- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:90.27-92.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
テミスティオスは、表象が感覚と意見の結合であるというプラトンの説を太陽の大きさや屈折の例を挙げて反駁し、知性と表象の区別と類似性を整理した上で、先行する感覚の運動によって動かされ印章のように痕跡を保持する能力として表象の本来の定義を導入する。
Φανερὸν οὖν ὅτι οὔτε δόξα μετ’ αἰσθήσεως, οὔτε συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία· λέγει γὰρ Πλάτων, ὅταν αἰσθανώμεθά τι καὶ προσδοξάζωμεν, ὅτι τοῦθ’ οὕτως ἔχει, τοῦτ’ εἶναι τὴν φαντασίαν. ἐδείχθη δὲ οὐ πάντως ἡ φαντασία συνεφελκομένη τὴν δόξαν, ὥσπερ ἐν ταῖς ἀναζωγραφήσεσι τῶν ἀδυνάτων καὶ ἀμηχάνων. καὶ χωρίς γε τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι, εἴπερ συμπλοκὴ δόξης ἐστὶ καὶ αἰσθήσεως φαντασία, οὐκ ἄλλου μὲν τὴν αἴσθησιν εἶναι προσήκει, ἄλλου δὲ τὴν δόξαν, οἷον λευκοῦ μὲν τὴν αἴσθησιν, δόξαν δὲ ἀγαθοῦ, οὐδὲ τοῦ αὐτοῦ μὲν ὑποκειμένου κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον εἰ τὸ ὑποκείμενον εἴη λευκὸν καὶ ἀγαθόν, τὴν μὲν δόξαν εἶναι περὶ αὐτοῦ καθὸ ἀγαθόν, τὴν δὲ αἴσθησιν καθὸ λευκόν· κατὰ συμβεβηκὸς γὰρ τοῦ αὐτοῦ ἡ δόξα τε καὶ ἡ αἴσθησις. δεῖ οὖν καὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενέσθαι τὴν συμπλοκὴν τῆς τε δόξης καὶ τῆς αἰσθήσεως, καὶ ἔτι συνοδεύειν αὐτὰς καὶ μὴ μάχεσθαι. ὅταν τοίνυν περὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενομένης τῆς δόξης καὶ τῆς αἰσθήσεως ὑπάρχῃ διαφωνία, καὶ ἡ μὲν δόξα ἀληθεύῃ, ἡ αἴσθησις δὲ διαψεύδηται, πῶς ἐροῦμεν τὴν τούτων συμπλοκὴν φαντασίαν; ὅταν γὰρ ἡ μὲν αἴσθησις λέγῃ ποδιαῖον εἶναι τὸν ἥλιον, ἡ δὲ δόξα πολλῷ μείζω τῆς οἰκουμένης, πῶς ταύτας οἷόν τε συμπλακῆναι, ἢ πῶς οἷόν τε μίαν ἐξ αὐτῶν γενέσθαι κρᾶσιν τῆς μὲν ἀληθευούσης τῆς δὲ ψευδομένης; ἀνάγκη γὰρ ἔσται τηνικαῦτα ἢ τὴν ἀληθινὴν περὶ τοῦ ἡλίου δόξαν ἀποβαλεῖν, ἵνα μεταλάβωμεν τὴν ψευδῆ καὶ σύμφωνον τῇ αἰσθήσει, ἢ τὴν αὐτὴν φυλάττοντας ἔτι δόξαν ἀμελεῖν τῆς αἰσθήσεως καθ’ ἣν μάλιστα ἐκτυποῦται ἡ φαντασία. ἑκάτερον δὲ τούτων ἀδύνατον· οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα,1 οὔτε τὴν ἀληθῆ κατέχοντα δόξαν, ὅτι πολλῷ μείζων ὁ ἥλιος τῆς οἰκουμένης, πιστεύειν τῇ φαντασίᾳ ὅτι ποδιαῖος. οὐκ ἄρα κίρναται τηνικαῦτα πρὸς τὴν αἴσθησιν ἡ δόξα, ἀλλ’ ἐκκρούει μᾶλλον