← ユリアヌス

キュニコス派ヘラクレイオスへ

§1-2

犬儒派の不敬な神話と神話の起源

ユリアヌスは、ある犬儒派の者が神々を冒涜する稚拙な神話を語ったのを聴いた不快感を振り返り、哲学と神話の適切な関係および神々への畏敬を教えるべく登壇した経緯を述べ、神話の起源と大衆的性質を考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Ἦ πολλὰ γίνεται ἐν μακρῷ χρόνῳ· τοῦτο ἐκ τῆς κωμῳδίας ἀκηκοότι μοι πρῴην ἐπῆλθεν ἐκβοῆσαι, ὁπηνίκα παρακληθέντες ἠκροώμεθα κυνὸς οὔτι τορὸν οὐδὲ γενναῖον ὑλακτοῦντος, ἀλλ’ ὥσπερ αἱ τίτθαι μύθους ᾄδοντος καὶ οὐδὲ τούτους ὑγιῶς διατιθεμένου. παραχρῆμα μὲν οὖν ἐπῆλθέ μοι διαναστάντι διαλῦσαι τὸν σύλλογον· ἐπεὶ δὲ ἐχρῆν ὥσπερ ἐν θεάτρῳ κωμῳδουμένων Ἡρακλέους καὶ Διονύσου παρὰ τῶν κωμῳδῶν ἀκούειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν συνειλεγμένων χάριν ὑπέμεινα, μάλλον δέ, εἰ χρή τι καὶ νεανικώτερον εἰπεῖν, ἡμῶν αὐτῶν ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι.1 ἔμενον δὲ ἐκεῖνο πρὸς ἐμαυτὸν εἰπὼν "Τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης," ἀνάσχου καὶ κυνὸς ληροῦντος ὀλίγον ἡμέρας μόριον, οὐ πρῶτον ἀκούεις τῶν θεῶν βλασφημουμένων, οὐχ οὕτω τὰ κοινὰ πράττομεν καλῶς, οὐχ οὕτω τῶν ἰδίων ἕνεκα σωφρονοῦμεν, οὐ μὴν οὐδὲ εὐτυχεῖς ἐσμεν, ὥστε τὰς ἀκοὰς καθαρὰς ἔχειν ἢ τὸ τελευταῖον γοῦν τὰ ὄμματα μὴ κεχράνθαι τοῖς παντοδαποῖς τουτουὶ τοῦ σιδηροῦ γένους ἀσεβήμασιν. ἐπεὶ δὲ ὥσπερ ἐνδεεῖς ἡμᾶς τῶν τοιούτων κακῶν ἀνέπλησεν οὐκ εὐαγῶν ὁ κύων ῥημάτων τὸν ἄριστον τῶν θεῶν ὀνομάσας, ὡς μήποτε ὤφελε μήτ’ ἐκεῖνος εἰπεῖν μήτε ἡμεῖς ἀκοῦσαι, δεῦρο πειραθῶμεν αὐτὸν ἐφ’ ὑμῶν διδάξαι, πρῶτον μὲν ὅτι τῷ κυνὶ λόγους μᾶλλον ἢ μύθους προσήκει γράφειν, εἶτα ὁποίας καὶ τίνας χρὴ ποιεῖσθαι τὰς διασκευὰς τῶν μύθων, εἴ τι ἄρα καὶ φιλοσοφία προσδεῖται τῆς μυθογραφίας, ἐπὶ πᾶσι δὲ ὑπὲρ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας ὀλίγα διαλέξομαι· τοῦτο γάρ μοι καὶ τῆς εἰς ὑμᾶς παρόδου γέγονεν αἴτιον καίπερ οὐκ ὄντι συγγραφικῷ καὶ τὸ ἐν τῷ πλήθει λέγειν ὥσπερ ἄλλο τι τῶν ἐπαχθῶν καὶ σοφιστικῶν τὸν ἔμπροσθεν χρόνον παραιτησαμένῳ. μικρὰ δὲ ὑπὲρ τοῦ μύθου καθάπερ τινὰ γενεαλογίαν ἴσως οὐκ ἀνάρμοστον ἐμοί τε φάναι ὑμῖν τε ἀκοῦσαι.

「まことに長き時のうちに多くのことが生じるものだ」。喜劇からこの言葉を聞き知っていた私に、先頃、ある犬儒派の者が鋭くも気高くもない吠え声を上げ、あたかも乳母が神話を歌い聞かせるように、それもまともに語ることもなく喋り立てているのを招かれて聴いていた折、まさにこう叫びたい思いが湧き起こった。その場ですぐさま立ち上がり、集会を解散させようという思いが差したのである。しかし、喜劇の役者たちによってヘラクレスやディオニュソスが喜劇の笑い種にされるのを劇場で聞かねばならないのと同様、語っている者ではなく、集まった人々への配慮から留まった。あるいはむしろ、少しばかり生意気な言い方を許してもらえるなら、我ら自身のため、敬虔で思慮深い分別からではなく迷信ゆえに、あたかも鳩のようにあの取るに足らない言葉に脅かされて飛び去ったのだと思われないために留まったのである。私は自らにこう言い聞かせながら留まっていた。 「耐えよ、心よ、お前はかつてこれよりも犬めいた恥辱にも耐えたのだ」。 犬儒派の者が一日のわずかな合間に愚言を弄するのを辛抱せよ。神々が冒涜されるのを耳にするのはこれが初めてではない。我らは公の事柄をそれほど立派に遂行しているわけでもなく、私的な事柄に関してそれほど慎み深いわけでもなく、さらには、耳を清らかに保ったり、少なくとも目をこの鉄の種族のあらゆる不敬によって汚されないでおくほどに幸運でもないのだから。しかるに、あたかも我らがそのような災いに事欠いているとでもいうかのように、あの犬儒派の者は最も優れた神の名を口にして不浄な言葉で我らを満たしたのである――彼が決して口にせず、我らが耳にしなければよかったものを。そこで、諸君の前で彼を教え諭すことを試みよう。まず、犬儒派には神話よりも議論を記すことこそが相応しいということ、次いで、仮に哲学が神話の作製を少しでも必要とするならば、いかなる神話の改作をどのように施すべきかということ、そして何よりも、神々に対する畏敬について少しく論じよう。これこそが、散文を著す者でもなく、公衆の前で語ることを他の煩わしいソフィスト的所業と同様にこれまで固辞してきた私が諸君の前に登壇した理由となったのである。しかし、神話についていわば一種の系譜のようなものをわずかに語ることも、私が述べ諸君が聞くのに恐らく場違いではあるまい。

