- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg009.humanitext-grc2:10-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
身体における本質的な器官と老廃物の比喩を通じて、キュニコス哲学が単なる外面の奇行ではなく実践的・理論的真理に基づいていることを論じ、ディオゲネスの生肉食などの行為も神託への奉仕と既存の思惑への吟味から出たものであると弁明する。
Οὐκοῦν ἐπειδὴ σώματος μέρη μέν ἐστιν, οἷον ὀφθαλμοί, πόδες, χεῖρες, ἄλλα δὲ ἐπισυμβαίνει, τρίχες, ὄνυχες, ῥύπος, τοιούτων περιττωμάτων γένος, ὧν ἄνευ σῶμα ἀνθρώπινον ἀμήχανον εἶναι, πότερον οὐ γελοῖός ἐστιν ὁ μέρη νομίσας ὄνυχας ἢ τρίχας ἢ ῥύπον καὶ τὰ δυσώδη τῶν περιττωμάτων, ἀλλ’ οὐ τὰ τιμιώτατα καὶ σπουδαῖα, πρῶτον μὲν τὰ αἰσθητήρια καὶ τούτων αὐτῶν ἅττα συνέσεως ἡμῖν ἐστι μᾶλλον αἴτια, οἷον ὀφθαλμούς, ἀκοάς; ὑπουργεῖ γὰρ ταῦτα πρὸς φρόνησιν εἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ, ὡς ἂν θᾶττον καθαρθεῖσα δύναιτο τῇ καθαρᾷ χρῆσθαι καὶ ἀκινήτῳ τοῦ φρονεῖν δυνάμει, εἴτε, ὥσπερ τινὲς οἴονται, καθάπερ δι’ ὀχετῶν τοιούτων εἰσφερούσης τῆς ψυχῆς.1 συλλέγουσα γάρ, φασί, τὰ κατὰ μέρος αἰσθήματα καὶ συνέχουσα τῇ μνήμῃ γεννᾷ τὰς ἐπιστήμας. ἐγὼ δέ, εἰ μή τι τοιοῦτον ἦν ἔνθεον ἢ τέλειον ἐμποδιζόμενον δὲ ὑπ’ ἄλλων πολλῶν καὶ ποικίλων, ὃ τῶν ἐκτὸς ποιεῖται τὴν ἀντίληψιν, οὐδ’ ἂν δυνατὸν οἶμαι γενέσθαι τῶν αἰσθητῶν τὴν ἀντίληψιν. ἀλλ’ οὗτος μὲν ὁ λόγος οὐ τοῖς νῦν προσήκει. Διόπερ ἐπανακτέον ἐπὶ τὰ μέρη τῆς φιλοσοφίας τῆς κυνικῆς.
それでは、身体には目や足や手のような部分がある一方で、髪や爪や垢といった、それなしには人間の身体が存在し得ないような排泄物・副産物の類が付随している以上、爪や髪や垢、また排泄物の悪臭を放つ部分を身体の部分と考え、最も尊く重要な部分、とりわけ感覚器官、さらにそれらの中でも目や耳のように我々の知性の原因により直接なるものを身体の部分と考えない者は滑稽ではないだろうか。というのも、これら感覚器官は、内に深く埋め込まれた魂に対して、それがより速やかに清められて知解の純粋にして不動の能力を行使できるように奉仕しているにせよ、あるいは一部の人々が考えているように、魂がそうした水路のような器官を通じて知を外から運び入れるにせよ、どちらにしても知性のために役立っているからである。後者の立場の人々が言うには、魂は個別の感覚像を集め、記憶の中に保持することによって知識を生み出すというのである。しかし私は、外なるものを覚知する何か神的な、あるいは完全でありながらも多様な他の多くのものによって妨げられているものが内側に存在しないならば、感覚される対象の覚知すら生じることは不可能であっただろうと考える。しかし、この議論は目下の主題に属するものではない。 したがって、キュニコス哲学の部分へと論を戻さねばならない。
