← テミスティオス

アリストテレス『魂について』釈義

§70.12-71.14

味覚の本質と触覚性および外的な媒質の不在

テミスティオスは『心身論』第2巻第10章を注解し、味覚が触覚の一種であり、風味を伝える外的な媒質を必要としない理由を、視覚や嗅覚との差異、および湿り気と風味の関係から説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.10#1

10. Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, ὥστε καὶ ἡ γεῦσις ἁφή τις. ὅτι γὰρ τὸ γευστὸν ἁπτόν, οὕτως ἂν λάβοις. ἐπεὶ γὰρ τὸ γευστὸν οὐδὲν ἄλλο ἐστὶν ἢ χυμός, πᾶς δὲ χυμὸς ἐν ὑγρῷ, τὸ δὲ ὑγρὸν ἁφῇ κρίνεται, ἀνάγκη τὸ γευστὸν καὶ ἁπτὸν εἶναι. διὰ τοῦτο ἄρα, ἐπειδὴ ἁφή τις καὶ ἡ γεῦσίς ἔστιν, οὐ δεῖταί τινος μεταξὺ ὄντος ἀλλοτρίου σώματος τοῦ μέλλοντος αὐτῇ παραπέμψειν τὰς διαφορὰς τῶν χυμῶν, ὥσπερ ἡ ὅρασις τοῦ διαφανοῦς ἐδεῖτο, καὶ ἡ ἀκοὴ τοῦ διηχοῦς, καὶ ἡ ὄσφρησις τοῦ διόσμου· πᾶσαι γὰρ αὗται δέονται μεταξύ τινος ἀλλοτρίου, δι’ οὗ ποιοῦνται τὰς ἀντιλήψεις τῶν αἰσθητῶν, καὶ οὐκ ἔστιν αὐτῶν τι τὸ μεταξὺ τοῦτο, ἀλλ’ ἀπολέλυται τῆς αἰσθήσεως. ἡ δὲ γεῦσις οὐχ οὕτως· οὐδὲ γὰρ ἡ ἁφή. ἀλλ’ εἰ καὶ δέοιντό τινος καὶ αὗται μεταξὺ ὄντος, ὡς ἐπιδείξομεν, ἀλλὰ τοῦτο τὸ μεταξὺ ὁ λόγος εὑρήσει αὐτῶν τι ὂν τῶν αἰσθήσεων·1 τοιοῦτον γὰρ ἡ σὰρξ ἢ τὸ τῇ σαρκὶ ἀνάλογον. διὰ τοῦτο κἂν ἐν ὕδατι ὦμεν, αἰσθάνεσθαι δυνάμεθα τοῦ χυμοῦ, ὅντινα ἂν ἔχῃ τὸ ὕδωρ, καθάπερ καὶ οἱ ἐν τῇ θαλάττῃ καταδυόμενοι· αἰσθάνονται γὰρ καὶ οὗτοι τῆς ἁλμυρότητος, ἀλλ’ οὐ τῇ ἁφῇ ἀλλὰ τῇ γεύσει, καὶ οὐ διὰ τοῦ ὕδατος μεταξὺ ὄντος, ἀλλὰ τῷ μεμῖχθαι τῷ ὕδατι τὸν χυμόν· καὶ γὰρ τῶν πομάτων γευόμεθα ἐν ὑγρῷ ὄντων, ἀλλ’ οὐ τοῦ ὑγροῦ μεταξὺ ὄντος ἀλλ’ αὐτοῦ δεξαμένου τὸν χυμόν, δεξαμένου δὲ οὐχ ὡς