- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg001.humanitext-grc2:22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペルシア軍が水陸両面からニシビスを猛攻するも撃退され、クセルクセスの遠征をも凌ぐ破滅的敗北を喫した様子と、コンスタンティウスが勝利の余勢を駆ってヨーロッパへと軍を進めた次第が語られる。
Πέρσαι δὲ ἐξ ἐκείνου τὸν καιρὸν τοῦτον παραφυλάξαντες, ὡς ἐξ ἐφόδου τὴν Συρίαν ληψόμενοι, πᾶσαν ἐξαναστήσαντες ἡλικίαν καὶ φύσιν καὶ τύχην ἐφʼ ἡμᾶς ὥρμηντο, ἄνδρες, μειράκια, πρεσβῦται καὶ γυναικῶν πλῆθος καὶ θεραπόντων, οὐ μόνον τῶν πρὸς τὸν πόλεμον ὑπουργιῶν χάριν, ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον.1 διενοοῦντο γὰρ ὡς καὶ τὰς πόλεις καθέξοντες καὶ τῆς χώρας ἤδη κρατήσαντες κληρούχους ἡμῖν ἐπάγειν. κενὰς δὲ ἀπέφηνεν αὐτοῖς τὰς προσδοκίας τῆς παρασκευῆς τῆς σῆς τὸ μέγεθος. ἐπειδὴ γὰρ ἐς πολιορκίαν κατέστησαν, ἐπετειχίζετο μὲν ἡ πόλις κύκλῳ τοῖς χώμασιν, ἐπέρρει δὲ ὁ Μυγδόνιος πελαγίζων τὸ περὶ τῷ τείχει χωρίον, καθάπερ ὁ Νεῖλος, φασί, τὴν Αἴγυπτον. προσήγετο δὲ ἐπὶ νεῶν ταῖς ἐπάλξεσι τὰ μηχανήματα, καὶ ἐπιπλεῖν ἄλλοι διενοοῦντο τοῖς τείχεσιν, ἄλλοι δὲ ἔβαλλον ἀπὸ τῶν χωμάτων τοὺς ἀμυνομένους ὑπὲρ τῆς πόλεως. οἱ δὲ ἐκ τῶν τειχῶν ἤμυνον καρτερῶς τῇ πόλει. μεστὰ δὲ ἦν ἅπαντα σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν, τῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος.2 ἀσπίδες μὲν ἐπενήχοντο βαρβάρων παμπληθεῖς καὶ νεῶν σέλματα συντριβομένων ἐπʼ αὐταῖς τῶν μηχανημάτων. βελῶν πλῆθος ἐπινηχόμενον μικροῦ δεῖν ἐπεῖχεν ἅπαν τὸ μεταξὺ τοῦ τείχους καὶ τῶν χωμάτων. ἐτέτραπτο δὲ ἡ λίμνη πρὸς λύθρον, καὶ κύκλῳ τὸ τεῖχος ἐπήχουν οἰμωγαὶ βαρβάρων ὀλλύντων μὲν οὐδαμῶς, ὀλλυμένων δὲ πολυτρόπως καὶ τιτρωσκομένων ποικίλοις τραύμασι. Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον κίνδυνον· ἀλλʼ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν θάνατον. τοὺς δὲ οὐδὲ νεῖν εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἀριθμοῦ καὶ μνήμης; ἐπιλείψει με, καθʼ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλεγξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν.3 ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλʼ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων. ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται,4 καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ στράτευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ’ ἡμῖν πραγμάτων ταραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας. Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ νίκας, ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς.
