- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手(ユリアヌス)は、かつて自身を救い財産を回復してくれた皇帝コンスタンティウスが後に不信を抱いた際、王妃エウセビアが執り成して嫌疑を晴らし、さらにギリシア留学の機会を皇帝から引き出してくれた恩義を回想し、ギリシアにおける哲学と教養の不滅性をエジプトのナイル川の譬えを用いて讃える。
ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ̓ ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπʼ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην1 ἔναγχος. ἡ δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου·2 καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης,3 ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇ καὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. ὃ δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν, καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον ἢ πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλῆθος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ̓ ὀλίγον ῥοπῆς ἐπιστῆσαι. Παιδείας δὲ ἕνεκα καὶ φιλοσοφίας πέπονθεν οἶμαι νῦν τὰ τῆς Ἑλλάδος παραπλήσιόν τι τοῖς Αἰγυπτίοις μυθολογήμασι καὶ λόγοις. λέγουσι γὰρ δὴ καὶ Αἰγύπτιοι τὸν Νεῖλον παρʼ αὐτοῖς εἶναι τά τʼ ἄλλα σωτῆρα καὶ εὐεργέτην τῆς χώρας καὶ ἀπείργειν αὐτοῖς τὴν ὑπὸ τοῦ πυρὸς φθοράν, ὁπόταν ἥλιος διὰ μακρῶν τινων περιόδων ἄστροις γενναίοις συνελθὼν ἢ συγγενόμενος ἐμπλήσῃ τὸν ἀέρα πυρὸς καὶ ἐπιφλέγῃ τὰ σύμπαντα. οὐ γὰρ ἰσχύει, φασίν, ἀφανίσαι οὐδὲ ἐξαναλῶσαι τοῦ Νείλου τὰς πηγάς. οὔκουν οὐδὲ ἐξ Ἑλλήνων παντελῶς οἴχεται φιλοσοφία, οὐδὲ ἐπέλιπε τὰς Ἀθήνας οὐδὲ τὴν Σπάρτην οὐδὲ τὴν Κόρινθον· ἥκιστα δέ ἐστι τούτων τῶν πηγῶν ἕκητι τὸ Ἄργος πολυδίψιον· πολλαὶ μὲν γὰρ ἐν αὐτῷ τῷ ἄστει, πολλαὶ δὲ καὶ πρὸ τοῦ ἄστεος περὶ τὸν παλαιὸν ἐκεῖνον Μάσητα· τὴν Πειρήνην δὲ αὐτὴν ὁ Σικυὼν ἔχει καὶ οὐχ ἡ Κόρινθος. τῶν Ἀθηνῶν δὲ πολλὰ μὲν καὶ καθαρὰ καὶ ἐπιχώρια τὰ νάματα, πολλὰ δὲ ἔξωθεν ἐπιρρεῖ καὶ ἐπιφέρεται τίμια τῶν ἔνδον οὐ μεῖον· οἱ δὲ ἀγαπῶσι καὶ στέργουσι, πλουτεῖν ἐθέλοντες οὗ μόνου σχεδὸν ὁ πλοῦτος ζηλωτόν.
