← ユリアヌス

キュニコス派ヘラクレイオスへ

§18

徳を欠く似非キュニコス派への批判

ユリアヌスは道徳矯正を口実とする神話の誤用を批判し、自らをキュニコス派と称しながら実践的徳を欠き、権力への追従と徘徊を繰り返す似非哲学者たちをキリスト教徒の修道士に擬えて手厳しく告発する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

ὁ δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων δράτω τοῦτο μὴ πρὸς ἄνδρας, ἀλλὰ πρὸς παῖδας ἤτοι καθ’ ἡλικίαν ἢ τῷ φρονεῖν, πάντως δὲ τῶν λόγων τούτων δεομένους. εἰ μὲν οὖν ἡμεῖς σοι παῖδες ἐφάνημεν εἴτε ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ,1 εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ·2 τί γὰρ ἂν ἀκκίζοιτό τις; ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα ἢ μικρὸν πεποίηται ἔργον; τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοῦ δικαίου; τίνα ἐθεράπευσας πενθοῦντα, τῷ λόγῳ διδάξας, ὅτι μὴ κακὸν ὁ θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; τίς δ’ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης,3 ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ἢ ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; ἔργον οἴει μέγα βακτηρίαν λαβεῖν ἢ τρίχας ἀνεῖναι, καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; εἰπὲ πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων, οἳ δι’ ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ’ ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν; καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλον δυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. τί δὲ καὶ τὸ περιφοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς ἢ τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς τοῖς ξύλοις ἀκούω τινὰς ὑμῶν χαλεπώτερον ἢ τοῖς ξίφεσιν ἐκεῖνοι. γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. πάλαι μὲν οὖν ὑμῖν ἐθέμην ἐγὼ τοῦτο τὸ ὄνομα, νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν. ἀποτακτιστάς τινας ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστί, πλὴν ἴσως τοῦ χρηματίζεσθαι. τοῦτο δὲ οὐ παρ’ ὑμᾶς γίγνεται, παρ’ ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων· ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα τοῦ φορολογεῖν εὐπροσώπως, ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ’ ὅπως ἐλεημοσύνην, τὰ δ’ ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν ἐγένετο, μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; ἀνῆλθεν ὁ Ἀσκληπιάδης, εἶτα ὁ Σερηνιανός, εἶτα ὁ Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον ὅ, τι ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ’ ὑμῶν ἄλλοι δὶς τοσοῦτοι. τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, ὦ λῷστοι; τίς ᾔσθετο πόλις ἢ τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε,4 κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ βιβλία δόντες καὶ ταῦτα προσαχθῆναι προσλιπαρήσαντες; οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοσόφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδήμεια καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα.

