← ユリアヌス

皇后エウセビア讃辞

§1

恩知らずの悪徳と善行に対する公の称賛の正当性

受けた恩恵を隠す恩知らずの心理と悪徳を糾弾し、金銭の施しと異なり美挙に対する公の称賛は有用であり、古代の哲学者や歴史家も実践した正当な行為であると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Τί ποτε ἄρα χρὴ διανοεῖσθαι περὶ τῶν ὀφειλόντων μεγάλα καὶ πέρα μεγάλων, οὔτι φημὶ χρυσίον οὐδὲ ἀργύριον, ἀλλὰ ἁπλῶς ὅ, τι ἂν τύχῃ τις παρὰ τοῦ πέλας εὖ παθών· εἶτα τοιαῦτα μὲν ἀποτίνειν οὔτε ἐπιχειρούντων οὔτε διανοουμένων, ῥᾳθύμως δὲ καὶ ὀλιγώρως ἐχόντων πρὸς τὸ τὰ δυνατὰ ποιεῖν καὶ διαλύεσθαι τὸ ὄφλημα; ἢ δῆλον ὅτι φαύλους καὶ μοχθηροὺς νομιστέον; οὐδενὸς γὰρ οἶμαι τῶν ἄλλων ἀδικημάτων ἔλαττον μισοῦμεν ἀχαριστίαν καὶ ὀνειδίζομεν τοῖς ἀνθρώποις, ὅταν εὖ παθόντες περὶ τοὺς εὐεργέτας ὦσιν ἀχάριστοι· ἔστι δὲ οὐχ οὗτος ἀχάριστος μόνον, ὅστις εὖ παθὼν δρᾷ κακῶς ἢ λέγει, ἀλλὰ καὶ ὅστις σιωπᾷ καὶ ἀποκρύπτει, λήθῃ παραδιδοὺς καὶ ἀφανίζων τὰς χάριτας. καὶ τῆς μὲν θηριώδους ἐκείνης καὶ ἀπανθρώπου μοχθηρίας σφόδρα ὀλίγα καὶ εὐαρίθμητα κομιδῇ τὰ παραδείγματα· πολλοὶ δὲ ἀποκρύπτουσι τὸ δοκεῖν εὖ παθεῖν, οὐκ οἶδα ὅ, τι βουλόμενοι· φασὶ δὲ ὅμως θωπείας τινὸς καὶ ἀγεννοῦς κολακείας τὴν δόξαν ἐκκλίνειν. ἐγὼ δὲ τούτους μὲν ὅτι μηδὲν ὑγιὲς λέγουσι σαφῶς εἰδὼς ὅμως ἀφίημι, καὶ κείσθω διαφεύγειν αὐτούς, καθάπερ οἴονται, κολακείας οὐκ ἀληθῆ δόξαν, πολλοῖς ἅμα πάθεσιν ἐνόχους φανέντας καὶ νοσήμασιν αἰσχίστοις πάνυ καὶ ἀνελευθέροις. ἢ γὰρ οὐ συνιέντες ἀναίσθητοι λίαν εἰσίν, ὧν οὐδαμῶς ἀναίσθητον εἶναι χρῆν, ἢ συνιέντες ἐπιλήσμονες ὧν ἐχρῆν εἰς ἅπαντα μεμνῆσθαι τὸν χρόνον· μεμνημένοι δὲ καὶ ἀποκνοῦντες διʼ ἁσδηποτοῦν αἰτίας δειλοὶ καὶ βάσκανοι φύσει καὶ ἁπλῶς ἅπασιν ἀνθρώποις