τὸ διαφανὲς τὰ χρώματα· οὐ γὰρ οὕτως ὁρᾶται τὰ χρώματα τῷ ἀναμίγνυσθαι πρὸς τὸν ἀέρα ἢ ἀπορρεῖν τι αὐτῶν καὶ ἀνακίρνασθαι πρὸς τὸ διαφανές. τὸν χυμὸν δὲ κερασθῆναι δεῖ τῇ ὑγρότητι καὶ μιχθῆναι καὶ ὥσπερ ἐν ὕλῃ εἶδος γενέσθαι· ποιότης γὰρ ὑγροῦ ὁ χυμός, ἀλλ’ οὐχ ᾗ ὑγρόν· ἄλλαι γὰρ ποιότητες ὑγροῦ ᾗ ὑγρόν, οἷον τὸ εὔεικτον καὶ εὐόλισθον καὶ εὐδιαίρετον, ὁ χυμὸς δὲ ποιότης ὑγροῦ, ὅτι πάντως ἐν ὑγρῷ. καὶ οὕτω καθ’ αὑτὸ ὑπάρχει τῷ ὑγρῷ ὁ χυμός, ὅτι τῷ εἶναι αὐτοῦ ἐμπεριέχεται ἡ ὑγρότης,2 ἐμπεριέχεται δὲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· οἱ γὰρ ἅλες δυνάμει ὑγροί· ἅμα γὰρ τῷ πελάσαι τῇ γλώττῃ συντήκονται καὶ ἐξυγραίνουσι τὴν γλῶτταν. Τὸ μὲν οὖν μεταξύ, λέγω δὲ τὸ τοιοῦτο μεταξὺ τὸ ἀλλότριον, ἐπὶ τῶν αἰσθήσεων τούτων ἐλλείπει, τὰ μέντοι γε λοιπὰ ἀνάλογόν ἐστιν· ὡς γὰρ τὸ χρῶμα ἦν ὁρατόν, οὕτω γευστόν ἐστιν ὁ χυμός· καὶ ὥσπερ ἡ ὄψις τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (τὸ γὰρ σκότος ἀόρατον, κρίνει δὲ καὶ τοῦτο ἡ ὄψις), οὕτω καὶ ἡ γεῦσις τοῦ τε γευστοῦ καὶ τοῦ ἀγεύστου· τῆς γὰρ οἰκείας στερήσεως ἑκάστη τῶν αἰσθήσεων ἀντιληπτική, καὶ οὐ μόνον γε τῆς στερήσεως, ἀλλὰ καὶ τῆς ὑπερβολῆς, ἀλλὰ ταύτης γε σὺν βλάβῃ· οὐ γὰρ ὁμοίως αἰσθάνεται σιγῆς ἡ ἀκοὴ καὶ τῶν μεγάλων καὶ βιαίων ψόφων, ἀλλ’ ἐκείνης μὲν τῷ μὴ κινεῖσθαι, τούτων δὲ τῷ φθείρεσθαι· γίνονται γάρ πως καὶ αἱ ὑπερβολαὶ τῶν αἰσθητῶν ἀναίσθητοι διὰ τὸ τὴν δύναμιν ὑπερτείνειν τῆς αἰσθήσεως, καὶ διὰ τοῦτο οὐ μόνον ὁ μικρὸς ψόφος ἀνήκουστος, ἀλλὰ τρόπον τινὰ καὶ ὁ μέγιστος καὶ ὁ βίαιος.

