← ユリアヌス

書簡集

§16.1

友人の寛大さへの称賛と相互助言の提案

著者は友人からの手紙への歓喜を語り、逆境を耐え忍びかつて滞在した都市を支援する友人の哲学的態度を賞賛した上で、相互に忠告し合う関係を結ぶことを提案する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16.1

Δεξάμενός σου τὴν ἐπιστολὴν ἥσθην μέν, ὡς εἰκός· τί γὰρ οὐκ ἔμελλον1 ἄνδρα ἑταῖρον ἐμοὶ καὶ φίλων φίλτατον σῶν εἶναι πυνθανόμενος;2 ὡς δὲ καὶ ἀφελὼν τὸν ἐπικείμενον δεσμὸν ἐπῄειν πολλάκις, οὐκ ἂν ἐγὼ παραστῆσαι τῷ λόγῳ δυναίμην, τίς καὶ ὁποῖος ἐγενόμην· γαλήνης ἐμπιπλάμενος καὶ θυμηδίας, ὥσπερ εἰκόνα τινὰ τοῦ γενναίου σου καθορῶν τρόπου τὴν ἐπιστολὴν ἠσπαζόμην· ὑπὲρ ἧς τὰ μὲν καθέκαστα γράφειν μακρὸν ἂν εἴη καὶ περιττῆς ἴσως ἀδολεσχίας οὐκ ἔξω. ἃ δ’ οὖν ἐπῄνεσα διαφερόντως, ταῦτα εἰπεῖν οὐκ ἂν ὀκνήσαιμι· πρῶτον μέν, ὅτι τὴν παροινίαν ἣν εἰς ὑμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν, εἴ γε τὸν τοιοῦτον ἡγεμόνα χρὴ καλεῖν ἀλλὰ μὴ τύραννον, οὔπω βαρέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι. τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, ἐναργές ἐστι φιλοσόφου γνώμης τεκμήριον· ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι, ὁ δὲ ἐπεμέλετο Γυάρων ἡνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. ταῦτα ἐγὼ τῆς ἐπιστολῆς τῆς σῆς ἐπαινέσας, τὸ τρίτον οὐκ οἶδα ὅντινα τρόπον ἀποδέξομαι· γράφεις γὰρ κελεύων σημαίνειν ὅ τι ἄν μοι παρὰ μέλος3 πράττειν αὐτὸς ἢ λέγειν δοκῇς· ἐγὼ δέ, ὅτι μὲν πλέον ἐμαυτῷ νῦν ἢ σοὶ τῶν τοιούτων δεῖν ὑπολαμβάνω παραινέσεων, πολλὰ ἔχων εἰπεῖν, ἐς αὖθις ἀναβαλοῦμαι. τὸ μὲν οὖν αἴτημα τυχὸν οὐδὲ σοὶ προσήκει· περίεστι γάρ σοι καὶ σχολή, καὶ φύσεως ἔχεις εὖ, καὶ φιλοσοφίας ἐρᾷς, εἴπερ τις ἄλλος τῶν πώποτε. τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεσεν ἀποφῆναι τὸν Ἀμφίονα τῆς παλαιᾶς μουσικῆς εὑρετήν, χρόνος, θεοῦ πνεῦμα, ἔρως τε ὑμνωδίας· οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸς ταῦτα πέφυκεν ἀντιτάττεσθαι, ἀλλὰ καὶ ταῦτα ῥᾳδίως ἂν ὁ τῶν τριῶν τούτων μέτοχος ἐξεύροι. ἢ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀκοῇ παραδεδέγμεθα οὐ τὰς ἁρμονίας μόνον, αὐτὴν δὲ ἐπ’ αὐταῖς ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρησάμενον ἐπινοίᾳ, εἴτε τινὶ θείᾳ δόσει διά τινα συμμαχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖστοι τοῖς τρισὶ τούτοις ἐοίκασι μάλιστα προσσχόντες οὔτι πλαστῶς φιλοσοφῆσαι, οὐδενὸς ἄλλου δεόμενοι. χρὴ οὖν σε παρίστασθαι καὶ διὰ τῶν ἐπιστολῶν τὰ πρακτέα καὶ τὰ μὴ παραινεῖν ἡμῖν προθύμως· ὁρῶμεν γὰρ καὶ τῶν στρατευομένων οὐ τοὺς εἰρηνεύοντας συμμαχίας δεομένους, τοὺς πονουμένους δέ, οἶμαι, τῷ πολέμῳ, καὶ τῶν κυβερνητῶν οὐχ οἱ μὴ πλέοντες τοὺς πλέοντας παρακαλοῦσιν, οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας.4 οὕτως ἐξ ἀρχῆς δίκαιον ἐφάνη τοὺς σχολὴν ἄγοντας τοῖς ἐπὶ τῶν ἔργων ἀμύνειν καὶ παρεστάναι καὶ τὸ πρακτέον ὑφηγεῖσθαι, ἐπειδάν, οἶμαι, τὰ αὐτὰ πρεσβεύωσι. ταῦτα διανοούμενόν σε προσήκει τοῦθ’ ὅπερ ἀξιοῖς παρ’ ἡμῶν εἰς σὲ γίνεσθαι, δρᾶν, καὶ εἴ σοι φίλον, ταυτὶ ξυνθώμεθα, ἵν’ ἐγὼ μέν, ὅ τι ἄν μοι φαίνηται περὶ τῶν σῶν ἁπάντων, πρὸς σὲ σημαίνω, σὺ δὲ αὖθις πρὸς ἐμέ περὶ τῶν ἐμῶν λόγων καὶ πράξεων· ταύτης γάρ, οἶμαι, τῆς ἀμοιβῆς οὐδὲν ἂν ἡμῖν γένοιτο κάλλιον. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξαι πολλοῖς χρόνοις ἀδελφὲ ποθεινότατε. ἴδοιμί σε διὰ ταχέων, ὡς εὔχομαι.