δυσμενεῖς, οἵ γε οὐδὲ τοῖς εὐεργέταις πρᾷοι καὶ προσηνεῖς ἐθέλοντες εἶναι, εἶτα, ἂν μὲν δέῃ λοιδορῆσαί που καὶ δακεῖν, ὥσπερ τὰ θηρία ὀργίλον καὶ ὀξὺ βλέπουσιν· ὥσπερ δὲ ἀνάλωμα πολυτελὲς φεύγοντες τὸν ἀληθινὸν ἔπαινον, οὐκ οἶδʼ ὅπως, αἰτιῶνται τὰς ὑπὲρ τῶν καλῶν ἔργων εὐφημίας, ἐξὸν ἐκεῖνο ἐξετάζειν μόνον,1 εἰ τὴν ἀλήθειαν τιμῶσι καὶ περὶ πλείονος ποιοῦνται τοῦ δοκεῖν ἐν τοῖς ἐπαίνοις χαρίζεσθαι. οὐδὲ γὰρ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς ἀνωφελὲς χρῆμα ἡ εὐφημία οὔτε τοῖς ὑπὲρ ὧν γέγονεν οὔτε αὖ τοῖς ἄλλοις, ὁπόσοι τὴν ἴσην ἐκείνοις κατὰ τὸν βίον τάξιν εἰληχότες τῆς ἐν ταῖς πράξεσιν ἀρετῆς ἀπελείφθησαν. τοῖς μὲν γὰρ ἄκουσμά τέ ἐστιν ἡδὺ καὶ προθυμοτέρους παρέχει περὶ τὰ καλὰ καὶ διαφέροντα τῶν ἔργων· τοὺς δὲ ἐπὶ τὸ ζηλοῦν ἐκεῖνα πειθοῖ καὶ βίᾳ παρώρμησεν ὁρῶντας ὅτι μηδὲ τῶν προλαβόντων τινὲς ἀπεστερήθησαν ὃ μόνον δοῦναί τε καὶ λαβεῖν ἐστι δημοσίᾳ καλόν.2 χρήματα μὲν γὰρ εἰς τὸ ἐμφανὲς διδόναι καὶ περιβλέπειν, ὅπως ὅτι πλεῖστοι τὸ δοθὲν εἴσονται, πρὸς ἀνδρὸς ἀπειροκάλου· ἀλλʼ οὐδὲ ὑποσχὼν τὼ χεῖρε ὑποδέξαιτ’ ἄν τις ἐν ὀφθαλμοῖς πάντων, μὴ παντάπασιν ἀποσεισάμενος3 αἰδῶ καὶ ἐπιείκειαν τοῦ τρόπου. Ἀρκεσίλαος δὲ καὶ διδοὺς τὸν λαβόντα ἐπειρᾶτο λαθεῖν· συνίει δὲ ἐκεῖνος ἐκ τῆς πράξεως τὸν δράσαντα. ἐπαίνων δὲ ζηλωτὸν μὲν ἀκροατὰς ὡς πλείστους εὑρεῖν, ἀγαπητὸν δὲ οἶμαι καὶ ὀλίγους. καὶ ἐπῄνει δὲ Σωκράτης πολλοὺς καὶ Πλάτων καὶ Ἀριστοτέλης· Ξενοφῶν δὲ καὶ Ἀγησίλαον τὸν βασιλέα καὶ Κῦρον τὸν Πέρσην, οὔτι τὸν ἀρχαῖον ἐκεῖνον μόνον, ἀλλὰ καὶ τὸν ᾧ συνεστράτευτο ἐπὶ βασιλέα καὶ τοὺς ἐπαίνους ξυγγράφων οὐκ ἀπεκρύπτετο.

