← ユリアヌス

皇帝コンスタンティヌスの事績あるいは王権について

§17

ヘクトルとの比較とアルプス越えの軍功

弁者はホメロスのヘクトルの戦歴を批判的に検討した上で、コンスタンティウスが越えた峻険なアルプスの要塞およびアクイレイアの地誌・語源を詳述し、王の軍事的偉業を称える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸν ἐπὶ τῶν χειρῶν λύθρον· ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου,1 Ἰδαίου τινὸς ἢ Ταλθυβίου τάξιν ἀναληψόμενον. ἀλλ’ ἔοικε γάρ, ὅπερ ἔφαμεν ἐξ ἀρχῆς, πρόφασις εὐπρεπὴς εἶναι φυγῆς τοῦτο. καὶ γὰρ ὁπότε τῷ Τελαμωνίῳ ξυνίστατο πεισθεὶς τῇ φήμῃ τοῦ μάντεως, ἀσπασίως διελύθη καὶ ἔδωκε δῶρα, τὸν θάνατον ἐκφυγὼν ἄσμενος· καθόλου δὲ εἰπεῖν, φεύγουσιν ἕπεται θρασέως, αἴτιος δέ ἐστιν οὐδαμοῦ νίκης καὶ τροπῆς, πλὴν ὅτε "πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν" ξὺν τῷ Σαρπηδόνι. πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς ἀξίοις μείζονος παρατιθέναι δόξωμεν, ἢ τολμήσομεν2 καὶ πρὸς τηλικοῦτον ἔργον ἁμιλλᾶσθαι; οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. οὐδὲ αὐτὸς ὡς πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. ἔστι δὲ Ἰταλῶν ἐμπόριον πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον. φέρουσι γὰρ ἐντεῦθεν φορτία Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιαν κατοικοῦσιν, Ἑνετοὶ δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο. νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα3 πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ ἰδιότητος τῆς γλώττης. τὸ μὲν δὴ ξύμπαν ἔθνος ὧδε ἐπονομάζεται· τῇ πόλει δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην χαρίζεται. οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα παμμεγέθη καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα,4 ἀρχόμενα μὲν ἀπὸ θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρρηνὸν πέλαγος ἀναπαυόμενα. Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν· ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα· τὰ μὲν ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν κατηνάγκασαν. καὶ νῦν ὁπόσα μέν εἴσω τῶν Ἄλπεων κατοικεῖται, ἔστε ἐπὶ τὸν Ἰόνιον καὶ τὸν Τυρρηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ τὴν ἄρκτον, ἵνα Ῥήνου τέ εἰσιν αἱ πηγαὶ καὶ αἱ τοῦ Ἴστρου πλησίον παρὰ τοῖς γείτοσι βαρβάροις· τὰ δὲ ἐκ τῆς ἕω ταῦτα δὴ τὰς Ἄλπεις ὀχυροῦν ἔφαμεν, ἵναπερ ὁ τύραννος τὴν φρουρὰν κατεσκευάσατο. οὕτω δὴ τῆς Ἰταλίας ἁπανταχόθεν ὄρεσί τε συνεχομένης λίαν δυσβάτοις καὶ θαλάσσῃ τεναγώδει, ἅτε ἐσρεόντων ποταμῶν μυρίων, οἳ ποιοῦσιν ἕλος προσεοικὸς τοῖς Αἰγυπτίοις ἕλεσι, τὸ ξύμπαν τῆς ἐκείνῃ θαλάττης πέρας βασιλεὺς ὑπὸ σοφίας ἔλαβε καὶ ἐβιάσατο τὴν ἄνοδον.

