- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:7.10-9.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスは想起の本質を論じ、記憶や学習との相違を部分的な痕跡の回復として規定した上で、必然的連鎖や習慣的連想の働きを通じて想起が生じる機制を具体例とともに解明する。
Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις καὶ προβληματικοῖς ἡμῖν ἀποδέδεικται, δεῖ τιθέναι ὡς ἀληθῆ καὶ ὑπάρχοντα, ταῦτα δέ ἐστι τὸ μήτε μνήμης ἀνάληψιν τὴν ἀνάμνησιν μήτε λῆψιν εἶναι· οὔτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως μανθάνοντα καὶ λαμβάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν, ἀλλὰ μᾶλλον μανθάνειν, οὔτ’ αὖ τὸν μαθόντα, σῴζοντα δὲ τὴν μνήμην λήθης μηδαμῶς μεσολαβησάσης, ἀλλὰ τὸν πρότερον μὲν ἔχοντα1 σῷον ἅπαν, ὕστερον δὲ τὸ μὲν ἀποβαλόντα τὸ δὲ σῴζοντα, ἐκ δὲ τοῦ σῳζομένου τὸ λοιπὸν ἀναλαμβάνοντα. ἔχει γὰρ ὧδε· ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζωγράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγγινόμενον ὑπομένῃ καὶ σῴζηται τρανές τι καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁρᾶσθαι καὶ προβάλλεσθαι ὡς εἰκώ τινος, ἡ μνήμη τοῦτο, περὶ ἧς εἴρηται· ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου μένῃ, μέρος δέ τι ἠφάνισται ἢ χρόνῳ ἢ ἑτέρῳ συμπτώματι, ὥστε μήτ’ αὐτὸ τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ’ αὐτοῦ κινεῖσθαι, καὶ ἐκ τοῦ ὑπολελειμμένου μέρους τρανοῦς ὄντος καὶ καθαροῦ κινηθῇ κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ2 (τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ ὅλως ἐζοφωμένον) καὶ οἷον ἀναλυθῇ καὶ εὑρεθῇ τῇ ψυχῇ, τοῦτο ἀνάμνησις, οἱονεὶ ἀναζωγράφημα τῆς προτέρας μνήμης, οὐ πάσης (τοῦτο γὰρ μάθησις), ἀλλὰ τοῦ μέρους. ὅταν δὲ ὅλον ἀναλάβωμεν δηλονότι ἀπολέσαντες, μάθησις· δὶς γὰρ μαθεῖν καὶ εὑρεῖν τὸ αὐτὸ ἐνδέχεται. οἷον ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ “μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος”. εἰ μὲν οὖν ὁ τύπος οὗτος μένει ἅπας ἰσχυρός τε καὶ καθαρός, ὡς ἀνεμποδίστως ὅλον ἡμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὅλον προβάλλεσθαι, τοῦτο μνήμη· εἰ δὲ τὸ μὲν “μῆνιν ἄειδε θεὰ” ἐμμένει, τὸ δὲ ἑξῆς ὑπὸ χρόνου καὶ λήθης ἐκλείπει, εἶτα ἐκ τοῦ μένοντος ἡ ψυχὴ κινηθεῖσα ὑπό τινων τύπων ὁμοίων ἢ ἀνομοίων εὑρήσει καὶ τὸ λεῖπον, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὡς τῶν ἁπλῶν ὀνομάτων ἀνάμνησις οὐκ ἔστιν, ἀλλ’ ἢ μνήμη ἢ μάθησις, εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαβῆς προσεξευρίσκομεν τὰς λοιπάς. ἕπεται δὲ τῇ ἀναμνήσει ἐξ ἀνάγκης ἡ μνήμη· ὁ γὰρ ἀναμνησθεὶς τρόπον τινὰ ἐμνήσθη· μέρους γάρ τινος τῆς προτέρας ἐπανάληψιν