← ソフォニアス

アリストテレス『自然学小論集』注解

§23.17-24.34

蒸散の循環による睡眠の動因と質料因の解明

栄養摂取に伴う蒸散が頭部へ上昇し、脳によって冷却されて心臓へと逆流する身体的機序を通じて、睡眠の動因と質料因を究明する。さらに失神や窒息など他の無感覚状態との識別基準を示し、催眠性物質が頭重を引き起こす例を挙げて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.3#1

Τούτων οὖν προδιωρισμένων ἐχόμενον τῶν εἰρημένων ἐστὶν εἰπεῖν, τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίνεται, τοῦ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν· ἴσως γὰρ τὴν ποιοῦσαν αἰτίαν ἐν τούτοις ἂν μᾶλλον εὑρήσοιμεν καὶ τὴν ὑλικὴν τελεώτερον. φανερὸν οὖν ὡς ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον ᾗ ζῷον τροφήν τε λαμβάνειν καὶ αὔξησιν. τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῷον, ἀλλ’ ᾗ φυτόν· ἐπειδὰν δὲ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾗ ζῷον. ἐγγίνεται δὲ αὐτῷ ἡ αἰσθητικὴ ψυχὴ ὑστέρα ἀποτεχθέντι. τροφὴ δέ ἐστι πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις, τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον. τόποι δ’ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία. φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν. τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους, κοιλίαν λέγω καὶ ἔντερα, γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ὑφ’ ὧν ἀποκομισθεῖσα ἐν τῷ ἥπατι ἐκεῖσε μεταβάλλουσα ἐξαιματοῦται, ἐκεῖθεν δὲ πορευθεῖσα ἐπὶ τὴν ἀρχήν, τὴν καρδίαν, κυρίως πέττεται καὶ αἷμα τέλειον γίνεται· τῶν γὰρ φλεβῶν αἱ μὲν ἐπὶ τὴν καρδίαν φέρονται, αἱ δὲ ἐκεῖθεν ἄρχονται. κομίζουσι γὰρ αἱ μὲν ὥσπερ τινὲς διάκονοι πρὸς αὐτὴν ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων τὸ ἀκατέργαστον αἷμα καὶ ἄπεπτον, ἥτις δεχομένη πέττει καὶ κατεργάζεται· αἱ δὲ τὴν χρείαν ἀποπληροῦσιν ἐπὶ τὸ ἔμπαλιν μετὰ τὴν πέψιν καὶ κατεργασίαν ἐπὶ τὸ ἅπαν σῶμα παραπομπήν.1 εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τροφῆς, νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάπερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λειποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν, ἤδη δὲ γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς καὶ ὁρῶσι. τοῦτο μὲν οὖν ἔχει καί τινα ἀπορίαν· εἰ γὰρ ἐνδέχεται καταδαρθάνειν τὸν λειποψυχήσαντα, ἐνδέχοιτ’ ἂν καὶ ἐνύπνιον εἶναι τὸ τούτου φάντασμα. ἀλλ’ οὐ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον ἄρα.2 δῆλον γὰρ ὡς τῶν μὲν ἐνυπνίων εἰ καὶ μὴ πάντων ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς λειποψυχίαις μνημονεύουσι φαντασμάτων μετὰ τὴν ἀπαλλαγήν. πολλὰ δέ ἐστιν ἃ λέγουσιν ἐν τῷ καιρῷ οἱ σφόδρα λειποψυχήσαντες καὶ δόξαντες τεθνάναι, ὧν οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα ἐνύπνια τὰ ἐκείνων φαντάσματα, ὥστε οὐδὲ ὕπνος ἡ ἐπίληψις. τὰ αὐτὰ δὲ δεῖ λέγειν καὶ περὶ πνιγμοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων. Ἀλλὰ γάρ, ὥσπερ εἴπομεν, οὔκ ἐστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον ὠθούμενον μέχρι που ὠθεῖσθαι, εἶτα ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον· τὸ γὰρ θερμὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκεν αἴρεσθαι, ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται καὶ ὑπὸ τῆς τοῦ ἐγκεφάλου κράσεως ἑαυτοῦ ψυχρότερον ἀποτελεσθῇ, ἀθρόον πάλιν ἀντιστρέφει καὶ κάτω φέρεται ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν, καὶ οὕτω καθεύδει τὸ ζῷον. διὸ γίνονται μάλιστα οἱ ὕπνοι ἀπὸ τροφῆς· ἀθρόον γὰρ πολὺ τό τε ὑγρὸν καὶ τὸ σωματῶδες φέρεται. ἕως μὲν οὖν ἱστῆται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (διὸ καὶ κινοῦμεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες), ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν ἄνω τὰ ὑγρὰ καὶ σωματώδη, συρρέουσιν ἅμα αὐτῷ καὶ ταῦτα, καὶ οὕτω γίνεται ὁ ὕπνος, καὶ τότε τὸ ζῷον καθεύδει. σημεῖον δέ, ὡς τὰ ὑγρὰ καὶ σωματώδη βαρύνουσι τὴν κεφαλήν, καὶ ἀπὸ τῶν ὑπνωτικῶν· πάντα γὰρ ἐπιδήλως καρηβαρεῖν ποιοῦσι τῇ παχύτητι τῆς ἀναφορᾶς τῶν παρ’ αὐτοῖς σωματοειδῶν ὑγρῶν, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι.