φαίνονται μὲν δὴ καὶ οὗτοι διμερῆ τὴν φιλοσοφίαν νομίσαντες ὥσπερ ὁ Ἀριστοτέλης καὶ Πλάτων, θεωρηματικήν τε καὶ πρακτικήν, αὐτὸ τοῦτο συνέντες δηλονότι καὶ νοήσαντες, ὡς οἰκεῖόν ἐστιν ἄνθρωπος φύσει πράξει καὶ ἐπιστήμῃ. εἰ δὲ τῆς φυσικῆς τὴν θεωρίαν ἐξέκλιναν, οὐδὲν τοῦτο πρὸς τὸν λόγον. ἐπεὶ καὶ Σωκράτης καὶ πλείονες ἄλλοι θεωρίᾳ μὲν φαίνονται χρησάμενοι πολλῇ, ταύτῃ δὲ οὐκ ἄλλου χάριν, ἀλλὰ τῆς πράξεως· ἐπεὶ καὶ τὸ ἑαυτὸν γνῶναι τοῦτο ἐνόμισαν, τὸ μαθεῖν ἀκριβῶς, τί μὲν ἀποδοτέον ψυχῇ, τί δὲ σώματι·2 ἀπέδοσαν δὲ εἰκότως ἡγεμονίαν μὲν τῇ ψυχῇ, ὑπηρεσίαν δὲ τῷ σώματι. φαίνονται δὴ οὖν ἀρετὴν ἐπιτηδεύσαντες, ἐγκράτειαν, ἀτυφίαν, ἐλευθερίαν, ἔξω γενόμενοι παντὸς φθόνου, δειλίας, δεισιδαιμονίας. ἀλλ’ οὐχ ἡμεῖς ταῦτα ὑπὲρ αὐτῶν διανοούμεθα, παίζειν δὲ αὐτοὺς καὶ κυβεύειν περὶ τοῖς φιλτάτοις ὑπολαμβάνομεν, οὕτως ὑπεριδόντας τοῦ σώματος, ὡς ὁ Σωκράτης ἔφη λέγων ὀρθῶς μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν. τοῦτο ἐκεῖνοι καθ’ ἑκάστην ἡμέραν ἐπιτηδεύοντες οὐ ζηλωτοὶ μᾶλλον ἡμῖν, ἄθλιοι δέ τινες καὶ παντελῶς ἀνόητοι δοκοῦσιν· ἀνθ’ ὅτου δὲ τοὺς πόνους ὑπέμειναν τούτους; οὐχ ὡς αὐτὸς εἶπας, κενοδοξίας ἕνεκα. καὶ γὰρ πῶς ὑπὸ τῶν ἄλλων ἐπῃνοῦντο ὠμὰ προσφερόμενοι σαρκία; καίτοι οὐδὲ αὐτὸς ἐπαινέτης εἶ. τοῦ γοῦν τοιούτου τρίβωνα καὶ τὴν κόμην, ὥσπερ αἱ γραφαὶ τῶν ἀνδρῶν, ἀπομιμούμενος εἶθ’ ὃ μηδὲ αὐτὸς ἀξιάγαστον ὑπολαμβάνεις, τοῦτο εὐδοκιμεῖν οἴει παρὰ τῷ πλήθει; καὶ εἷς μὲν ἢ δεύτερος ἐπῄνει τότε, πλεῖν δ’ οὖν ἢ δέκα μυριάδες ὑπὸ τῆς ναυτίας καὶ βδελυρίας διεστράφησαν τὸν στόμαχον καὶ ἀπόσιτοι γεγόνασιν, ἄχρις αὐτοὺς οἱ θεράποντες ἀνέλαβον ὀσμαῖς καὶ μύροις καὶ πέμμασιν. οὕτως ὁ κλεινὸς ἥρως ἔργῳ κατεπλήξατο γελοίῳ μὲν ἀνθρώποις τοιούτοις, "Οἷοι νῦν βροτοί εἰσιν," οὐκ ἀγεννεῖ δέ, μὰ τοὺς θεούς, εἴ τις αὐτὸ κατὰ τὴν Διογένους ἐξηγήσαιτο σύνεσιν. ὅπερ γὰρ ὁ Σωκράτης ὑπὲρ αὑτοῦ φησιν, ὅτι τῷ θεῷ νομίζων λατρείαν ἐκτελεῖν ἐν τῷ τὸν δοθέντα χρησμὸν ὑπὲρ αὐτοῦ κατὰ πάντα σκοπῶν ἐξετάζειν τὸν ἐλεγκτικὸν ἠσπάσατο βίον, τοῦτο καὶ Διογένης οἶμαι συνειδὼς ἑαυτῷ,3 πυθόχρηστον οὖσαν τὴν φιλοσοφίαν, ἔργοις ᾤετο δεῖν ἐξελέγχειν πάντα καὶ μὴ δόξαις ἄλλων, τυχὸν μὲν ἀληθέσι, τυχὸν δὲ ψευδέσι προσπεπονθέναι. οὔκουν οὐδὲ εἴ τι Πυθαγόρας ἔφη, οὐδὲ εἴ τις ἄλλος τῷ Πυθαγόρᾳ παραπλήσιος, ἀξιόπιστος ἐδόκει τῷ Διογένει. τὸν γὰρ θεόν, ἀνθρώπων δὲ οὐδένα τῆς φιλοσοφίας ἀρχηγὸν ἐπεποίητο. τί δῆτα τοῦτο, ἐρεῖς, πρὸς τὴν τοῦ πολύποδος ἐδωδήν; ἐγώ σοι φράσω.