というのも、こちらの皇帝は、私がほとんど幼子であった頃から情け深く接してくださり、あらゆる名誉心を凌駕する厚遇を与えてくださったのであり、成年の男でさえ神による何らかの超常的な救いを得ない限り到底逃れ得ないような大きな危機から私を救い出し、次いで有力者の一人によってあたかも無主の地であるかのように横領されていた私の家屋敷を正義によって奪い返し、再び私を富裕な者としてくださったからである。皇帝が私に対してなされた多くの感謝に値する事績については、私はあなた方に他にも語ることができるであろう。それらの恩ゆえに、私は終始皇帝に対して忠順かつ誠実であり続けたにもかかわらず、何が原因であったのか、最近になって皇帝が私に対して以前より険悪な態度を取られるのを感じたのである。だが王妃は、何ら具体的な不正の名は挙がっておらず、根拠のない虚しい嫌疑にすぎないと最初に聞くやいなや、徹底的に究明すべきであり、偽りで不当な讒言を先走って受け入れたり認容したりしてはならないと要求し、私を皇帝の面前に連れて行き弁明の機会を得させるまで、その要求を緩めなかった。そして私がすべての不当な嫌疑から晴らされると我が事のように喜び、私が再び帰郷を望むと、まず皇帝を説得して許可を取り付けた上で、安全な護送を手配してくださった。しかし、以前に私の身に起きた災難を仕組んだかのように思われる悪霊、あるいは何らかの異常な巡り合わせがこの帰途を断ち切ったため、王妃は私をギリシアを見物させるために派遣された。私が言論を愛好していることを聞き知っており、かの地が教養に適していると配慮されたがゆえに、すでに旅に出ていた私のためにさえ、皇帝からこの恩恵を願い出てくださったのである。その時、私は王妃に対して、そして当然ながら第一に皇帝に対して、神が多くの善きものを与えてくださるよう祈った。私が憧れ愛してやまない真の祖国を見る機会を私に与えてくださったからである。実際、トラキアやイオニアに住む我らはギリシアの子孫であり、我らのうち極端に心なき者でない限り、祖先たちに語りかけ、その大地そのものに挨拶することを熱望するものである。このことは私にとっても、当然ながら昔からの切なる願いであり、夥しい黄金や白銀を手に入れることよりも、これが実現することを私は望んでいた。善き人々との交わりは、どれほど莫大な黄金と比べ合わせようとも秤を押し下げ、分別ある判断者に対して少しの傾きに迷うことさえ許さないと私は言いたいのである。 ところで、教養と哲学に関して言えば、現在のギリシアの有様は、エジプトの神話や伝承にどこか似たところがあると私は考える。というのもエジプト人は、ナイル川が彼らにとって他の点でも国土の救い手であり恩人であって、太陽が長い周期の末に高貴な星々と合致するか出会うことによって大気を火で満たし万物を焼き尽くす時にも、火による破滅から彼らを守ると語っているからである。彼らの言うところでは、太陽もナイルの源泉を消し去ることも涸らし尽くすこともできないからである。それゆえ、哲学もまたギリシア人から完全に消滅したわけではなく、アテナイをもスパルタをもコリントスをも見捨ててはいない。そしてアルゴスは、これらの源泉のおかげで「水涸れの地」などでは決してない。多くの泉が市街そのものの中にあり、多くの泉がかの古代のマセス周辺の市外にもあるからである。またペイレーネーそのものはシキュオンが有しており、コリントスではない。アテナイの水の流れは、清らかで自前のものが数多くある一方で、外からも、市内のものに劣らず尊ばれる多くの水が流れ込み運び込まれている。そして人々は、その富がほとんど唯一羨望に値するようなものに富むことを欲して、それらを愛で慈しんでいるのである。
- 118bτραχυτέρως ἔχοντος ᾐσθόμην
知覚動詞 ᾐσθόμην(αἰσθάνομαι のアオリスト)が補語として属格分詞句をとる構文。分詞 ἔχοντος の意味上の主語は文脈上自明な皇帝(ἐκείνου)であり、代名詞が省略されている。またこれを独立属格構文(「皇帝が険悪な態度をとる中で」)と見る余地もあるが、直接的な知覚内容を表す補語分詞(「皇帝がより険悪になっているのを察知した」)と解する方が ᾐσθόμην との結合において自然である。
- 118bοὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου
主節が否定辞 οὐκ を含む否定文であるため、接続詞 πρίν は直説法アオリスト(ἤγαγεν, ἐποίησε)を伴って「ついに〜するに至るまで(until)」という確定した事実の実現を表す。対格不定詞構文(πρὶν ἄγειν 等)をとる仮定的な時間表現とは異なり、王妃の執り成しによって謁見が実際に実現した過去の確定事実であることを明示している。
- 118cδαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης
二つの並列された名詞句 δαίμονος ... ἤ τινος ξυντυχίας ἀλλοκότου に対して、後続の分詞 ὑποτεμομένης が後者の女性名詞(ξυντυχίας)に性数を一致させて置かれた独立属格構文。先行する関係節(ὅσπερ οὖν...)の挿入によって分詞との離隔(hyperbaton)が生じているが、骨格は「悪霊または何らかの異様な巡り合わせがこの旅路を断ち切ったとき」という時間・理由の状況設定である。
