- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.11-frag_89b.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユリアヌス帝は神託を根拠に祭司への敬意を改めて促し、書簡の名宛人に権威を与えるために祭司のあるべき倫理と敬虔の基準を論じ始め、万物を見通す神の託宣を引用する。
Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι’ ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν1 καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. εἴ τις οὖν ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὶς τὸν θεὸν ἐκείνῳ πειθέσθω καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως· ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ· τοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ’ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος·2 ἀλλ’ ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς εὐλογώτερον καὶ ἐπ’ ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντά γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. πειστέον δὲ αὐτοῖς πάντως. ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες καὶ τῆς ἐν τῷ βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ’ οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται3 ταῦθ’ ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; εἰδότες οὖν, ὅτι μεγάλας ἔχειν ἔδοσαν οἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον.
神からこのような多くの言葉が語られており、それらを通じて祭司たちをいかに尊び仕えるべきかを学べるのであるが、これについては他所でより詳しく語ることにしよう。今は、神からの託宣と神の言葉の命ずるところで十分であると見なしているので、私が何ら思いつきで語っているのではないことを示すだけで事足りる。それゆえ、もし誰かが私をこうした事柄の信頼すべき教示者と見なしているなら、神を畏れ敬ってその神に従い、神々の祭司たちを格別に尊ぶがよい。祭司自身がいかなる人物であるべきかについては、今述べようと試みるが、それはあなたのためではない。というのも、もしあなたが、少なくともあなた自身の志に関する限りはこの役務を立派に果たすであろうと、指導者と至高の神々が同時に証言してくださっているのを私が今知らなかったならば、これほど大いなる務めをあなたに委ねる勇気など私にはなかったであろうからである。そうではなく、あなたがここから得て、都市においてのみならず農村においても、より説得力をもって権威を帯びて他の者たちを教え導くことができるようにするためである。すなわち、あなたがこれらを私的に思い巡らし独りで実行しているのではなく、神々の思し召しによって最高神祇官の地位にあると見なされているこの私をも味方の賛同者として得ているのだと示せるようにである。私は決してそのような大任に値する者ではないが、そうありたいと望み、常に神々に祈りを捧げているのである。よく知っておくがよい、神々は死の後に私たちへ大いなる希望を約束してくださっている。そして彼らを何としても信じねばならない。神々は死後の事柄についてのみならず、この現世における事柄についても偽りを語らないのが常だからである。圧倒的な力ゆえに、この世における動揺をも制し、その無秩序や異常さを正すことができる神々が、相反するものが分かたれ、不死の魂が離脱し、死せる肉体が土となったあの世においてこそ、人間に約束されたこれらすべてのものを授ける能力を持たないなどということがあろうか。したがって、神々が祭司たちに大いなる報いを与えてくださったことを知る私たちは、祭司たちがすべての点において神々の尊厳の保証人となるように促し、彼らが民衆に対して語るべきことの模範として自らの生き方を示すようにさせよう。
Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ’ ἡμῶν καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι’ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται· "Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ’ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος ἀχλυόεντος ὑπὸ ζόφον ἀίδος εἴσω· Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ."
私たちは神々への敬虔から始めねばならない。というのも、あたかも神々が傍らに立ち、私たちを見つめているのに私たちからは見えず、いかなる光線をも凌ぐその眼差しを私たちの秘められた思いにまで注いでおられるかのように、神々に奉仕することが私たちに相応しいからである。そして、この教えが私自身のものではなく神のものであり、多くの託宣を通じて語られてきたことである以上、私としては一つの託宣を引くことによって、神々がいかにすべてを見通しておられるか、またいかに敬虔な者たちを喜ばれるかという二つの事柄を一挙に示すことで十分である。 「フォイボスの遠くまで見通す光条は至る所に広がり、 その素早い眼は堅き岩々をも通り抜け、 暗青色の海をも貫いて進む。彼から逃れうるものはない、 知恵ある必然の掟に従い、倦むことなき天へと 巡り巡って運行する星々の群れも、 霧立ちこめる冥府の暗闇の奥深く、 タルタロスが受け入れた地下の死者たちのあらゆる種族も。 そして敬虔なる死すべき人間を、私はオリュンポスと同じほどに愛でる。」
- 11ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν
非人称動詞 ἀπόχρη の主語は不定詞 ἐπιδεῖξαι であり、ὅτι 節(ὅτι μὴ σχεδιάζω μηδέν、後期ギリシア語では平叙の ὅτι 節にも否定辞 μή が用いられる)はその目的語(「私が何ら思いつきで語っているのではないことを示す」)である。続く τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν は後続の καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων と τε ... καί で並列され、分詞 ἡγούμενος(主格の破格構文)の目的語となる。いずれにせよ、先行する神託引用が皇帝自身の独断ではないことを論証する構造になっている。
- 298bτοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην ... οὐδ’ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος
混合型の反実仮想文。条件節(protasis)は未完了過去 ἠπιστάμην で現在の事実と反対の想定(「もし今私が知らなかったとすれば」)を表し、帰結節(apodosis)は ἄν + アオリスト直説法 οὐδ’ ἂν ἐτόλμησα で過去の行為に関する反実(「委ねる勇気などなかったであろう」)を表している。書簡の名宛人に対する神官職の任命が、神々の承認に基づく過去の確定事項であることを示している。
- 298dοἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες ... ἆρ’ οὐκ ἐν ἐκείνῳ μᾶλλον ... ἱκανοὶ παρασχεῖν ἔσονται
主文の骨格は οἱ δὲ ... ὄντες(主語に分詞修飾)から、離隔(hyperbaton)を挟んで疑問辞 ἆρ’ οὐκ に導かれる主動詞・述語部 ἱκανοὶ παρασχεῖν ἔσονται に至る構文。修飾部では、現世(ἐν τῷ βίῳ τούτῳ)における神々の力と、死後の状態(ἐν ἐκείνῳ)における能力が対比され、絶対属格句 χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος が死による霊肉の分離状態を描写している。
