← テミスティオス

アリストテレス『分析論前書』第1巻釈義

§102.29-104.10

三項二前提の構造と無効な項選定の排除

テミスティオスは、あらゆる単純な推論が三つの項と二つの前提命題および三つの格を通じて成り立つことを善と快楽の例で総括し、両方の項に共通して後続するものの選定が無効である理由と、他の無効な前提選定を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.0#9

Ἐπεὶ δέδεικται ἡμῖν, πῶς οἷόν τε γίγνεσθαι τοὺς συλλογισμοὺς καθ’ ἕκαστον πρόβλημα, φανερὸν καὶ ἐκ τούτων ἐστίν, ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ δύο γίνεται προτάσεων καὶ διὰ τῶν τριῶν σχημάτων, ἃ φθάσαντες ἐδείξαμεν ἤδη. εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται 〈ἐκλογή1〉, ἔτι δὲ καὶ τῶν ἀλλοτρίων αὐτῶν, καὶ ἐπὶ ἑκάστου 〈τῶν〉 προβλημάτων ἔδει τούτων τι ταὐτὸν εὑρεθῆναι, οἷον ἐπὶ μὲν τοῦ καθόλου καταφατικοῦ τά, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τὰ τῷ ὑποκειμένῳ ἑπόμενα,2 καὶ ἐπὶ τῶν ἄλλων, ὡς δέδεικται, ἐχόντων ἡμῶν δύο μὲν ὅρους τούς, περὶ ὧν ὁ λόγος, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, λαμβανόντων δὲ καὶ ἕτερόν τινα, ὃς ἦν τῷ μὲν κατηγορουμένῳ ὑποκείμενος τοῦ δὲ ὑποκειμένου κατηγορούμενος, τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίγνεσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ὁμοίως. οὕτως μὲν οὖν τρεῖς μόνοι οἱ εἰς τὸν συλλογισμὸν παραλαμβανόμενοι ὅροι. ὅτι δὲ καὶ τρία μόνα τὰ σχήματα, διὰ τῶν ἐνταῦθα πάλιν δεικνυμένων φανερόν [ὅτι τὸ καθόλου καταφατικὸν διὰ τοῦ πρώτου, τὸ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ δευτέρου, τὸ μερικὸν καταφατικὸν διὰ τοῦ πρώτου καὶ τρίτου, τὸ μερικὸν ἀποφατικὸν διὰ τῶν τριῶν]. ἐδείκνυτο γὰρ τὸ μὲν καθόλου καταφατικὸν διὰ τοῦ πρώτου σχήματος, τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ δευτέρου, τὸ δὲ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ τοῦ πρώτου σχήματος καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου. ὑπάρχειν μὲν γὰρ πάσῃ δείκνυται τῇ ἡδονῇ τὸ ἀγαθόν, εἰ οἷς ἕπεται τὸ ἀγαθόν, τοῖς ἑπομένοις τῇ ἡδονῇ τὰ αὐτὰ ᾖ καὶ εἷς ὅρος ἐξ αὐτῶν γένοιτο· τοῦτον γὰρ μέσον ὅρον λαβόντες δείκνυμεν τὸ ἀγαθὸν πάσῃ ἡδονῇ ὑπάρχειν διὰ προτάσεων δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι. πάλιν δ’ αὖ, ἄν τινὶ ἡδονῇ δεικνύωμεν τὸ ἀγαθὸν ὑπάρχειν, λαμβάνεται τά, οἷς εἵπετο τὸ ἀγαθὸν καὶ ἡδονή· ἐὰν γὰρ ἕνα ὅρον ταῦτα ποιήσωμεν καὶ θῶμεν μέσον, συνάγεται τὸ ἀγαθὸν τινὶ ἡδονῇ διὰ τοῦ τρίτου σχήματος. ὅταν δὲ δεικνύωμεν τὸ ἀγαθὸν μηδεμιᾷ ὑπάρχον ἡδονῇ, πάλιν λαμβάνομεν τὰ ἀλλότρια τοῦ ἀγαθοῦ, ὅς ἐστι κατηγορούμενος ὅρος ἐν τῷ προβλήματι, καὶ τὰ ἑπόμενα τῇ ἡδονῇ, καὶ ἐξ αὐτῶν ποιοῦμεν μέσον ὅρον. γίνεται ἡ δεῖξις τούτου ληφθέντος ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ, ἄν λάβωμεν, ἐπεὶ τὰ ἑπόμενα τῇ ἡδονῇ τὰ αὐτά ἐστι τοῖς ἀλλοτρίοις τοῦ ἀγαθοῦ, ὃ οὐδενὶ ὑπάρχει τῷ ἀγαθῷ, καὶ τὸ ἀγαθὸν τούτῳ οὐδενὶ ὑπάρχει· ἀντιστρέφει γὰρ ἡ καθόλου ἀποφατική· τοῦτο δὲ πάσῃ τῇ ἡδονῇ ὑπάρχει. ἐν δὲ τῷ δευτέρῳ σχήματι, ὅτι τὸ ἀλλότριον τοῦ ἀγαθοῦ, ὅ ἐστι ταὐτὸν τῷ ἑπομένῳ τῇ ἡδονῇ, τῷ μὲν ἀγαθῷ οὐδενὶ ὑπάρχει τῇ δὲ ἡδονῇ πάσῃ. ἐπὶ μέρους δὲ ἀποφατικὸν συνάγοντες λαμβάνομεν τὰ ἀλλότρια τοῦ ἀγαθοῦ καὶ τά, οἷς ἕπεται ἡ ἡδονή, τὰ αὐτά, καὶ ἕνα μέσον ὅρον ποιήσαντες ἐξ αὐτῶν ἐν τρίτῳ σχήματι διὰ δύο προτάσεων συνάγομεν τὸ ἐπὶ μέρους ἀποφατικόν· τὸ μὲν ἀγαθὸν οὐδενὶ τῷ ἑαυτοῦ ἀλλοτρίῳ, ὃ ἀλλότριον ταὐτόν ἐστιν τοῖς, οἷς ἡ ἡδονὴ ἕπεται. Φανερὸν οὖν, ὅτι διὰ τριῶν σχημάτων πάντες οἱ συλλογισμοὶ καὶ πάντα τὰ προβλήματα. ἐπεὶ δὲ ταῦτα ἡμῖν εἴρηται ἱκανῶς, ὑπομνῆσαι δεῖ καὶ οὗ εἶπον μὲν ἐν τῷ ἀνωτέρω, ὑπερεθέμεθα δ’ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν τότε,3 ἣν νῦν δὴ λέγειν καιρὸς ἂν εἴη· τοῦτο δὲ ἦν λέγειν μὴ δεῖν ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα, τουτέστιν ἀμφοτέροις τοῖς ὅροις. αἰτία δὲ τούτου αὕτη· οὐδεὶς γίνεται συλλογισμὸς τοῦ ἀμφοτέροις τοῖς ἄκροις ἑπομένου ληφθέντος· εἰ δὲ τοῦτο, ἄχρηστος ἂν εἴη πρὸς συλλογισμοῦ εὕρεσιν ἡ τούτων ἐκλογή. οὔτε γὰρ κατασκευαστικός τε καὶ καταφατικὸς οὔτε ἀνασκευαστικός τε καὶ ἀποφατικός, καταφατικὸς μέν, ὅτι ἐκ τῶν ἑπομένων ἀμφοτέροις οὐδὲν συνάγεται συλλογιστικῶς (διὰ τοῦτο γὰρ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι αἱ ἐκ δύο καταφατικῶν ἐδείχθησαν οὖσαι συζυγίαι), στερητικὸν δὲ καὶ ἀποφατικὸν συλλογισμὸν οὐκ ἐνδέχεται γενέσθαι ἐξ ἀμφοτέρων καταφατικῶν· τὸ γὰρ ἑπόμενον ἀμφοτέροις καταφάσκεται ἀμφοτέρων· ἐν δὲ τοῖς ἀποφατικὸν συνάγουσι καὶ δεικνύουσι δεῖ τὴν ἑτέραν πρότασιν ἐξ ἀμφοτέρων ἀποφατικὴν εἶναι. φανερὸν δέ, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι ἐκλογαί, παρ’ ἃς εἴπομεν, ἄχρηστοι, οἷον εἰ τὰ ἑπόμενα ἀμφοτέροις ταὐτὰ εἴη, ἣν ἤδη ἄχρηστον οὖσαν εἰρήκαμεν ἐκλογήν, καὶ ἡ τά, οἷς ἕπεται ὁ κατηγορούμενος, καὶ τὰ τοῦ ὑποκειμένου ἀλλότρια λαμβάνουσα· γίνεται γὰρ οὕτω τὸ πρῶτον σχῆμα τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχον· ἀσυλλόγιστος δὲ ἦν αὕτη ἡ συζυγία.

