- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:76.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
筆者は旅路での数々の試練の中でも受取人と離別していたことこそが最大の苦難であったと語り、再会して苦難を打ち明け合える日を期しつつ、当面は書簡の交信によって絆を保ちたいと願う。
Ἱκανὴν ὁμολογῶ τῆς σῆς ἀπολείψεως1 ἐκτετικέναι δίκην οὐ μόνον οἷς παρὰ τὴν ἀποδημίαν συνηνέχθην ἀνιαροῖς, ἀλλὰ γὰρ καὶ αὐτῷ τούτῳ πλέον, ὅτι σου τὸν τοσοῦτον ἀπελείφθην χρόνον, καίτοι πολλαῖς καὶ ποικίλαις πανταχοῦ χρησάμενος τύχαις, ὡς μηδὲν ἀπείρατον καταλιπεῖν. ἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον·2 ὥστ’ εἴπερ ἀχλύν τινα τοῖς ἐμοῖς ὀφθαλμοῖς καὶ νέφος πολὺ περικεῖσθαι λέγοιμι, μὴ θαυμάσῃς. τότε γὰρ δή με καὶ ἀὴρ εὔδιος καὶ φέγγος ἡλίου λαμπρότατον καὶ οἷον ἔαρ ἀληθῶς τοῦ βίου περιέξει κάλλιστον, ὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ δι’ ὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπ’ ἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι.3 παραμυθεῖται γάρ, ὡς εἰκός, καὶ ἐπικουφίζει τὰς συμφοράς, ὅταν τις ἃ πέπονθεν εἰς τοὺς ἄλλους ἔκφορα καθιστὰς διανείμῃ τοῦ πάθους τὴν γνῶσιν ἐν τῇ κοινωνίᾳ τοῦ λόγου. τέως γε μὴν οἷς ἔχω σε κατὰ δύναμιν τὴν ἐμὴν μέτειμι· καὶ γὰρ οὐ παύσομαι τὸν ἐν μέσῳ τῆς ἀπολείψεως χρόνον ἐν τῷ τῶν γραμμάτων θεραπεύων συνθήματι. εἰ δὲ δὴ καὶ ἀντιτύχοιμι παρὰ σοῦ τῶν ἴσων, ὑφήσω τί καὶ μικρόν, οἷον ἀντὶ σωτηρίου τινὸς συμβόλου τοῖς σοῖς ὁμιλῶν γράμμασι. σὺ δὲ δέχοιο μὲν εὐμενῶς τὰ παρ’ ἡμῶν, παρέχοις δὲ καὶ σεαυτὸν εἰς ἀμοιβὴν εὐμενέστερον, ὡς ὅ τι ἄν σημήνῃς καλὸν ἢ γράψῃς, τοῦτο ἀντὶ τῆς Ἑρμοῦ λογίου φωνῆς ἢ τῆς Ἀσκληπιοῦ χειρὸς παρ’ ἡμῶν κρίνεται.
私は、旅の途上で遭遇した数々の苦難によってだけでなく、むしろそれ以上に、これほど長い間あなたから離れていたというまさにその事実によって、あなたから離れていたことへの充分な報いを受けたのだと告白いたします。もっとも、私は至るところで多種多様な運命を経験し、何一つ試みられないまま残しはしませんでしたが。しかし、戦争の騒乱、包囲の過酷、逃亡の放浪、ありとあらゆる恐怖、さらには嵐の極限、病の危険、そして上パノニアからカルケドン海峡の航路に至る無数にして雑多な災難に耐え忍びながらも、東方を離れてこれほどの長い間、ギリシア人全体の共通の善であるあなたを見ることができなかったことほど、私にとって辛く過酷な出来事はなかったと言えましょう。それゆえ、もし私の目に何らかの霧と濃い雲が取り巻いていると申したとしても、驚かれないでください。その時こそ、穏やかな大気とこの上なく輝かしい陽光、そして生の真に最も美しい春のようなものが私を包むことでしょう。私がこの全居住地の大いなる誇りであるあなたを抱きしめ、良き父のもとに戦争や海の波濤から思いがけず姿を現した実の子のように、それから自分がどのような苦難を受け、いかなる危機をくぐり抜けてきたかを語り、あたかも聖なる錨を下ろして停泊するかのように、苦痛に対する充分な慰めを見出すその時にこそ。なぜなら、自らが被ったことを他者に打ち明け、言葉の交わりの中で苦難の認識を分け合うとき、人は当然ながら慰められ、災難は軽減されるからです。ともあれ今は、私の力の及ぶ限り、持てる手段によってあなたを追い求めましょう。というのも、私はこの離別の間の時間、書簡という合意のうちに〔あなたに〕仕えることをやめないからです。もしあなたからも同様の返報を得られるならば、救いの印の代わりとしてあなたの書簡に親しみつつ、私の苦痛もいくらか和らぐことでしょう。どうか私からの便りを好意をもってお受け取りくださり、返報にあたってもご自身をさらに好意深くお示しくださいますように。あなたが知らせ、あるいは書き記してくださるいかなる善きことも、雄弁の神ヘルメスの声、あるいはアスクレピオスの御手にも等しいものとして私から見なされるのですから。
- 448dτῆς σῆς ἀπολείψεως
δίκην ἐκτετικέναι(罰・償いを果たす)に係る原因・罪科の属格。「あなたから離れていたこと(あなたを置いて出立したこと)に対する」。σῆς は客格的関係を示し、離別の対象である相手を指している。
- 449aἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον
長大な譲歩分詞構文から主節へ至る構造。ἀλλὰ καὶ から始まる分詞 ὑπομείνας が πολέμων θορύβους から μυρίας ... συμφοράς までの多数の目的語を統べ、主文 φαίην ἄν(潜在の希求法)にかかる。主文内では οὐδὲν οὕτω λυπηρὸν ... ὡς ὅτι ...(……という事実ほど辛いことは何一つない)という比較・強調構文が形成されている。
- 449cὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ δι’ ὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπ’ ἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι
時を表す従属接続詞 ὅταν に導かれる二つの接続法動詞 περιπτύξωμαι と εὕρωμαι が骨格をなす。後者の直前には、比喩(実の子)に一致する分詞 ὀφθείς、および話者自身に係る分詞 εἰπών, ὁρμιζόμενος が入れ子状に挿入され、苦難の報告と魂の安息が描かれている。