まさにそれゆえに我らはヘクトルを、両手に付着した血糊のゆえに酒を捧げることを拒んだ点については称賛するものの、将軍や王の務めではなく召使いや従僕の務めを果たすべく、イダイオスかタルテュビオスの役割を引き受けようとしていたのであるから、市街へ赴くことも戦場を離れることもすべきではなかったと考えたのである。しかし初めに我らが述べたように、これは体裁のよい逃走の口実にすぎないように思われる。実際、預言者の言葉に従ってテラモンの子と相対したときも、死を喜んで免れるや、快く停戦して贈り物を与えたのである。総じて言えば、逃走する者たちを厚顔にも追撃するものの、サルペドンとともに「アカイア人の防壁へと最初に飛び込んだ」ときを除いては、いかなる勝利や敵の敗走の原因にもなっていない。それでは我らは、これほどの王の偉業を持ち合わせていないとして、いつか小さなものを大きなものに、取るに足らぬものをより大きな熱意に値するものに引き比べていると思われるのではないかと恐れてこの競い合いを避けるべきか、それともこれほどの偉業に対しても競い合う勇気を持つべきであろうか。実際、かの防壁は海辺に築かれ、正午前の半日にも満たない時間で完成されたものであって、我々が規則に従って設営する陣地の柵杭のようなものであった。これに対してアルプス山脈の彼方の防壁は古くからの要塞であり、僭主は逃走の後これを利用し、あたかも新造の砦であるかのように整え、屈強な兵士たちからなる無視し得ない守備隊を残した。彼自身もできるかぎり遠くへ逃亡したわけではなく、近隣の都市に留まっていた。そこは海辺にあるイタリア人たちの交易地であり、極めて繁栄し富に満ち溢れている。なぜならミュシア人やパイオニア人、さらに内陸に住むイタリア人たちがここから貨物を運ぶからである。この人々は以前にはヘネトイ人と呼ばれていたと思われる。しかし今やローマ人が都市を支配しているため、彼らは名称の冒頭に一文字のわずかな付加によって当初の名前を保持している。その記号は単一の字形であり、彼らはそれを「ウー」と呼び、おそらく何らかの気息や言語の固有性のために、しばしばベータの代わりに用いるのである。部族全体は確かにこのように呼ばれているが、その都市については、建設される際に右手に飛来したゼウスの鷲が自らの名声を分け与えたと言われている。この都市はアルプスの麓に位置している。この山脈は巨大な山々で断崖絶壁の岩石を擁し、一台の荷車とラバの牽く二頭立てで無理に通ろうとする者たちにすら通行を辛うじて許すほどであり、我々がイオニア海と呼ぶ海から始まり、現在のイタリアをイリュリア人やガリア人から隔てて、ティレニア海へと至って終わる。というのもローマ人は全土を支配するに及んで――そこにはヘネトイ族や若干のリグリア人、その他のガリア人の少なからぬ一部がいるが――彼らが古代の固有の名を保持することは妨げなかったものの、イタリア人の共通の名に従うことを余儀なくさせたからである。そして現在、アルプスの内側に人の住む、イオニア海やティレニア海にまで至るすべての地はこの名称で飾られている。一方、西側のアルプスを越えた地はガリア人が占拠し、北方の地、すなわちライン川の源流と、隣接する異民族の地でその近くにあるドナウ川の源流があるあたりはラエティア人が占拠している。そしてこの東側の地は、我らが述べたようにアルプスが堅固に守っており、まさにそこに僭主は守備隊を配置したのである。このようにイタリアが極めて険しい山々と、無数の河川が流入してエジプトの湿地に似た沼沢を形成する遠浅の海によって四方を囲まれているにもかかわらず、王はその知恵によってこの地の海の限界全域を掌握し、進軍を成し遂げたのである。

構文注4 件
  1. 71aἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου

    対格分詞 μέλλοντα は前文の τὸν Ἕκτορα を受けて不定詞(ἰέναι, ἀπολείπειν)の意味上の主語として一致しており、理由(「〜しようとしていたのであるから」)を表す。οὐ ... δέ の対比構造において否定辞 οὐ は στρατηγοῦ καὶ βασιλέως を直接修飾し、肯定の διακόνου δὲ καὶ ὑπηρέτου と対置されている。

  2. 71bπότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα... ἢ τολμήσομεν

    接続詞 πότερον ... ἤ による二重疑問文。前半は ὡς+分詞(οὐκ ἔχοντες)で主観的理由(「〜持ち合わせていないとして」)を表し、従属節 μή ποτε ... δόξωμεν(懸念・危惧の接続法節)を従える。後半の ἢ τολμήσομεν が主節のもう一つの選択肢を提示する骨格となっている。

  3. 71dἐστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα

    ラテン文字の 'V'(ワ行音/半母音 /w/ または母音 /u/ を表す文字)についてのギリシア語による言語学的記述。ラテン語の Veneti をギリシア語で転写する際に、ベータ(β)の代わりに二重母音表記 ου(あるいは字形としての V)を用いる慣行を説明している。

  4. 72aμόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα

    分詞 ξυγχωροῦντα(主格中性複数)は主語 ὄρη(山脈)に一致し、与格分詞 βιαζομένοις(「無理に通ろうとする人々」)を間接目的語として取る。手段・道具の与格 ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει は分詞 βιαζομένοις に係り、対格 τὴν ὑπέρβασιν はその目的語である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:17