一方、ペルシア軍はその時以来この好機を窺っており、一撃のもとにシリアを手中に収めようと、あらゆる年齢、性別、身分の者を総動員して我らに襲いかかってきました。成人男性、若者、老人、さらには無数の女たちや従僕までもが、単に軍務を補助するためだけでなく、大部分は余計な随伴者として付き従っていたのです。というのも彼らは、諸都市をも占領することになり領土はすでに制圧したものと考えて、我らに植民者を送り込むつもりでいたからです。しかし、あなたの軍備の壮大さが彼らの期待を空虚なものとしました。実際、彼らが包囲戦に入ると、町は周囲を築堤によって取り囲まれ、ミュグドニオス川は、人の言うところではナイル川がエジプトをそうするように、城壁周辺の地を水浸しにして流れ込みました。そして船の上に攻城兵器が載せられて狭間胸壁へと寄せられ、ある者たちは城壁へ舟で押し寄せようと図り、ある者たちは築堤の上から町のために防衛する者たちを射かけました。しかし城壁の守備兵たちは、町のために頑強に持ちこたえたのです。一面は遺体や船の残骸、武器や矢で満ちており、あるものは今まさに沈みゆき、またあるものは、最初に猛烈な勢いで撃ち落とされて沈んだのち、波によって再び浮き上がっていました。無数の異民族の盾が漂い、その上で兵器が粉砕された船の甲板も漂っていました。浮遊するおびただしい矢は、城壁と築堤の間の水面をほとんど覆い尽くすほどでした。水は血糊へと変わり、城壁の周囲には、敵を滅ぼすことなどまるでできず、多様な仕方で命を落とし、ありとあらゆる傷を負わされた異民族の絶叫が木霊していました。 この光景を誰が相応に語り尽くせるでしょうか。火が盾に投ぜられると、多くの重装歩兵が半焼けの状態で転がり落ち、炎から逃れようとする者たちも矢による危機を免れることはできませんでした。ある者はまだ泳いでいる最中に背中を射抜かれて深みへと沈み、ある者は兵器から飛び降りるも水に触れる前に射すくめられ、救いではなく、より楽な死を見出すことになりました。まして泳ぎ方すら知らず、前述の者たち以上に無様な死を遂げていった者たちを、誰が一顧だにして記憶に値すると認めるでしょうか。すべてを一々詳述しようとすれば、私には時間が足りなくなるでしょう。ただ要点を聞くだけで十分です。太陽は、かつて人類が目にしたことのないこの戦いを見届けました。これらの出来事は、メディア人の昔からの驕慢が中身のない虚飾にすぎないことを暴き立てました。そして、あれほどの規模を誇りながら恥辱に満ちた不名誉な結末を遂げたのかとこれまで疑われていたクセルクセスの大軍備の規模の真実性を、我々にとってよく知られたどんな事実よりも明白に証明してみせたのです。クセルクセスは自然に逆らい戦いつつ航行し行軍しようと試み、自身が信じ込んでいたように陸と海の自然を支配しながらも、ギリシア人ひとりの知恵と、贅沢を好まず隷属も知らず、自由の中で統制に従い労苦に耐えることを知る兵士たちの剛勇に敗れ去りました。一方、今回のペルシア王は、クセルクセスよりも軍備においては劣っていたものの、より浅慮であり、狂気においてはアロアダイをも凌駕し、近くの山で町を覆い尽くさんばかりにして、河川の激流を放って城壁を崩したものの、城壁を失った町にすら勝つことができず、あたかもアテナイに火を放ったクセルクセスのように誇れるものを何一つ持ち得ませんでした。そして四ヶ月の時を費やし、軍勢を数万人も減らして撤退し、かつては耐え難いほど傲慢に見えた男も、あなたの多忙と我らの陣営の内紛を自らの延命のための防壁として差し出しつつ、平静に甘んじることになったのです。 あなたはアジアにこれらの記念碑と勝利を残し、全居住世界を戦勝記念碑で満たそうと決意して、疲労を知らぬ軍勢を率いてヨーロッパへと向かわれました。
- 22ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον
ἐκ περιουσίας は「余剰から」「必要以上に」転じて副詞的に「余計なものとして」「無駄に」を意味する。πλεῖστον は中性単数名詞的用法または副詞的用法で、先行する「成人男子、若者、老人、女たちや従僕」といった雑多な従軍者の大部分が、実戦のためではなく無用な足手まとい・余計な群れとして同行していたことを表す。
- 27cτῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος
先行する中性名詞(σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν)を受ける部分属格構文。τῶν μὲν ... τῶν δέ は属格絶対構文を形成しており、τῶν μὲν には現在分詞 καταδυομένων、τῶν δέ には現在受動分詞 κουφιζομένων が呼応する。挿入された時間節内の主語 κατενεχθέντα(中性複数)に対して動詞 κατέδυ(3人称単数)が一致しているのは、中性複数主語に単数動詞が呼応する規則(schema Atticum)による。
- 28bταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν
主節の主語は ταῦτα、述語動詞は κατέστησεν で、目的語 τὸ μέγεθος と述語対格 ἐναργέστερον を取る二重対格構文。τῆς Ξέρξου παρασκευῆς に受動分詞 ἀπιστουμένης τέως がかかり、間接疑問節 εἰ...(主語は女性形 τοσαύτη γενομένη が示す通り παρασκευή)はその内容を説明する。全体として「斯くも巨大でありながら恥ずべき結末に至ったのかとこれまで疑われていたクセルクセスの軍備の規模を、我々によく知られた事柄よりも明白なものとした」という構造をなす。
- 28dοὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται
οὐδὲ ἀτειχίστου τῆς πόλεως は属格絶対構文(「町が城壁を失った状態にあっても」)。動詞 περιγενόμενος は属格支配で「〜に打ち勝つ、〜を制する」を意味するが、ここでは直前の属格名詞句ではなく潜在的な目的語(πόλεως)にかかるか、または ἀτειχίστου τῆς πόλεως そのものを属格目的語として取る(「城壁のない都市にすら打ち勝つことができず」)。οὐδὲ ... ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται は関係節を伴う慣用表現で、「自慢できる種を持たなかった」を意味する。