したがってこれらが予め規定された以上、述べられたことに続いて言うべきは、何が生じることによって、また何処からこの情態、すなわち覚醒と睡眠の始原が生じるかということである。これらの中においてこそ、おそらく我々は動因をよりよく、また質料因をより完全に発見することができるであろうからである。さて、動物にとって、感覚を持つときに初めて動物である限りにおいて栄養を摂取し成長することが必然であることは明白である。というのも、胎児であるときにも養われるが、動物としてではなく植物としてである。そして感覚を受け取ったときに、初めて動物として養われるのである。そして感覚的魂は、動物が生まれ出た後に遅れて動物に生じるのである。そしてすべてのものにとって究極の栄養とは、有血動物にとっては血液の本性であり、無血動物にとってはそれに比例するものである。そして血液の場所は血管であり、血管の始原は心臓である。そして述べられたことは解剖から明白である。それゆえ外部からの栄養が受容の場所、すなわち胃と腸に入ると、血管への蒸散が生じ、血管によって肝臓へと運ばれてそこで変化して血液となり、そこから始原である心臓へと進んで本来の意味で消化され完全な血液となる。なぜなら血管の中のあるものは心臓へと向かい、あるものは心臓から始まるからである。すなわちあるものはあたかも召使いのように、肝臓の周辺の場所から未加工で未消化の血液を心臓へと運び、心臓はこれを受け取って消化し加工する。他方、別の血管は、消化と加工の後に全身へと送り出すという反対方向への用を果たすのである。そしてこれらについては『栄養について』においてより詳細に語られているが、運動の始原を考察し、感覚的部分が何を被ることによって覚醒と睡眠が生じるのかを考察するために、今それらについて論じ直さなければならない。なぜなら睡眠は、すでに述べられたように、感覚器官の任意の無力状態なのではないからである。意識喪失やある種の窒息や失神もまたそのような無力状態を生じさせ、すでに激しく失神して幻覚を見ている者たちにも表象が生じることがあるからである。さてこのことはある難問を含んでいる。もし失神した者が眠り込むことがありうるなら、この者の表象も夢でありうることになるからである。しかし第一のことが成り立たない以上、第二のことも成り立たない。なぜなら、夢についてはすべてではないにしてもその大部分を目覚めたときに記憶しているのに対し、失神の中での表象については[失神からの]回復後に何ひとつ記憶していないことは明白だからである。そして激しく失神して死んだと思われた者たちがその最中に語る多くのことがあるが、目覚めてから彼らはそのどれも記憶していない。したがって彼らの表象は夢ではなく、それゆえその発作も睡眠ではないのである。同じことは窒息や意識喪失やそれに類するものについても語られねばならない。 だがしかし、我々が述べたように、睡眠とは感覚器官のすべての無力状態なのではなく、栄養に関する蒸散からこの情態が生じるのである。蒸散したものは、押し出されながらあるところまで押し出され、次いでエウリポス海峡のように反転して転回することが必然だからである。動物の各々の熱は上へと上昇する本性を持つが、上方の場所へと至り、脳の配合によって自己よりも冷たくされたとき、再び一斉に反転して下方の心臓へと運ばれ、心臓の中の熱を冷却し、こうして動物は眠るのである。それゆえ睡眠は何よりも栄養から生じる。多量の湿気と物質的なものが一斉に運ばれるからである。したがって頭部にとどまっている間は頭を重くし(それゆえ我々は居眠りしながら頭をあちこち動かすのである)、湿気と物質的なものを上へと導いた熱が反転して傾くとき、これらもまた熱とともに流れ下り、こうして睡眠が生じ、そのとき動物は眠るのである。湿気と物質的なものが頭を重くすることの証拠は催眠物質からも得られる。飲み物も食べ物も、ケシ、マンドラゴラ、ブドウ酒、ドクムギなど、すべてがそれに伴う物質的な湿気の蒸散の濃密さによって明らかに頭重を生じさせるからである。

構文注2 件
  1. 2.3ἐπὶ τὸ ἔμπαλιν μετὰ τὴν πέψιν καὶ κατεργασίαν ἐπὶ τὸ ἅπαν σῶμα παραπομπήν

    対格名詞 παραπομπήν は、動詞 ἀποπληροῦσιν の直接目的語である τὴν χρείαν(用、機能)の内容を具体的に規定する同格的対格句として解釈される。すなわち「反対方向へ[向かう]用、すなわち消化と加工の後に全身へと送り出すこと」を意味する。

  2. 2.3ἀλλ’ οὐ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον ἄρα

    直前の仮定「失神した者が眠り込むことが可能であるなら(第一件)、その心象も夢でありうる(第二件)」に対する否定推論。先行する条件文の前件(τὸ πρῶτον)が否定され、したがって後件(τὸ δεύτερον)も否定されるという推論の構造を端的に表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:23.17-24.34