← テミスティオス

アリストテレス『魂について』釈義

§77.28-78.30

質料なき形相の受容としての感覚の定義

アリストテレス『心身論』第2巻第12章(424a17以下)に基づき、感覚が質料なしに形相を受容すること、感覚器官と感覚能力の同一性と本質的区別、過度な感覚対象による器官の破壊、および植物が知覚を持たない理由を論述・解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.12#1

12. Καθόλου δὲ ἔστω περὶ πάσης αἰσθήσεως δῆλον, ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν εἰδῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ, καὶ λαμβάνει μὲν τὸν χρυσοῦν ἢ χαλκοῦν τύπον, οὐχ ᾗ δὲ χρυσοῦς ἢ χαλκοῦς. οὕτω δὲ καὶ ἡ ὄψις τὸ χρῶμα τοῦ ἔχοντος, καὶ τὸν ψόφον ἡ ἀκοή, οὐδὲν δὲ ἧττον καὶ ἡ γεῦσις καὶ ἡ ὄσφρησις, εἰ καὶ μὴ δοκοῦσι· καὶ γὰρ εἰς ταύτας αἱ ποιότητες μὲν διικνοῦνται, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἔξω. πάσχειν μὲν οὖν λέγονται αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν, πολὺ δὲ τὸ πάθος διάφορον ἢ ὡς πάσχει τὰ ἄψυχα, μᾶλλον δὲ ἀναίσθητα σώματα· αἱ μὲν γὰρ αἰσθήσεις λέγονται πάσχειν ὑπὸ τῶν αἰσθητῶν ἔξω μενούσης αὐτῆς τῆς ὕλης, τοῦ δὲ εἴδους μόνου κινοῦντος τὸ αἰσθητήριον, τὰ δὲ τεμνόμενα ἢ θλώμενα ἢ καόμενα συνεισιούσης πάσχει τῆς ὕλης τῆς τοῦ ποιοῦντος· τέμνει γὰρ οὐχ ἡ ὀξύτης, ἀλλ’ ἡ μάχαιρα τουτέστιν ὀξύτης ἡ μετὰ σιδήρου, καὶ κάει τὸ πῦρ, οὐχ ἡ τοῦ πυρὸς μορφὴ καὶ ὁ λόγος. διόπερ ἐπὶ τούτων μὲν τὸ πάθος κυρίως·1 εἰς γὰρ τροπήν τινα καὶ εἰς μεταβολὴν τελευτᾷ, μᾶλλον δὲ ἡ ὕλη γίνεται τοῦ ποιοῦντος τὸ πάσχον [καὶ] κυρίως, ὥσπερ τὸ καόμενον τοῦ κάοντος, καὶ τὸ θλώμενον τοῦ θλῶντος, καὶ τοῦ τέμνοντος τὸ τεμνόμενον· αἱ δὲ αἰσθήσεις οὐχ ὗλαι γίνονται τῶν αἰσθητῶν· οὐ γὰρ λευκαίνεται ἡ αἴσθησις οὐδὲ μελαίνεται οὐδὲ βαρύνεται ἢ ὀξύνεται, ἀλλ’ ὃ πολλάκις καὶ εἰρήκαμεν καὶ ἐροῦμεν, τὸ εἶδος ὑποδέχεται μόνον καὶ τὸν λόγον. διὸ καὶ εἰς κρίσιν καὶ εἰς ἀντίληψιν τελευτῶσιν· ὕλη γὰρ οὐδεμία δύναται κρίνειν τὸ ἐγγινόμενον εἶδος· ἀσύνετον γάρ τι καὶ ἄκριτον καὶ ἀναντίληπτον ἥ γε ὕλη. ὁ λόγος μέντοι καὶ τὰ ἄλλα καὶ λόγον κρίνει καὶ εἶδος εἴδους ἀντιλαμβάνεται,2 εἶδος δὲ ἡ αἴσθησις καὶ λόγος τοῦ πρώτου αἰσθητηρίου· δύναμις γὰρ αὐτοῦ ἐστὶ καὶ μορφή. καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν ἥ τε αἴσθησις καὶ τὸ αἰσθητήριον, ὥσπερ καὶ ἅπασα μορφὴ τῷ δεδεγμένῳ, τὸ δὲ εἶναι ἕτερον τοῦ τε ὀργάνου καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ὄργανον μέγεθός τι καὶ σῶμά ἐστιν, ἡ δύναμις δὲ λόγος καὶ εἶδος ἐκείνου. φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια· ἐὰν γὰρ ὑπὲρ τὴν δύναμιν ᾖ τοῦ αἰσθητηρίου ἡ κίνησις, φθείρεται ἀναγκαίως ἡ δύναμις· λύεται γὰρ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ αἴσθησις· πᾶς μὲν γὰρ λόγος συμμετρία τις καὶ ἁρμονία καὶ οἷον μεσότης, πᾶν δὲ ἡρμοσμένον φθείρεται ὑπὸ τοῦ καθ’ ὑπερβολὴν ἀναρμόστου, ὥσπερ καὶ ἡ συμφωνία καὶ οἱ τόνοι τῶν χορδῶν, ὅταν σφοδρότερον πλήττωνται ὑπὸ τῆς δυνάμεως, καθ’ ἣν ἡρμόσθησαν.3 Τοῦτό τε οὖν ἐκ τῶν εἰρημένων φανερὸν ὅπως συμβαίνει, καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται καὶ ὑγραίνεται καὶ ξηραίνεται. περὶ μὲν οὖν τῶν ἄλλων αἰσθήσεων οὐδ’ ἂν ἀπορήσειέ τις εὐλόγως, εἰ ἀκούει τὰ φυτὰ ἢ ὀσφραίνεται· περὶ τῆς ἁφῆς δὲ οὐκ ἀπεικότως· πάσχει γὰρ ὑπὸ τῶν ἁπτῶν.