τὴν αἴσθησιν καὶ συνεκκρούει καὶ τὴν φαντασίαν· τύπος γὰρ τῆς αἰσθήσεως καὶ ἴχνος ἐστὶν ἡ φαντασία καὶ οὐ κρᾶσις δόξης καὶ αἰσθήσεως· οὐδὲ γὰρ ἐπὶ τῆς κώπης ἐν τῷ ὕδατι κρᾶσις δύναιτ’ ἂν γενέσθαι δόξης καὶ αἰσθήσεως ἡ φαντασία, ἀλλ’ ἡ φαντασία μὲν ἀκολουθεῖ τῇ αἰσθήσει, ἡ δόξα δὲ διαμάχεται. εἰ οὖν μήτε αἴσθησις ἡ φαντασία, μήτε ὑπόληψις (οὔτε γὰρ δόξα οὔτε φρόνησις οὔτε ἐπιστήμη οὔτε νοῦς), [οὔτε] κυρίως ἄρα οὐδεμία λείποιτ’ ἂν δύναμις τῆς ψυχῆς πρὸς ἣν ἀμφισβητήσιμός ἐστιν ἡ φαντασία. εἰ μὲν οὖν ἅπας νοῦς ἐστὶν ἀναμάρτητος, οὐδεμία λείπεται δύναμις· εἰ δέ τις νοῦς ἐστὶν οἷός τε καὶ ἁμαρτάνειν, καὶ μὴ μόνον ἀληθεύειν ἀλλὰ καὶ ψεύδεσθαι, τούτου διακρῖναι τὴν φαντασίαν οὐ ῥᾴδιον· πολλὴν γὰρ ἔχει τὴν ὁμοιότητα. πρῶτον μὲν αὐτὸ τοῦτο ὅπερ ἔφην, τὸ δύνασθαι καὶ ἁμαρτάνειν, εἶτα ὅτι καθάπερ φαντάζεσθαι ἐφ’ ἡμῖν, οὕτω καὶ νοεῖν ἃ βουλόμεθα. τίς οὖν ἡ τῆς φαντασίας πρὸς τὸν τοιοῦτον νοῦν διαφορά, ζητῶμεν ἐφεξῆς. πρῶτον δὲ τὴν ἑκατέρου φύσιν χωρὶς ἂν εἴη διοριστέον· οὕτω γὰρ καὶ πῇ διενηνόχατον ἀλλήλοιν καταφανὲς ἡμῖν γενήσεται, καὶ πρῶτόν γε τί ἐστιν ἡ φαντασία· τέως γὰρ οὐ τί ἐστιν, ἀλλ’ ὅσα οὐκ ἔστι, προείρηται. Ἐπεὶ τοίνυν πολλὰ κινηθέντα ὑπ’ ἄλλου κινεῖν ἕτερον πέφυκεν, ὥσπερ ὁ μοχλὸς κινηθεὶς ὑπὸ τῆς χειρὸς κινεῖ τὸν λίθον, καὶ ἡ θάλαττα ὑπὸ τοῦ πνεύματος κινηθεῖσα κινεῖ τὴν ναῦν, οὐδὲν θαυμαστὸν οὐδὲ ἐπὶ τῆς αἰσθήσεως τοῦτο συμβαίνειν. αὕτη γὰρ κινηθεῖσα ὑπὸ τῶν ἔξωθεν αἰσθητῶν καὶ τὸ εἶδος ἀναλαβοῦσα τοῦ κινήσαντος κινεῖ δύναμιν ἑτέραν τῆς ψυχῆς ἐπὶ τῶν τελειοτέρων ζώων ταύτην ἣν φαντασίαν καλοῦμεν, ἧς φύσις ἐστὶ τοὺς τύπους, οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη, κατέχειν ἐν ἑαυτῇ καὶ ἐνσφραγίζεσθαι καὶ δύνασθαι καὶ ἀπελθόντων τῶν αἰσθητῶν διατηρεῖν ἐπί τινα χρόνον τὰ ἴχνη.2 ἀπελθόντων μὲν οὖν τῶν αἰσθητῶν ἐκφανῶς ἡ δύναμις ἡ φανταστικὴ τῆς αἰσθητικῆς διενήνοχεν· ἡ μὲν γὰρ παύεται ἐνεργοῦσα, ἡ δὲ οὓς παρείληφε τύπους ἔτι κατέχει. παρόντος δὲ τοῦ αἰσθητοῦ καὶ ἅμα ἄμφω ἐκκαλουμένου, λέγω δ’ ἄμφω τήν τε αἴσθησιν ἅμα καὶ τὴν φαντασίαν, τηνικαῦτα χαλεπὸν ἐξευρεῖν τῶν δυνάμεων τούτων τὴν διαφοράν. δοκοῦσι γὰρ αἱ δύο τηνικαῦτα καὶ περὶ ταὐτὸν ὑποκείμενον ἐνεργεῖν καὶ ἐν ταὐτῷ χρόνῳ.