ποιεῖται μνήμης, καὶ δεῖ διαφέρειν μαθήσεως καὶ εὑρέσεως τὴν ἀνάμνησιν τῷ ἐνεῖναι πλείονα ἀρχὴν ἀναμιμνησκομένοις ἢ ἐξ ἧς μανθάνουσιν,3 εἴπερ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως. τί μὲν οὖν ἐστιν ἀνάμνησις, εἴρηται, ὅτι μνήμης ἀνανέωσις· ὅθεν δὲ συμβαίνει, δῆλον. ἐπεὶ γὰρ πέφυκε κίνησις ἐν ψυχῇ ἥδε μετὰ τήνδε, εἰ μὲν ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνην κινηθῇ, τήνδε κινηθήσεται· εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, ὡς ἐπὶ τὸ πολὺ κινηθήσεται. ὥσπερ γὰρ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἐξ ἀνάγκης ὁ ἐφεξῆς κινεῖται, καὶ δι’ ἐκεῖνον ὁ μετ’ αὐτόν, οὕτω καὶ ἐπὶ τῶν τύπων τῶν ἐν τῇ ψυχῇ· κινηθείσης γὰρ καθάπαξ ὑπό τινος τούτων, εὐθὺς κινεῖ αὐτὴν καὶ ὁ ἐφεξῆς καὶ ὁ μετ’ ἐκεῖνον. οἷον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν καὶ γέγονεν ἐν τῇ ψυχῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κορίσκου· εἶδον μετὰ ταῦτα Σωκράτην φέρε εἰπεῖν κρατοῦντα λύραν, καὶ εὐθὺς ἀνεμνήσθην τῆς τοῦ Κορίσκου λύρας, εἶτα Κορίσκου. πάλιν ἤκουσά του ᾄδοντος “δύο ψυχαὶ ἐξήρχοντο, καὶ μία πρὸς ἄλλην ἔλεγε, ποῖ πορευτέον”. μετὰ δέ τινας χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος κατὰ ῥυθμὸν ἐκεῖνον, λόγον δὲ ἕτερον οἷον “ὁ νοῦς ὁ πρῶτος ἄγει με καὶ πάλιν κάτω φέρει”, καὶ κινηθεὶς ἀπὸ μόνου τοῦ μέλους ἦλθον εἰς ἀνάμνησιν τοῦ πρώτου λόγου “δύο ψυχαὶ ἐξήρχοντο” καὶ τοῦ ᾄδοντος. Τούτων ὄντων εἰσὶ μὲν τύποι τινὲς ἐξ ἀνάγκης ἀκολουθοῦντες ἀλλήλοις· ἀνάγκη γὰρ τὸν μνησθέντα πυρὸς συνεννοῆσαι καὶ θερμότητα, καὶ τὸν τυφθέντα ὑπὸ Σωκράτους τῇ τοῦ Σωκράτους ἀναμνήσει καὶ ὅτι ὑπ’ αὐτοῦ ἐτύφθη ἐν τῷδε τῷ τόπῳ συναναμνησθῆναι. ὅσοι δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, οὐκ ἀεὶ ἕπεται τοῖς προτέροις τὰ δεύτερα, ἀλλ’ ὡς ἐπὶ πολύ. ἔσται δὲ τὸ λεγόμενον ὧδε δῆλον· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκάβητον οὐκ ἀνεμιμνῃσκόμην, ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον (ἄρχονται γὰρ ἀμφότεροι ἐκ τῆς λυ συλλαβῆς)· ἀφ’ οὗ δὴ λύκου ὁρμώμενος ἀνεμιμνησκόμην τὸν Λυκάβητον.
さて、想起することについて論じるのが残されている。まず、探究的・問題提起的な議論において我々によって論証された事柄は、真であり現実に存するものとして措定されねばならない。それらの事柄とは、想起が記憶の回復でも[新規の]獲得でもないということである。というのも、以前に決して獲得せず学ばなかったものを今初めて学び獲得しつつある者が想起しているとは言わず、むしろ学んでいると言うのであり、他方、かつて学びながらも忘却が一切介入することなく記憶を保持している者が[想起している]とも言わず、以前に全体を無傷で保持していたが、後になってある部分は失い別の部分は保持し、その保持されている部分から残りの部分を回復する者が[想起していると言う]からである。事態は次のようになっている。すなわち、第一の感覚器官において現実の感覚から生じる全体の型および描画が、全体として魂を動かすことができ、魂によって全体として見られ、何かの肖像として提示されうるほどに明瞭で輝かしく純粋なままにとどまり保存されているとき、これが言及されたところの記憶である。