あなたの手紙を受け取り、私は当然のことながら喜びに包まれました。私の仲間であり最も親愛なる友である人が無事であると知ったときに、どうして喜ばずにいられましょうか。その手紙の封を解いて何度も読み返した際、私がどのような者となり、どのような心境になったか、言葉で表現することなどできません。平穏と歓喜に満たされ、あなたの高潔なお人柄のいわば肖像を眺めるようにして、私はその手紙を抱擁しました。それについて細かな点まで書くことは長長しいものとなり、おそらく無用な饒舌を免れないでしょう。しかし、私がとりわけ称賛したこと、これらを述べることを私は躊躇いたしません。第一に、ギリシアの総督があなたがたに対して犯した暴挙――もしそのような者を支配者と呼ぶべきであって僭主と呼ぶべきではないとしての話ですが――を、あなたはいささかも重く受け止めず、それらの何一つ自分自身に向けられたものではないと見なしたことです。また、あなたが滞在していたあの都市を助けようと望み、心を尽くしたことは、哲学者の精神の明らかな証拠です。それゆえ、前者はソクラテスに、後者は思うにムソニウスにふさわしいように思われます。というのも、かのソクラテスは、優れた人物がより劣った卑小な者から害を受けることは法にかなわぬ(ありえない)ことだと言いましたし、ムソニウスはネロが彼に追放を命じた折にギュアロス島の世話を焼いたからです。あなたの手紙のこれらの点を私は称賛しましたが、第三の点についてはどのように受け止めるべきか分かりかねます。というのも、あなた自身が調子外れの行動をしたり発言したりしているように私に見えることがあれば知らせてほしい、と命じて書いておられるからです。しかし私は、そのような忠告は今、あなたにというより私自身にいっそう必要であると私が考えていることについては、言うべきことは多々あるものの、後日に延期することにいたします。そもそもその要請はおそらくあなたにはふさわしくありません(必要ありません)。あなたには余暇が満ち溢れており、天賦の才に恵まれ、これまでの誰にも劣らず哲学を愛しているからです。そして、時間、神の霊感、讃歌への愛というこれら三つが相合したことこそが、アンフィオンを古の音楽の創始者たらしめるのに十分でした。楽器の不足もこれらに対抗することはできず、むしろこの三つを兼ね備えた者であれば、それらの楽器をも容易に見出だすことでしょう。実際、私たちは、彼が調べだけでなく、それら旋律に合わせて竪琴そのものをも、神的な知恵を用いたのか、あるいは何らかの不可思議な助力を得て神の賜物によってか、発明したと伝え聞いているではありませんか。そして古代の多くの者たちも、これら三つに専ら意を注ぐことで、他の何ものも必要とせず、偽りなく哲学を探求したように思われます。それゆえ、あなたこそが私たちの傍らに立ち、手紙を通じてなすべきこととなすべからざることを私たちに進んで忠告すべきなのです。なぜなら、従軍する者たちのうちでも援助を必要とするのは平穏に過ごしている者たちではなく、思うに戦争で労苦している者たちであり、舵取りたちのうちでも航行していない者たちが航行している者たちを呼び求めるのではなく、航海している者たちが閑暇にある者たちを呼び求めるのを私たちは見ているからです。このように、閑暇を過ごす者たちが実際の実務に携わる者たちを助け、傍らに立ってなすべきことを教え導くことは、思うに彼らが同じ理想を尊んでいるときには、古来より正当と見なされてきました。これらのことを心に留め、あなたが私からあなたへとなされるよう求めているそのこと自体を、あなたこそが行うのがふさわしいのです。そしてもしあなたがお望みなら、私の方からはあなたのあらゆる事柄に関して私に思われることをあなたに伝え、あなたの方からは再び私の言葉や行いについて私に伝えるというように、この取り決めを交わしましょう。思うに、私たちにとってこれ以上の素晴らしい報い合いはないでしょうから。熱望してやまぬ兄弟よ、神の摂理があなたを末永く壮健に守り給わんことを。祈り願っているとおり、速やかにあなたに会えますように。

構文注4 件
  1. 16.1τί γὰρ οὐκ ἔμελλον

    ἔμελλον は未完了過去で、文脈上自明な不定詞 ἥδεσθαι が省略された修辞的疑問文。「どうして喜ばずにいられただろうか(当然喜ぶはずであった)」という意味を表す慣用的表現である。

  2. 16.1σῶν εἶναι πυνθανόμενος

    σῶν は形容詞 σῶς(「無事な、健在な」)の単数男性対格であり、ἄνδρα に一致して、πυνθανόμενος の補文をなす対格不定詞構文(ἄνδρα ἑταῖρον ... σῶν εἶναι)の述語として用いられている。

  3. 16.1παρὰ μέλος

    音楽の用語に由来し、「調べ・旋律から外れて」、転じて「不適切に」「調子外れに」を意味する前置詞句。後続のアンフィオンや竪琴にまつわる音楽的アナロジーへの伏線となっている。

  4. 16.1καὶ τῶν κυβερνητῶν οὐχ οἱ μὴ πλέοντες τοὺς πλέοντας παρακαλοῦσιν, οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας

    対比構文において後半の節 οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας に動詞 παρακαλοῦσιν が補われる。全体の骨格は οὐχ A (οἱ μὴ πλέοντες) B (τοὺς πλέοντας) παρακαλοῦσιν, C (οἱ ναυτιλλόμενοι) δὲ D (τοὺς σχολὴν ἄγοντας) [παρακαλοῦσιν] である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:16.1