各々の課題に応じて推論がいかにして生じうるかが我々によって示された以上、あらゆる単純な推論は三つの項と二つの前提命題を通じて、また我々がすでに先立って示した三つの格を通じて生じるということも、これらから明らかである。なぜなら、もし諸項に後続するもの、およびそれらが後続する相手の〈選定〉が、さらにはそれらと相容れないものの選定も適切に取られており、各々の課題においてこれらのうちの何かが同一であると見出されるべきであったのなら(たとえば全称肯定においては述語が後続する相手と主語に後続するもの、その他の課題においても示された通りである)、論述の対象である二つの項、すなわち主語と述語を我々が保持し、述語には主語として置かれ主語には述語づけられる別の或る項をも取る以上、諸項はただ三つだけになることが必然だからである。他の諸課題においても同様にして同じことが成り立つ。このようにして、推論に取り入れられる諸項はただ三つだけなのである。 他方、格もまたただ三つだけであることは、ここで再び示される事柄を通じても明らかである[全称肯定は第一格を通じて、全称否定は第一格と第二格を通じて、部分肯定は第一格と第三格を通じて、部分否定は三つの格を通じて示される]。実際、全称肯定は第一格を通じて、全称否定は第一格と第二格を通じて、部分肯定は第三格と第一格を通じて、部分否定は第一格、第二格、第三格を通じて示されたからである。というのも、善が後続する相手が快楽に後続するものと同一であり、それらから一つの項が生じるならば、善はあらゆる快楽に属すると示されるからである。実際、これを中項として取ることによって、我々は第一格において二つの全称肯定命題を通じて善があらゆる快楽に属することを示すのである。これに対して再び、もし善がある快楽に属することを示すなら、善と快楽が後続していた相手が取られる。なぜなら、これらを一つの項となして中項として置くならば、第三格を通じて善がある快楽に属することが結論されるからである。他方、善がいかなる快楽にも属さないことを示すときには、再び善(これは課題において述語である項である)と相容れないもの、および快楽に後続するものを取り、それらから我々は中項を作る。これが取られた場合の証明は第一格においても第二格においても生じる。そして、第一格においては、快楽に後続するものは善と相容れないものと同一である以上、善にまったく属さないものには善もまったく属さない(全称否定命題は換位するからである)、そしてこのものはあらゆる快楽に属する、と取るならば生じる。他方、第二格においては、快楽に後続するものと同一であるところの善と相容れないものは、善にはまったく属さず快楽にはすべて属する、ということによって生じる。そして、部分否定を結論するときには、善と相容れないものと快楽が後続する相手とを同一のものとして取り、それらから一つの中項を作って第三格において二つの前提命題を通じて部分否定を結論する。「善は自己と相容れないものにはまったく属さず、その相容れないものは快楽が後続する相手と同一である」。 したがって、あらゆる推論とあらゆる課題は三つの格を通じてなされることが明らかである。そして、これらのことが我々によって十全に語られた以上、私が上において語ったものの、その原因を語るのをその時には先送りにし、まさに今こそ語る好機であろう事柄をも想起せねばならない。その事柄とは、すべてに後続するもの、すなわち両方の項に後続するものを選択してはならないと語ることである。そして、これの原因は次の通りである。両方の端項に後続するものが取られた場合、いかなる推論も生じない。もしそうなら、これらの選択は推論の発見にとって無用であろう。実際、確証的・肯定的にも、論駁的・否定的にも推論は生じない。肯定的推論が生じないのは、両方に後続するものからは何ものも推論的に結論されないからである(まさにこの理由から、第二格において二つの肯定命題からなる組み合わせは推論をなさないと示されたのである)。他方、二つの肯定命題から欠如的・否定的な推論が生じることはありえない。なぜなら、両方に後続するものは両方について肯定されるからである。そして、否定を結論し証明する推論においては、二つの前提命題のうち一方が否定でなければならない。また、我々が挙げたもの以外の他のすべての選択も無用であることは明らかである。たとえば、両方に後続するものが同一である場合(これはすでに無用であると我々が語った選択である)、また述語が後続する相手と主語と相容れないものとを取る選択である。なぜなら、このようにすると小前提命題が否定である第一格が生じるが、この組み合わせは推論をなさないものであったからである。