道徳の矯正のために言論を創作し神話を持ち出す者は、一人前の大人に対してではなく、年齢においてか思慮において子どもである者たち、いずれにせよそのような言論を必要としている者たちに対してそれを行うがよい。もし我々が、私にせよ、ここにいるアナトリオスにせよ、また彼に加えてメモリオスやサルスティオス、さらに望むならその他の人々を順に数え上げたとしても、お前にとって子どもに見えたというのなら、お前にはアンティキュラ(のヘレボルス)が必要だ。どうして気取って遠慮などできようか。では、神々にかけて、またその神話自身にかけて、いやむしろ万人に共通の王たるヘリオス神にかけて問うが、お前によって何か大いなる、あるいは小さな仕事が成し遂げられたのか。正義とともに戦う者の誰の傍らに立ったのか。死はそれを被った者にとってもその身内にとっても悪ではないと論理によって教え、悲嘆に暮れる誰を癒したのか。お前が放蕩者であった自分を思慮深くし、肉体だけでなく魂をもはるかに美しく見せるようにしたと言って、お前を自らの節制の原因として挙げる若者が誰かいるだろうか。人生に関していかなる鍛錬(アスケシス)を行ったのか。ディオゲネスの杖や、いやゼウスにかけて、彼のあの歯に衣着せぬ直言(パッレーシア)に値するいかなることをお前は成し遂げたのか。杖を手にし、髪を伸ばし、諸都市や軍営を徘徊して、最善の人々を罵倒し、最悪の者たちに媚びへつらうことが大いなる業績だとでも思っているのか。 ゼウスにかけて、またお前たちのせいで哲学を忌避しているこれら聴衆の前で言ってごらん、お前は故人となったコンスタンティウスのもとへはイタリアまで赴いたのに、なぜガリアまではやって来なかったのか。もっとも、我々のもとへと旅立ったならば、他のことはともかく、少なくともお前の声をより理解することのできる人間に近づくはずであったのに。また、いたる所を徘徊し、ラバたちに難儀をかけることには何の意味があるのか。私自身が聞くところでは、ラバを追う者たちにとっても同様であり、彼らはお前たちを兵士たちよりも恐れているという。お前たちのある者は、兵士たちが剣を使うよりもひどく木杖を彼らに振るうと聞いているからだ。それゆえ、当然ながらお前たちの方が彼らにとって恐ろしい存在となっているのだ。ずっと前から私はお前たちにこの名をつけていたが、今やそれを書き記すことにもなりそうだ。不信心なガリラヤ人たちは、ある者たちを「放棄者(アポタクティステース)」と呼んでいる。彼らの大部分は、わずかなものを手放して極めて多くのもの、いやむしろあらゆる場所からあらゆるものを掻き集め、尊崇され、護衛され、歓待される特権を獲得している。お前たちの行いもこれと似たようなものであり、おそらく金儲けをすることだけが除かれている。しかしこれはお前たちによるのではなく、我々によるのだ。我々はあの愚鈍な者たちよりも分別があるからであり、おそらくはお前たちには、彼らがいわゆる「施し」などとどうにか呼んでいるような、もっともらしく徴税するための名目が何もないからでもある。だがその他のあらゆる点においてはお前たちと彼らは瓜二つだ。彼らと同じように祖国を捨て去り、いたる所を徘徊し、軍営を彼ら以上に、より図々しく煩わせた。彼らは呼び出されてやって来るが、お前たちは追い払われながらもやって来るからだ。 そしてこれらのことから、お前たちにとって、いやむしろ我々他の人々にとって何か有益なことが生じただろうか。アスクレピアデスがやって来て、次にセレニアノスが、次にキュトロンが、次に背が高く金髪のよくわからない小僧が、次に君がやって来て、お前たちと共にその二倍もの人々が来た。それでお前たちのこの上京からいかなる善が生じたのか、善良なる者たちよ。どこの都市が、あるいはどこの個人がお前たちの直言の恩恵を感じたのか。お前たちに会うことすら望んでいなかった皇帝のもとへと向かう旅を、お前たちはそもそも最初から愚かにも選んだのではなかったか。そして上京した後は、媚びへつらいながら同時に吠えたて、書物を差し出してはそれらを奏上するように懇願し、その旅をさらに愚かしく、より無知に、より狂気じみた形で用いたのではないか。お前たちの誰一人として、宮廷の記録長官(アンティグラペウス)のところへ通ったほど頻繁に哲学者のところへ通った者はいまい。その結果、お前たちにとってストアの彩飾柱廊(ポイキレ)の代わりにアカデメイアやリュケイオンとなったのは、宮廷の前庭であったのだ。

構文注4 件
  1. 18τοῦτο δὲ οὐ παρ’ ὑμᾶς γίγνεται, παρ’ ἡμᾶς δέ

    前置詞 παρά +対格が「〜のせいによって、〜に起因して」という原因・責任を示す慣用表現。直前の「金儲けをしていないこと(τοῦ χρηματίζεσθαι)」を指す τοῦτο について、「それはお前たちの側の自制によるのではなく、我々の側の賢明さによるのだ」という対比を成している。

  2. 223bἈντικύρας σοι δεῖ

    非人称動詞 δεῖ に人称代名詞与格 σοι と名詞属格 Ἀντικύρας が結びついた構文。「お前にはアンティキュラ(の産物)が必要だ」を意味する。アンティキュラは狂気・精神錯乱の治療薬とされるヘレボルス草(hellebore)の名産地であり、「狂気の治療薬が必要だ=気が狂っている」を指す古典期の有名な慣用表現。

  3. 223cτίς δ’ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης

    動詞 αἰτιάομαι(通常は「告発する、非難する」)が対格(σε)と属格(τῆς... σωφροσύνης)を取る構文。ここでは通常のような罪状の非難ではなく、「〜の原因として名指す、〜のゆえにお前に責任・功績を帰する」という動因帰属の意味で用いられている。直後の ὅτι 節(「あなたが彼を……にしたと言って」)がその帰属の内容を示す。

  4. 224dἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε

    分詞 ἀνελθόντες(上京して)に続く主動詞 ἐχρήσασθε は与格補語 αὐτῇ(直前の τὴν... πορείαν「旅」を受ける)を取り、「その旅をより愚かしく……用いた」を意味する。通常「旅をする」の意で用いられる表現を、手段や機会の行使を表す χράομαι と比較級副詞の重畳によって言い換え、その宮廷行の無駄と狂態を痛烈に非難している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:18