らのうちに動物のすべての種族をもたないことになるからである。しかし、もしこれらが私によって生み出され命にあずかるならば、神々と等しくなってしまうだろう。それゆえ、可死のものたちが存在し、この宇宙の全体が真に完結したものとなるために、あなたがた自身の生成における私の力に倣い、あなたがたが本性に従って動物たちの創造へと向かえ。そして、それらのうち不死のものと同名であるにふさわしい部分、すなわち神的なものと呼ばれ、常に正義とあなたがたとに喜んで従おうとする者たちのうちで支配的な部分について、私が種を蒔いて着手したうえで引き渡そう。残りの部分については、あなたがたが不死のものに可死のものを織り合わせて動物たちを完成させ、生み出し、糧を与えて成長させ、滅びゆくものを再び受け入れよ。」
Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε.2 θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκείνους οὖν τοὺς νοητοὺς καὶ ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουργὸς ὁ παρ’ αὐτῷ θεοί, πρὸς τοὺς ἀφανεῖς λέγων, θεῶν, τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.
だが、これが決して夢幻などではないことを思慮深く学び取るがよい。プラトンは可視の神々、すなわち太陽や月、星々や天を神々と呼んでいるが、これらは不可視の神々の像なのである。我々の目に現れる太陽は、可想的で現れざる太陽の像であり、同様に我々の目に現れる月や星々の各々も、可想的な神々の像なのである。したがってプラトンは、それらの可想的で不可視の神々が、創造主自身のうちに内在し、共存し、創造主から生み出され発出したものであることを知っている。それゆえ当然にも、プラトンのもとでの創造主は、「神々よ」と不可視の神々に向かって呼びかけ、「神々の」と語るのであり、〔これは〕明らかに可視の神々のことである。そして天と地、海と星々を細工し、可想的な領域においてそれらの原型を生み出した者こそが、双方の共通の創造主なのである。
Σκόπει οὖν, ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς. Λείπει γάρ φησι τρία θνητὰ γένη, δηλονότι τὸ τῶν ἀνθρώπων καὶ τὸ τῶν ζῴων καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις. Εἰ μὲν οὖν φησι καὶ τούτων ἕκαστον ὑπ̓ ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι. καὶ γὰρ τοῖς νοητοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ δημιουργοῦ γενέσθαι. ὅτι οὖν φησιν Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστι τούτοις παρὰ τοῦ δημιουργοῦ δεδόσθαι, τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή. Τὸ δὲ λοιπόν φησιν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε. δῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργικοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν, ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων. εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου καὶ ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθυδίων, ἔδει τὸν δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων. εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον οὐδὲ μιγνύμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.3
それゆえ、この言葉に続く事柄もまた見事であることを見よ。 「残されている」と彼は言う、「三つの可死の種族が。」 これは明らかに人間の種族、動物の種族、植物の種族のことであり、これらのおのおのは独自の理法によって規定されているからである。 「それゆえ、もし」と彼は言う、「これらのおのおのもまた私によって生じるならば、それ自体が不死となることが絶対に不可欠である。」 というのも、可想的な神々にとっても、目に見える宇宙にとっても、不死の原因は創造主によって生み出されたこと以外の何ものでもないからである。したがって彼は、「不死である部分はすべて、創造主からこれらに与えられることが不可欠である」と述べているのであり、これこそが理性的魂なのである。 「残りの部分については」と彼は言う、「あなたがたが不死のものに可死のものを織り合わせよ。」 それゆえ、造物的な神々は自分たちの父から造物的な力を受け取り、地上に可死の動物たちを生み出したことは明らかである。もしも天が人間と少しも異ならず、それどころか野獣や、果ては這うものたちや海中を泳ぐ小魚たちと何ら異ならないはずであったなら、すべてのものの創造主は単一かつ同一でなければならなかっただろう。しかし、もし不死なるものと可死なるものとの間に大きな隔たりがあり、〔不死なるものが〕いかなる付加によっても大とならず、減損によって減少することもなく、可死にして滅びやすいものと混ざり合うこともないならば、一方のものたちには或る神々が原因であり、他方のものたちには別の神々が原因であるのがふさわしいのである。
- 15Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος.
『ティマイオス』41Aの有名な難句。ὧν は先行する θεοί または後続する ἔργων のいずれに係るか議論があるが、関係詞節内の名詞引き込み(ὧν ἔργων ἐγὼ δημιουργὸς πατήρ τε)として捉え、「私がその創造主にして父であるところの業(作品)は」と解する。文末の ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος は「私の意志があるかぎり(絶対属格)分解されない」の意で、主語は先行する関係節全体が指す被造物を指す。また本論考の著者は、冒頭の Θεοὶ θεῶν を「不可視の神々よ(呼格)、可視の神々の(所属属格)」と独自に統語解釈している。
- 65aἈλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε.
ἆρα μή は通常否定の答えを予期する疑問文を導くが、ここでは「これが夢幻にすぎないのではないか(決してそうではない)」という懸念を退け、「これが夢幻などではないことを思慮深く学び取れ」という強い促しを表す。未来分詞 ἐννοήσοντες は目的または様態的に機能し、主動詞 μαθέτε(命令法)にかかる。
- 65eεἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον οὐδὲ μιγνύμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.
長大な対比構文。条件節 εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν(不死のものと可死のものの間には大きな隔たりがあり)に続き、分詞句 οὐδεμιᾷ προσθήκῃ... μιγνύμενον は神性ないし不死の本質を指す中性主語的表現(あるいは絶対的修飾句)として働く。主節の核は非人称動詞 προσήκει+不定詞 αἴτιον εἶναι(〜が原因であることがふさわしい)であり、対比の τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους(一連のものには或る者たちが、他のものには別の者たちが)がその対格主語と属格補語を構成する。