大いなるもの、いや大いなるものを超える恩義――私が言うのは決して金や銀のことではなく、ただ隣人からたまたま受けたあらゆる恩恵のことであるが――を負いながら、そのような恩義を返そうと試みも意図もせず、できる限りのことをなし負債を解消することに対して怠惰でなおざりな態度をとる人々について、いったい何と考えるべきであろうか。彼らを劣悪で悪徳な者と見なすべきであることは明白ではないだろうか。というのも、〔人々が〕恩恵を受けながら恩人たちに対して恩知らずであるとき、私たちは他のいかなる悪事にも劣らず恩知らずを憎み、人々を非難すると私は思うからである。そして、恩知らずとは、善行を受けながら悪をなしたり言ったりする者ばかりでなく、沈黙して隠し立てし、受けた恩恵を忘却に委ねて消し去ってしまう者でもある。もっとも、あの獣じみた非人間的な悪徳の実例はきわめて稀であり、数えるほどしかない。だが多くの人々は、何を望んでか恩恵を受けたと思われることを隠し立てし、それでもなお、何らかの媚びへつらいや卑屈な追従という評判を避けるためだと称している。しかし私は、彼らが何の真っ当なことも言っていないとよく知っていながらも不問に付そう。そして、彼らが思っているように、追従という不当な評判を免れていると認めてもよい。その一方で彼らは同時に、多くの情念や、きわめて恥ずべき卑屈な病弊に囚われていることが露呈しているのである。というのも、彼らは理解できずに、決して無感覚であってはならない事柄に対してあまりに無感覚であるか、あるいは理解していながら、あらゆる時にわたって記憶すべき事柄を忘れているのである。また、覚えていながらいかなる理由からであれ躊躇しているとすれば、彼らは生まれつき卑怯で嫉妬深く、恩人たちに対してさえ穏やかで愛想よくあろうとしないほど、およそすべての人間に対して悪意を抱いているのである。そのうえ、どこかで罵倒し噛みつくべきとなれば、野獣のように怒気に満ちた鋭い目を向ける。それにもかかわらず、高価な出費を避けるかのように真実の称賛を避け、どういうわけか、美挙に対する賛辞を咎め立てする。真実を重んじ、称賛においてへつらっていると思われることよりも真実を重く見ているかどうかという、ただそのことだけを吟味すればよいはずであるのに。というのも、賛辞というものが、賛美された当人たちにとっても、また人生において彼らと同等の立場を割り当てられながら行為における徳に及ばなかった他の者たちにとっても、無益なものだとは決して言えないからである。前者にとっては耳にして喜ばしいものであり、美しく傑出した行為へ向けてより熱心にさせるし、後者にとっては、公に与えかつ受け取ることが美しい唯一のものを、先人たちの誰も奪われなかったことを見て、説得と強制によってそれらの行為を見倣うよう駆り立てるからである。実際、金を公然と与え、与えられたものをできるだけ多くの者が知るようにと見回すのは、趣味を解さない者のすることである。だがまた、恥辱の念や人柄の良識を完全にかなぐり捨てていなければ、万人を前に両手を差し出して受け取る者もいないであろう。アルケシラオスなどは、与える時でさえ受取人に気づかれないよう努めたが、受取人はその行為からそれを行った者を悟ったのである。他方、称賛については、できる限り多くの聞き手を見出せることが望ましいが、たとえ少数であっても喜ばしいと私は思う。そしてソクラテスも多くの者を称賛したし、プラトンもアリストテレスもそうであった。またクセノポンも、王アゲシラオスやペルシア人キュロス――あの古代のキュロスだけでなく、自らが王に対してともに従軍したあのキュロスをも――称賛し、その称賛を書き記すにあたって隠し立てしなかったのである。

構文注3 件
  1. 103bἐξὸν ἐκεῖνο ἐξετάζειν μόνον

    非人称動詞 ἔξεστι の分詞中性対格を用いた対格独立構文(accusative absolute)。逆接・譲歩(「〜することが可能であったのに」)のニュアンスを帯び、主節の動詞 αἰτιῶνται(咎め立てする)に対する対比的な状況を示す。

  2. 103cὃ μόνον δοῦναί τε καὶ λαβεῖν ἐστι δημοσίᾳ καλόν

    関係代名詞 ὃ は後続する不定詞 δοῦναι と λαβεῖν の目的語であり、この二つの不定詞が主語となって述語 καλόν ἐστι に結合している。先行詞は省略されており、文脈上の「称賛・名誉」を指す。

  3. 103dμὴ παντάπασιν ἀποσεισάμενος

    否定詞 μή を伴うアオリスト分詞で、潜在を表す主節の述語 ὑποδέξαιτ’ ἄν に対する条件節(「もし完全に振り払ってしまっていなければ」)に相当する機能を果たしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:1