構文注3 件
  1. 2.0εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται 〈ἐκλογή〉

    長大な条件文の構造。εἰ から始まる従属節(条件節)の中に属格独立構文(ἐχόντων ἡμῶν... λαμβανόντων δὲ καὶ ἕτερόν τινα...)が挿入されており、帰結節は τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίγνεσθαι である。対格不定詞句の述語(τρεῖς μόνους)を主語(τοὺς ὅρους)に先立たせて強調している。

  2. 2.0καὶ ἐν μὲν τῷ πρώτῳ, ἄν λάβωμεν, ἐπεὶ τὰ ἑπόμενα

    ἄν λάβωμεν は条件節(「もし我々が取るならば」)を導入し、その目的語節として後続の ἐπεὶ... 以下の論証内容全体(「快楽に後続するものは…善にはまったく属さず…」)を従えている。省略された主節動詞(γίνεται ἡ δεῖξις)は直前の文脈から補われる。

  3. 2.0οὗ εἶπον μὲν ἐν τῷ ἀνωτέρω, ὑπερεθέμεθα δ’ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν τότε

    関係代名詞 οὗ は動詞 ὑπομνῆσαι の目的語としての先行詞 τούτου が省略されて属格へと牽引された形(または ὑπομνῆσαι+属格の支配による)。直後の ὑπερεθέμεθα δ’ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν における αὐτοῦ はその省略された先行詞(または関係詞が指示する事柄)を指す代名詞の反復である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:102.29-104.10