したがって、表象は感覚を伴う意見でもなく、意見と感覚の結合でもないことは明らかである。実際プラトンは、われわれが何かを感覚し、さらに「このことはこのようである」と思いなすとき、これが表象であると述べている。しかし、不可能な事柄やあり得ない事柄を心に描き出す場合のように、表象が必ずしも意見を伴うわけではないことが示された。また、すでに述べられた事柄を別にしても、もし表象が意見と感覚の結合であるならば、感覚があるものに属し、意見が別のものに属すること、例えば感覚が白に属し、意見が善に属するようなことはふさわしくないし、同一の基体についてであるとしても異なる観点において属すること、例えば基体が白にして善である場合、意見はそれが善である限りにおいてそれについてのものであり、感覚はそれが白である限りにおいてそれについてのものであるようなこともふさわしくないことは明らかである。なぜなら、その場合には意見と感覚は偶性によって同一のものについてのものであるにすぎないからである。それゆえ、意見と感覚の結合は同一のものについて、かつ同一の観点において生じなければならず、さらに両者が一致して進み、互いに争わないことも必要である。そうすると、意見と感覚が同一のものについて、かつ同一の観点において生じた際に食い違いが生じ、意見が真を語る一方で感覚が偽を伝えているとき、われわれはこれら[意見と感覚]の結合をどのようにして表象と呼ぶことができるであろうか。実際、感覚は太陽の大きさが一プースの幅であると言う一方で、意見は人間が居住する世界よりもはるかに大きいと言うとき、これらが結合することはどのようにして可能であり、あるいは一方が真を語り他方が偽を語っているのに、それらから一つの融合が生じることはどのようにして可能であろうか。なぜなら、そのときには太陽についての真なる意見を放棄して、偽であり感覚と一致する意見を引き受けるか、あるいは同じ意見をなお保ちつつ、何よりも表象がそれに基づいて刻印される感覚を無視するかのいずれかでなければならないからである。だが、これらはいずれも不可能である。なぜなら、事物が変化したわけでもなく、同様の状態を保ち保存されており、意見を抱く当人も保存されているのに、真なる意見を放棄することは不可能であるし、太陽が人間の居住する世界よりもはるかに大きいという真なる意見を把持していながら、それが一プースの幅であるという表象を信じることも不可能だからである。したがってそのとき、意見は感覚へと融合されるのではなく、むしろ感覚を排斥し、表象をもともに排斥するのである。表象とは感覚の刻印であり痕跡であって、意見と感覚の融合ではないからである。実際、水の中の櫂に関しても、表象が意見と感覚の融合になりうるわけではなく、表象は感覚に従うのに対して意見は争うのである。 したがって、もし表象が感覚でもなく、判断(というのも、意見でも分別でも知識でも知性でもないから)でもないとするなら、厳密に言って、表象がそれと争いになりうる魂の能力は何も残らないであろう。そうすると、もしあらゆる知性が誤らないものであるならば、いかなる能力も残らない。しかし、もしある知性が誤りうるものでもあり、真を語るだけでなく偽を語ることもあるとするならば、表象をこの〔知性〕から区別することは容易ではない。多くの類似性を持っているからである。第一に、私が今しがた述べたことそのもの、すなわち誤りうるということ、次に、表象することがわれわれ次第であるのと同様に、われわれが望むものを思惟することもわれわれ次第であるということである。それゆえ、表象とこのような知性との差異は何であるかを、引き続いて探求することにしよう。しかしまず、両者それぞれの本性を個別に定義すべきであろう。そうすれば、両者が互いにどのように異なっているかもわれわれにとって明白になるであろうし、まず第一に表象とは何であるかが明らかになるであろう。これまでは、表象が何であるかではなく、それが何ではないかということだけが前もって語られてきたからである。 さて、他のものによって動かされた多くのものが別のものを動かす本性を持っているように、例えばテコが手によって動かされて石を動かし、海が風によって動かされて船を動かすように、このことが感覚についても起こることは何ら驚くべきことではない。実際、感覚は外的な感覚対象によって動かされ、動かしたものの形相を受け取ると、より完全な動物において、魂のもう一つの能力、すなわちわれわれが表象と呼ぶこの能力を動かすのであり、その本性は、感覚が感覚対象から写し取って表象に引き渡す刻印を、それ自体の内に保持して刻印し、感覚対象が立ち去った後でもその痕跡を一定の時間保ち続けることができるということにある。したがって、感覚対象が立ち去ったときには、表象能力が感覚能力と異なっていることは明白である。感覚能力は活動することを止めるが、表象能力は受け取った刻印をなお保持しているからである。しかし、感覚対象が目の前に存在し、両者を、すなわち感覚と表象を同時に呼び起こしているときには、これらの能力の差異を見出すことは困難である。なぜならそのときには、この二つは同一の基体について、かつ同一の時間において活動しているように思われるからである。
- 3.3οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα
構文の骨格は οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν であり、非人称構文 οἷόν τέ [ἐστι] の真の主語となる不定詞 ἀποβαλεῖν の意味上の主語が対格句 καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα(意見を抱く当人もまた保たれているのに)として示されている。中間に挟まれた μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου は否定条件の属格絶対構文であり、事態と認識主体の双方が不変であるという二重の条件が対比されている。
- 3.3ἧς φύσις ἐστὶ τοὺς τύπους, οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη, κατέχειν ἐν ἑαυτῇ καὶ ἐνσφραγίζεσθαι καὶ δύνασθαι καὶ ἀπελθόντων τῶν αἰσθητῶν διατηρεῖν ἐπί τινα χρόνον τὰ ἴχνη
関係詞節 ἧς φύσις ἐστί(その本性は〜である)の述語として、一連の並列不定詞 κατέχειν, ἐνσφραγίζεσθαι, δύνασθαι が続く。前置された目的語 τοὺς τύπους は関係節 οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη(感覚が感覚対象から写し取って表象に引き渡す諸刻印)によって修飾され、後続する κατέχειν と ἐνσφραγίζεσθαι(中態「みずからに刻印する」)の共通の直接目的語となっている。最後の δύνασθαι に続く補足不定詞 διατηρεῖν には、独立した目的語 τὰ ἴχνη と挿入された属格絶対句 ἀπελθόντων τῶν αἰσθητῶν が係っている。
