- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
僭主は傲慢にも大軍を頼みにして決戦を挑んだが、皇帝の巧みな誘引によって平原へ引き出され、鉄甲騎兵を中心とする整然たる陣形に圧倒されて敗走し、首謀者を置き去りにした。皇帝は投降した敵軍に対し、アキレウスとは対照的な寛容さをもって恩赦と復権を与えた。
ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ’ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ1 πρὸς τὴν Ἀρετὴν διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων δὲ ἐπὶ τὴν μάχην προυφέρετο τὰ τοῦ Καπανέως, βαρβαρίζων καὶ ἀνοηταίνων, οὔτι μὴν κατ’ ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς ἀποσκευαῖς καὶ κτήμασιν,2 οὐδὲ τὸ σῶμα ἀφιεὶς ἐλεύθερον. αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡ βασιλέως δεινότης, καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γανύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα. ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσθαι, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου. Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ’ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν. ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὸν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς. Καὶ τέως μὲν ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ’ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράσκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ’ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου.3
しかし彼自身は、詩人の荒唐無稽な作り話がゼウスに怒った大地が生み出したと語るテュポンに倣って進軍したわけでも、巨人たちのうちで最強の者に似ていたわけでもなく、賢者プロディコスが神話の中で徳と競い合い、ゼウスの子を自分こそが何にも増して尊ばれるべきであると説得しようとする悪徳として描き出した、まさにその姿のままでありました。戦闘へ進出するにあたっても、カパネウスの言動を口にし、野蛮な言葉を放ち分別を欠いていましたが、決してカパネウスのように気魄の強さや肉体の剛勇を頼みとしていたのではなく、自らに従う蛮族の頭数ばかりを当てにしていました。彼はその蛮族たちに対し、敵方の部隊長には部隊長を、中隊長には中隊長を、兵卒には兵卒を、その荷物や財産もろとも戦利品として引き渡し、肉体すら自由のままには残さないと豪語して脅しをかけたのです。しかし王の巧みな用兵がこの男の傲慢を助長し、歓喜して事態を理解せず、これを戦略ではなく単なる遁走と判断した彼を、険隘な地から平原へと誘い出しました。まさにそれゆえに彼は、網にかかる鳥や魚のように捕らえられたのです。すなわち、彼が開けた地、パイオニアの平野へと進出し、そこで雌雄を決するのが自らにとって有利であると考えたまさにその時、王は騎兵を左右それぞれの翼に別々に配置されました。 これらの騎兵のうち、ある者たちは槍騎兵であり、鍛造された胸甲と鉄製の兜で身を覆い、脛当ては踝にぴったりと合い、膝当てや大腿の周りにも同様の鉄の覆いが施され、盾を一切必要とせず、馬上に運ばれる姿はまさに彫像のようでした。彼らに続いて盾を携えた他の多数の騎兵が従い、馬背から弓を射る者たちもおりました。歩兵については重装歩兵が中央に陣取り、左右両側で騎兵と連結し、その背後には投石兵や弓兵、そして盾や胸甲を持たず手で投擲を行うあらゆる軽装兵が控えていました。方陣がこのように整えられると、左翼がわずかに前進しただけで敵軍全体が激しく動揺し、陣列を保てなくなりました。騎兵が猛攻を加え緩めることがなかったため、王権をいとも浅ましく強奪したあの男は見苦しく敗走し、その場に自らの騎兵長官、千人隊長、そして勇敢に戦っていた極めて多くの部隊長たちを置き去りにし、何よりもこの奇怪にして忌まわしい惨劇の演出者であり、王権を変革して我らから特権を奪い取ろうと最初に企てた張本人をも見捨てたのです。 この首謀者は、当初の試みで失敗も挫折も経験しなかったため、それまでは歓喜していましたが、その時になって眼前に迫った正義の報復をその所業に対して要求され、信じがたい処罰を科されることになりました。僭主に加担して戦争に携わった者たち全員のうちで、死は明白であり、逃亡も明らかであり、またある者たちの悔悛も顕著でした。多くの者が助命を乞い、全員が赦免を得ましたが、これは王がテティスの子をその度量の広さにおいて凌駕されたからです。なぜならアキレウスは、パトロクロスが倒れたのちは捕らえた敵を奴隷として売ることすら潔しとせず、膝に取りすがって命乞いをする者たちを刺殺しましたが、王は陰謀を否認した者たちに罪の免除を布告し、死や流刑やその他の処罰への恐怖を取り除いたばかりか、僭主と共にした生活から、あたかも何らかの悲惨な困苦と流浪からであるかのように、かつての損なわれぬ権利を保ったまま彼らを帰還させるのが正当であると考えられたからです。
- 7ἀλλ’ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ
前の否定節 οὔτι κατὰ τὸν Τυφῶνα, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος に対比される補足部。関係代名詞 οἵαν は女性対格であるが、これは先行詞相当の指示詞(「そのような者として」)が省略され、関係節内の直接目的語である τὴν Κακίαν と述語関係を成す形容詞として性・数が牽引・一致している。主語である僭主(αὐτός)の進軍の有様を、プロディコスの寓話における「悪徳」の擬人化像になぞらえている。
- 57aαὐταῖς ἀποσκευαῖς καὶ κτήμασιν
αὐτός の与格複数を用いた古典語特有の随伴・手段の慣用表現(いわゆる「〜もろとも」)。前置詞 σὺν なしで与格の名詞(ἀποσκευαῖς, κτήμασιν)に αὐταῖς を添えることで、「荷物や財産もろとも、そっくりそのまま」という意味を表す。
- 58cκατάγειν σφᾶς ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου
ἐπί +与格(ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν)は条件や法的・身分的前提を示す用法(「以前の損なわれぬ諸権利・地位の条件の下で」)。動詞 κατάγειν は追放者や離脱者を「本国へ復帰させる」「原状に復権させる」という法的な含意を持ち、反乱に加担した者たちを以前の十全な市民的権利を損なうことなく復帰させたコンスタンティウスの寛厚な処置を構文的に示している。
