- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユリアヌスは神意に従いカエサルの身分を受け入れるも厳しい監視下に置かれ、少数の兵とともにガリアへ派遣される。初年の軍功と孤立、将軍の更迭を経て、やがて全軍の指揮権を託され、ゲルマン人に荒廃させられた広大な防衛線の現実に直面する。
ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες·1 εἶξα καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν.2 οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει·3 τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι.
私はこの考えを安全であるばかりでなく、節度ある人間にふさわしいものと見なしましたし、神々の意図もそちらを指し示していたため――なぜなら、将来の陰謀を警戒するあまり、自分自身を恥ずべき明白な危険へと投げ込むことは、私には途方もなく無分別に思われたからです――、私は屈服し、従いました。そして直ちにカエサルの称号とマントが私に与えられました。しかし、これに伴う隷属と、命そのものをめぐって日々頭上に垂れ込める恐怖たるや、ヘラクレスよ、何と甚だしく恐ろしいものであったことか。扉の錠、門番たち、友人たちから私へ小文を届ける者がいないか調べられる召使たちの手、見知らぬ従者たち。私は辛うじて、私により親身に仕えてくれるよう自分の召使四名、すなわち極めて幼い召使の少年二人と、年長の召使二人を宮廷に招き入れることができたにすぎませんでした。そのうち神々への信仰を私と共有し、できる限り密かに協力してくれたのは一名だけで、一方、私の書物の保管は一人の医師が託されていました。私の多くの忠実な仲間や友人のなかでただ一人いた者であり、彼も友人であることが露見していなかったために同行できたのでした。私はこれらのことをあまりに恐れ、それに対してあまりに臆病になっていたため、私の友人たちの多くが私のところへ入ってこようと望んでも、ひどく不本意ながら拒絶していました。彼らに会いたいと願いながらも、彼らに対しても私自身に対しても災いの原因となることを恐れたからです。しかし、これらは外部の事柄にすぎず、実際の軍務においては次のような状況でした。 皇帝は私に三百六十名の兵士を与え、すでに冬の只中であったにもかかわらず、壊滅状態にあったケルト人の地へと私を派遣しました。それも、現地の軍団を指揮する者としてではなく、むしろ現地の将軍たちに従属する者として派遣したのです。彼らには、敵を警戒する以上に私を厳重に監視し、私が何らかの不穏な企てを起こさないようにせよと、明確に書状で命じられていたからです。私が述べたような状況で事態が進む中、夏至のころに皇帝は、彼自身の姿と像をあちこちへ見せて回る役目として、軍団へと向かうことを私に許しました。というのも、「ガリア人たちに王を与えるのではなく、自らの像を彼らのもとへ届ける者を送るのだ」と、すでに告げられ、文書にも記されていたからです。 そしてお聞き及びのとおり、最初の年の作戦が首尾よく運ばれ、重要な功績が立てられたにもかかわらず、冬営地へと再び戻った私は極度の危険に陥りました。私には軍団を集結させる権限がなかったからです。それを統括する権利を持っていたのは別の人物だったのです。私自身は少数の手勢とともに閉じ込められ、その上、近隣の諸都市から救援を求められたため、手元にあった兵の大半を彼らに与えてしまい、私自身は孤立したまま取り残されました。当時の出来事はそのようにして起こったのです。やがて軍団の指揮官が皇帝から疑いをかけられ、あまり有能ではないと見なされて罷免され、解任されると、私自身は温和で節度ある振る舞いを示していたために、最も無能で手腕のない将軍であると見なされました。というのも、極めて危険な事態を目撃したり、行われるべきことが見過ごされたり、あるいはそもそも行われるべきでないことが行われたりするのでない限り、対立したり軍務に口出ししたりすべきではないと考えたからです。一度ならず二度までも、ある者たちが私に不当な態度をとったとき、私は沈黙を守ることで自尊を保つべきだと考え、以後はマントと像を携えて回るだけにしました。その当時は、自分がそれらを預かる役目として任命されたのだと考えていたからです。 これらを見てコンスタンティウスは、状況は多少改善するとしても、ケルト人の情勢がそれほど劇的に転換することはないだろうと考え、春の初めに軍団の最高指揮権を私に委ねました。そこで私は麦が実るころに作戦を開始しましたが、極めて多数のゲルマン人がケルト人の略奪された諸都市の周囲に恐れもなく定住していました。略奪された都市の数は塔や小規模な砦を除いてもおよそ四十五に及びます。また、蛮族たちがライン川のこちら側で占拠していた地全体の広さは、〔ライン川が〕源流そのものから始まって大洋に至るまで取り囲む範囲と同じだけありました。私たちに最も近い端にいた者たちはライン川の河岸から三百スタディオン離れたところに住んでおり、略奪によって荒廃したまま放置された土地の幅はその三倍にも達し、そこではケルト人たちが家畜を放牧することすらできず、蛮族がまだ周囲に住み着いてすらいない、住人の絶えた町々もいくつか存在していたのです。
- 277aτὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες·
文頭の冠詞付き不定詞句 τὸ ... ἐμβαλεῖν ἑαυτὸν κίνδυνον が主語であり、述語形容詞 θορυβῶδες と動詞 ἐφαίνετο に結びついている。不定詞の意味上の主語に相当する人称代名詞が明示されず、対格分詞 εὐλαβούμενον(「将来の企てを警戒しつつ」)が修飾する形で不定詞句内に埋め込まれている。
- 277bὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν.
構文の離隔(hyperbaton)と統語的再構築が見られる箇所。関係代名詞句 ὧν εἷς(「彼ら〔4人の召使〕のうち1人」)は繋辞を省略したまま分詞 συνειδὼς と συμπράττων で閉じ、続く ἐπεπίστευτο δὲ(「また〜を託されていた」)では別の人物へと転換し、その主語が文末の εἷς ἰατρός および関係節 ὃς ... συναπεδήμησεν によって遅れて示される。
- 279aἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει·
先行詞 γῆς が関係節内へ取り込まれた関係代名詞 ἧς ... γῆς πάσης(「蛮族が占拠していたすべての土地の」)は、主節の主語 τὸ μέγεθος にかかる属格。主節は繋辞を省略して相関節 ὁπόσον ... περιλαμβάνει を述語とし、男性主格分詞 ἀρχόμενος と動詞 περιλαμβάνει の主語には直前の τοῦ Ῥήνου から ὁ Ῥῆνος(ライン川)が補われる。