彼らもまた、アリストテレスやプラトンと同様に、人間は生まれつき実践と認識に適しているというまさにこのことを明確に理解し認識して、哲学を観照的な部分と実践的な部分という二つの部分から成るものと見なしていたことが明らかである。彼らが自然についての観照を避けたとしても、それは議論にとって何ら問題ではない。なぜならソクラテスや他の多くの人々も、多くの観照を用いたことが明らかであるにしても、それは他の何かのためではなく実践のためにほかならなかったからである。彼らは「自らを知ること」とは、魂に何を割り当て、身体に何を割り当てるべきかを正確に学ぶことであると考えたからである。そして彼らは当然のことながら魂には支配権を、身体には奉仕の役割を割り当てた。彼らはまことに徳、自制、無慢心、自由を実践し、あらゆる嫉妬や臆病や迷信から超越していたことが明らかである。だが我々は、彼らについてこのように考えるのではなく、彼らは最も大切にすべきものを賭けて遊びや博打をしているのであり、身体をそのように見下しているのだと見なしている。ちょうどソクラテスが、哲学とは死の練習であると正しく語ったようにである。彼らが日々これを実践していたのに、我々には見習うべき対象というよりも、むしろ惨めで全くの分からず屋のように思われるのである。だが、彼らはいったい何のためにこれらの苦難に耐えたのだろうか。あなたが言ったように虚栄心のためではない。実際、生の肉などを口にして、他者から称賛されることなどどうしてあり得ようか。しかもあなた自身ですら称賛者ではないのだ。それなのに、あの男たちの肖像画のように、そのような人の粗衣や髪型を真似ておきながら、自分自身ですら称賛に値すると思わないような行為が、大衆の間で評判を得られるとでも思っているのか。当時であっても、一人か二人は褒めたかもしれないが、十万人を超える人々が吐き気と胸の悪さで胃を痛め、食事が喉を通らなくなり、召使いたちが香気や香油や菓子で彼らを正気に戻すまでその状態であった。このようにして、かの名高き英雄は、「今の定命の者たちがそうであるような」人々にとっては滑稽な行為によって彼らを肝を冷やすほど驚かせたが、神々に誓って言うが、もし誰かがディオゲネスの知解に従ってこれを解釈するならば、それは決して卑しい行為ではない。なぜなら、ソクラテスが自身について、自分に関して下された神託をあらゆる点で注視し吟味することによって神への奉仕を全うしていると考え、論駁的な生を喜んで受け入れたと語っているように、私が思うにディオゲネスもまた、自らの哲学が神託によるものであることを自覚して、あらゆる事柄を行為によって検証し、他者の思惑——たまたま真実であるかもしれないし、偽りであるかもしれない思惑——に屈するべきではないと考えたのである。したがって、ピュタゴラスが言ったことであれ、ピュタゴラスに類する他の誰かが言ったことであれ、何一つディオゲネスにとって信頼に値するとは思われなかった。なぜなら彼は神を自らの哲学の創始者としたのであり、いかなる人間もそうしなかったからである。では、このことがタコを食べることと一体何の関係があるのか、とあなたは言うだろう。私があなたに説明しよう。
- 189cεἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ... εἴτε, ὥσπερ τινὲς οἴονται, καθάπερ δι’ ὀχετῶν τοιούτων εἰσφερούσης τῆς ψυχῆς
前半の εἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ は先行する動詞 ὑπουργεῖ(奉仕する、役立つ)の補語となる与格句であり、「深く埋め込まれた魂に対して」という意味をなす。後半の εἴτε... εἰσφερούσης τῆς ψυχῆς では与格構文から絶対属格(genitive absolute)への構文転換(anakolouthon)が起きており、「あるいは魂が〜引き入れるとして」という条件・様態の節を形成している。
- 190bἀποδοτέον ψυχῇ, τί δὲ σώματι
形容詞的動名詞(動詞的形容詞)ἀποδοτέον を用いた非人称構文(dei/oportet に相当)で、間接疑問節 τί μὲν... τί δὲ... を導く。後続の ἀπέδοσαν ではこの義務の問いに対する彼らの実際の回答・割り当てが直接表現されている。
- 191aὅπερ γὰρ ὁ Σωκράτης ὑπὲρ αὑτοῦ φησιν... τοῦτο καὶ Διογένης οἶμαι συνειδὼς ἑαυτῷ
関係代名詞 ὅπερ... と指示代名詞 τοῦτο... が呼応する相関構文。「ソクラテスが自身について〜と述べているまさにそのこと、これと同じことをディオゲネスも自覚して〜と考えた」という骨格をなす。ὅπερ 節内部の主動詞は ἠσπάσατο(喜んで受け入れた)、主節の動詞は ᾤετο(考えた)である。