しかし、全体のある部分はとどまるものの、ある部分は時間や他の偶発事によって消失し、その結果、それ自体が魂を動かすことも魂がそれによって動かされることもなく、明瞭で純粋であるところの残余の部分から、純粋な部分に連続するもの(これは薄暗く完全に覆い隠されていた部分であった)が運動を生じ、魂にとっていわば解明され見出されるようになるとき、これが想起であり、前なる記憶の、全体ではなく(それは学習であるから)、部分のいわば再描画なのである。だが、全体を明白に失った後に回復するときは学習である。同じことを二度学び発見することは可能だからである。例えば、現実の聴取あるいは視覚から、魂の中に「怒りを歌え、女神よ、ペレウスの子アキレウスの」という型が生じたとする。そこで、もしこの型が全体として強く純粋にとどまり、我々が妨げられることなくそれを全体として暗誦でき、全体として提示できるならば、これが記憶である。しかし、もし「怒りを歌え、女神よ」はとどまり、それに続く部分が時間と忘却によって脱落し、そののち魂がとどまっている部分から似ているか似ていない幾つかの型によって動かされて欠けている部分をも見出すとするなら、これが想起である。そしてこれらから明らかなように、単一の語については想起は存在せず、記憶か学習のいずれかであるが、それらの語においても最初の音節がとどまっていて我々が残りの音節をさらに見出す場合はしばしば例外となる。そして想起には必然的に記憶が伴う。想起した者はある意味で記憶したからである。すなわち以前の記憶のある部分の回復をなすからであり、想起する者たちには彼らが学ぶ際の起点よりも大きな起点が内在しているという点において、想起は学習や発見と異なっていなければならない。もしあらゆる教示とあらゆる思考的学習が先行する知識から生じるのであるならば。では、想起とは何であるかは語られた。すなわち記憶の更新である。そしてそれがどこから生じるかも明白である。なぜなら魂の中には、あの運動の後にこの運動が続くという性質が備わっており、それが必然によるならば、あの運動を動かされたときにはこの運動を動かされることになるのは明らかであり、必然ではなく習慣によるならば、大体において動かされることになるからである。鎖においてこの環が持ち上げられると必然的に隣の環が動かされ、それによってその次の環が動かされるのと同様に、魂の中の型においてもそうなのである。なぜなら一度それらの型の一つによって動かされると、直ちに隣の型もその次の型も魂を動かすからである。例えば、コリスコスという竪琴を持った音楽家がいて、魂の中に竪琴とコリスコスの両方の型が生じたとする。その後、例えば竪琴を手にしているソクラテスを見たとすると、直ちにコリスコスの竪琴を想起し、次いでコリスコスを想起したのである。また、ある人が「二つの魂が出立し、一方が他方に言った、どこへ進むべきかと」と歌うのを聞いたとする。しばらくの時間の後、旋律はそのリズムに従いながら言葉は別のもの、例えば「第一の知性が私を導き、再び下へと運ぶ」と歌う別の者を聞き、旋律のみから動かされて最初の言葉「二つの魂が出立し」とその歌い手の想起へと至ったのである。このようなありさまである以上、ある型は互いに必然的に追随し合う。というのも、火を思い出した者が熱さをも思い浮かべること、またソクラテスに打たれた者がソクラテスの想起に伴って、この場所で彼によって打たれたということをも合わせて想起することは必然だからである。他方、必然ではなく習慣による型については、先の事柄に後の事柄が常に追随するわけではなく、大体において追随する。語られていることは次のように明白となるであろう。しばしば私は「リュカベットス」と言おうとして想起できなかったが、そこから自分を「狼(リュコス)」を心に思い浮かべるよう習慣づけた(どちらもリュという音節から始まるからである)。そしてまさにその「狼」から出発して「リュカベットス」を想起したのである。
- 1.2οὔτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως μανθάνοντα... ἀλλὰ τὸν πρότερον μὲν ἔχοντα
動詞 λέγομεν が不定詞 ἀναμιμνῄσκεσθαι を伴い、その意味上の主語として対格分詞句が対比的に並置されている。否定の οὔτε... οὔτʼ αὖ によって先行する二者(初めて学ぶ者、忘却なく保持する者)が退けられ、ἀλλὰ 以下の対格分詞句(全体を保っていたが一部を失い、残余から回復する者)が想起を行う真の主体として導かれている。
- 1.2κινηθῇ κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ
κινήσεις は動詞 κινηθῇ に対する同族対格(内的対格)であり、「幾多の運動を生じる/運動を被る」ことを表す。主語は中性名詞句 τὸ συνεχὲς τῷ καθαρῷ(純粋な部分に連続するもの)であり、後続の括弧的説明(τοῦτο δὲ ἦν τὸ ἀμυδρόν...)および二つの受動態動詞 ἀναλυθῇ καὶ εὑρεθῇ の主語としても機能している。
- 1.2τῷ ἐνεῖναι πλείονα ἀρχὴν ἀναμιμνησκομένοις ἢ ἐξ ἧς μανθάνουσιν
冠詞付き不定詞の与格 τῷ ἐνεῖναι は、動詞 διαφέρειν に対する差異の根拠・度合を示す手段/基準の与格構文である。比較級 πλείονα ἀρχὴν(より大きな起点)の後続節では ἢ [ἐκείνης] ἐξ ἧς μανθάνουσιν のように先行詞(属格指示代名詞)の省略が生じており、学ぶ際の出発点となる知識と対比されている。