§2

Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν ηὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὔροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ ἀνεφάνη, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι2 τό γε ἐξ ἀρχῆς ὁ μῦθος εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ’ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν οἱ ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐδὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὑτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν,3 ἐπὶ τὸ μανθάνειν τε καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται· καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι Ἰξίων νεφέλῃ τινὶ ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα· γίνεται γὰρ ἐντεῦθεν αὐτοῖς τὰ ὑπηνέμια καὶ τερατώδη ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί· πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. εἰ δ’ ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν,4 ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῶν τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται.

さて、そもそもそれがどこから見出されたのか、また聞く者の有益のため、あるいは気晴らしのために虚構をもっともらしく組み立てようと最初に試みたのが誰であるかは、最初にくしゃみをした者や咳払いをした者を探し求めようとする以上に発見することはできまい。だが、トラキアやテッサリアで騎兵が、インドやクレタやカリアで弓兵や軽装の武器が現れたように――それぞれの土地の自然に従って諸々の営為が生じるのだと思うが――他の事柄についても、それらが重んじられている地において何よりもまず最初に見出されたと考えるなら、神話とは原初において群集をなす凡庸な人々の発明であったように思われ、その時から今日に至るまで、笛や竪琴のごとき他の娯楽の聴取物と同様、楽しみと慰安のために彼らの間に行われ続けている。なぜなら、鳥が飛ぶこと、魚が泳ぐこと、鹿が走ることを本性としているがゆえに何の教えも必要とせず、誰かが縛ったり閉じ込めたりしても、自らがそれに向いていると自覚しているこれらの器官を用いようと試みるように、人類の種族もまた、その魂の中にいわば閉じ込められたロゴスと知識――知者たちがまさに「潜勢力」と呼ぶもの――以外の何ものも宿しておらず、自分自身にとって最も親しい仕事に向かうかのように、学び、探求し、詮索することへと向かうからである。そして、慈悲深き神が速やかにその枷を解き、潜勢力を現勢へと導いた者には、ただちに知識が臨む。しかし、いまだ縛られている者たちには――あたかもイクシオンが女神の代わりに雲の傍らに憩わされたと言われるように――真実の代わりに偽りの思惑が染み込んでいる。というのも、彼らにとっては、真の知識のいわば幻影や影のような、中身のない奇怪なものがそこから生じるからである。事実彼らは、真実の知識に先立って虚偽を事とし、あたかも有益で素晴らしいものであるかのように実に熱心に教え、また学ぶのである。もっとも、そもそも神話を最初に創作した者たちのために少しく弁明を試みるべきであるなら、幼児が歯が生える頃に痒がるのに対し、乳母たちがその苦痛を慰めるために両手に何がしかの革細工を取り付けてやるように、彼らもまた、翼が生えかけてさらに何かを知ることを切望しながらも、いまだ真実を教えられることができない幼い魂に、あたかも渇いた畑を潤すかのようにこれらのものを注ぎ込み、そのむず痒さと痛みを慰めようとしたのだと私には思われるのである。

構文注4 件
  1. 204bτοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι

    τοῦ μὴ δοκεῖν は前置詞 ἕνεκα に支配される動名詞(属格不定詞)で、「〜と見なされないために」という目的を表す。δοκεῖν の補語となる不定詞が ἀναπτῆναι であり、分詞 σοβηθείς(単数主格男性)は文全体の主語(話者自身「私」)に一致している。文頭の ἡμῶν αὐτῶν ἕνεκα(複数)から分詞 σοβηθείς(単数)へと人称・数が推移している点に注意。

  2. 205dεἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ ... ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι

    条件文・比較文・主節が絡み合う長大な構文。εἰ δέ... ὑπολαμβάνει(「もし〜と考えるなら」)の目的語として間接話法的不定詞句 μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι が置かれ、それに対応する帰結・主節として τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι...(「神話は凡庸な人々の発明であるように思われる」)が続く。ἔοικεν は対格不定詞構文ではなく、主語 ὁ μῦθος と不定詞 εἶναι を従える人称構文を形成している。

  3. 206bὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν

    二重対格構文(λέγω + 対格 + 述語対格「AをBと呼ぶ」)。関係代名詞 ὃ は先行する「魂に内在するロゴスと知力」のあり方を先行詞とし、主節中で直接目的語として機能し、δύναμιν がその述語対格(「潜勢力」)となっている。

  4. 206dδοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς ... ταῦτα ἐποχετεύειν

    δοκέω の人称構文(δοκοῦσι は3人称複数主節の動詞で、主語は前出の「神話の創作者たち」)。全体として οὗτοι δοκοῦσί μοι ... ἐποχετεύειν(「彼らは〜を注ぎ込んでいると私には思われる」)という骨格を成し、中間に乳母の比喩節(ὥσπερ αἱ τίτθαι...)が挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg007.humanitext-grc2:1-2