10. 味わえるものは触知しうるものの一種であり、それゆえ味覚もまた一種の触覚である。というのも、味わえるものが触知しうるものであることは、次のように把握できよう。味わえるものは風味以外の何ものでもなく、すべての風味は湿ったものの中にあり、湿ったものは触覚によって判定される以上、味わえるものも触知しうるものであることは必然であるからである。それゆえまさに、味覚もまた一種の触覚である以上、視覚が透明なものを必要とし、聴覚が通響的なものを、嗅覚が通臭的なものを必要としたようには、風味の諸差異を自己へと送り届けるはずの外的な別の物体の媒介を必要としない。なぜなら、これら[視覚・聴覚・嗅覚]はすべて、それを通じて感覚対象の把握を行う何らかの外的な媒質を必要としており、この媒質はそれらの感覚[器官]のいかなる一部でもなく、感覚から切り離されているからである。これに対して味覚はそうではない。触覚もそうではないからである。しかし、われわれが示すように、仮にこれら[味覚と触覚]も何らかの媒質を必要とするとしても、論述が見出すであろうように、この媒質は感覚[器官]自身に属する何かである。肉、あるいは肉に類似するものがまさにそれである。この理由から、たとえわれわれが水の中にいようとも、水がどのような風味を持っていようと、その風味を知覚することができるのであり、海の中に潜る者たちの場合も同様である。なぜなら彼らも塩辛さを知覚するが、触覚によってではなく味覚によってであり、水が媒質であることによるのではなく、風味が水と混ざり合っていることによるからである。現にわれわれは湿ったものの中にある飲料を味わうが、湿ったものが媒質であることによるのではなく、湿ったもの自体が風味を受け容れたことによるのであり、しかも透明なものが色を受け容れるようには受け容れていない。というのも、色が空気と混ざり合ったり、色から何かが流出して透明なものと混和したりすることによって見られるわけではないからである。しかし風味は、湿り気と混和され混ざり合い、いわば質料の中にある形相のようにならねばならない。風味とは湿ったものの性質であるが、湿ったものである限りにおいての性質ではないからである。湿ったものである限りにおいての湿ったものの性質は、従順さや滑らかさや可分性など別のものであり、他方、風味は、いかなる場合にも湿ったものの中にあるがゆえに湿ったものの性質なのである。そしてこのように、風味の本質のうちに湿り気が包摂されているがゆえに、風味は湿ったものにそれ自体として属している。そして[湿り気は]可能態においてであれ現実態においてであれ包摂されている。現に塩は可能態において湿っている。舌に近づくと同時に溶け合い、舌を湿らせるからである。 それゆえ、媒質、すなわちそのような外的な媒質は、これらの感覚においては欠如しているが、残りの点においてはまさに類比的である。すなわち、色が可視的であったように、そのように風味は味わえるものであり、視覚が可視的なものと不可視的なものの両方に向けられているように(暗闇は不可視的であるが、視覚はこの暗闇をも判定する)、そのように味覚も味わえるものと味わえないものの両方に向けられている。各感覚は固有の欠如態を把握する能力を持ち、欠如態のみならず過度をも把握するが、過度については害を伴って把握するからである。というのも、聴覚は静寂と、大きく激しい音とを同様に知覚するのではなく、前者に対しては動かされないことによって、後者に対しては損なわれることによって知覚するからである。感覚対象の過度もまた、感覚の能力を超え出るがゆえにある意味で知覚不能なものとなるのであり、この理由から、わずかな音が聞こえないだけでなく、ある意味で最大にして激しい音もまた聞こえないのである。

構文注2 件
  1. 2.10ἀλλ’ εἰ καὶ δέοιντό τινος καὶ αὗται μεταξὺ ὄντος, ὡς ἐπιδείξομεν, ἀλλὰ τοῦτο τὸ μεταξὺ ὁ λόγος εὑρήσει αὐτῶν τι ὂν τῶν αἰσθήσεων

    譲歩を表す εἰ καὶ(仮に…だとしても)節に対して主節の冒頭にも重複して ἀλλά が置かれる慣用的な照応構文。αὐτῶν τι ὂν τῶν αἰσθήσεων の属格 τῶν αἰσθήσεων は全体属格(partitive genitive)で、「感覚(器官)それ自体に属する何らかの部分」を意味し、外的に分離した媒質(ἀπολέλυται τῆς αἰσθήσεως)と対比されている。

  2. 2.10τῷ εἶναι αὐτοῦ ἐμπεριέχεται ἡ ὑγρότης

    τῷ εἶναι αὐτοῦ はアリストテレス的用法で「その本質(定義)において/本質的な存在に」を意味する限定・場所の与格。αὐτοῦ は直前の ὁ χυμός(風味)を指し、湿り気が風味の本質的定義(ロゴス)に含まれていることを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:70.12-71.14