12. しかしあらゆる感覚について普遍的に明らかなこととしよう、すなわち感覚とは質料なしに形相を受け入れうるものであるということ、たとえば蝋が鉄や金なしに指輪の[形相を受け入れ]、金の、あるいは青銅の印影を受け取るが、金あるいは青銅である限りにおいてではないのと同様である。そして同様に視覚も[色を]もつものから色を受け取り、聴覚は音を受け取り、味覚や嗅覚も、そう思われないとしても全く劣らず受け取るのである。なぜならこれらの中へも諸性質は浸透するが、質料や基底は外にとどまるからである。それゆえ諸感覚は感覚対象によって変異を被ると言われるが、その被作用は、魂なき物体、むしろ無感覚な物体が変異を被るあり方とは大いに異なっている。なぜなら諸感覚は質料そのものが外にとどまり、形相のみが感覚器官を動かすことによって感覚対象から変異を被ると言われるが、他方で切断されたり、打ち砕かれたり、燃やされたりするものは、作因の質料が共に入り込むことによって変異を被るからである。実際、鋭利さが切断するのではなく刃物、すなわち鉄を伴った鋭利さが切断するのであり、火の形相やロゴスではなく火が燃やすのである。それゆえこれら[無感覚な物体]においては被作用が本来の意味でのものである。なぜならある転化と変化において完結し、むしろ変異を被るものは作因の質料へと本義的になるからであり、たとえば燃やされるものが燃やすものの[質料になり]、打ち砕かれるものが打ち砕くものの、切断されるものが切断するものの[質料になる]のと同様である。しかし諸感覚は感覚対象の質料になるのではない。なぜなら感覚は白くなるのでも黒くなるのでもなく、低音化するのでも高音化するのでもなく、私たちが度々述べてきたし今後も述べるように、形相のみを、すなわちロゴスを受け入れるのである。それゆえそれらは判定へと、また覚知へと完結するのである。なぜならいかなる質料も内在する形相を判定することはできないからである。質料とは知解を欠き、判定を欠き、覚知を欠くものだからである。しかしロゴスは他のものをもロゴスをも判定し、形相が形相を覚知するのであるが、感覚とは第一義的な感覚器官の形相でありロゴスである。なぜなら[感覚は]その器官の能力であり形相だからである。そして基底においては感覚も感覚器官も同一であり、あらゆる形相が〔それを〕受容したものと[同一である]のと同様であるが、しかし器官と能力の存在(本質)は異なるのである。器官とはある大きさであり物体であるが、能力はその器官のロゴスであり形相だからである。そして感覚対象の過度なものがなぜ感覚器官を破壊するのかということも、述べられた事柄から明らかである。なぜならもし運動が感覚器官の能力を超えるなら、能力は必然的に破壊されるからである。ロゴスが解消されるのであり、このロゴスこそが感覚であったからである。実際、あらゆるロゴスとはある比例であり調和であり、いわば中庸であるが、調和したものはすべて、過度において調和を欠いたものによって破壊されるのであり、それは協和音や弦の張度が、それらが調律された能力[比例]よりも激しく打たれたときに[破壊される]のと同様である。それゆえこのことがどのように生じるか、また植物が魂の一部分を持ち、触知しうるものから変異を被りながら、なぜ知覚しないのかということも、述べられた事柄から明らかである。植物も冷やされ、温められ、潤され、乾かされるからである。さて他の諸感覚については、植物が聴くか、あるいは嗅ぐかについて誰も理にかなってアポリアを立てることはないであろうが、触覚については不当ではない。触知しうるものによって変異を被るからである。

構文注3 件
  1. 2.12μᾶλλον δὲ ἡ ὕλη γίνεται τοῦ ποιοῦντος τὸ πάσχον [καὶ] κυρίως

    主語は τὸ πάσχον(被作用者)であり、述語は ἡ ὕλη τοῦ ποιοῦντος(作因の質料)。「変異を被るものが厳密な意味で作因の質料になる」という構造。後続の ὥσπερ τὸ καόμενον τοῦ κάοντος は省略構文で、ὕλη γίνεται が補われる。

  2. 2.12ὁ λόγος μέντοι καὶ τὰ ἄλλα καὶ λόγον κρίνει καὶ εἶδος εἴδους ἀντιλαμβάνεται

    καὶ τὰ ἄλλα καὶ λόγον(「他のものをもロゴスをも」)は κρίνει の複合目的語であり、主語 ὁ λόγος に対して二つの動詞句 κρίνει(判定し)と καὶ εἶδος εἴδους ἀντιλαμβάνεται(形相が形相を覚知する)が並列されている。後者において εἶδος は一方が主格的同格、他方が属格補語(εἴδους)である。

  3. 2.12ὅταν σφοδρότερον πλήττωνται ὑπὸ τῆς δυνάμεως, καθ’ ἣν ἡρμόσθησαν

    関係代名詞 ἣν の先行詞は τῆς δυνάμεως。ここで δύναμις は単なる「力」ではなく、調律の基準となる「比率・比例」あるいは「張度」を指す。また πλήττωνται の主語は前出の αἱ χορδαί(弦)が含意されており、全体として「それらが調律された比例・張度を超えて激しく打たれるとき」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:77.28-78.30