← テミスティオス

アリストテレス『魂について』釈義

§61.20-62.38

媒質の必要性とデモクリトス批判による視覚の定義

テミスティオスは暗闇で光る物体が見える理由についてソシゲネスの学説を引き、色と光の本質的定義を整理した上で、媒質(透明なもの)がなければ視覚は生じず真空の中では何も見えないとしてデモクリトスを批判し、音や匂いの媒質(透音性・透嗅性)にも言及して視覚の定義を与える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.7#3

Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλον εἶναί φησι λόγον1 καὶ προσήκοντα μᾶλλον τοῖς περὶ αἰσθήσεως καὶ αἰσθητῶν· λέγει δὲ αὐτὸν Σωσιγένης ὁ Ἀλεξάνδρου διδάσκαλος ἐν τῷ τρίτῳ Περὶ ὄψεως, εἴ τῳ πιθανὸς ὁ Σωσιγένης, μετέχειν καὶ ταῦτα φάσκων φύσεώς τινος ἐπ’ ὀλίγον τοιαύτης, οἵας καὶ τὸ πέμπτον σῶμα καὶ τὸ πῦρ· αὕτη δέ ἐστι τὸ δύνασθαι λάμπειν τε καὶ φωτίζειν τὸν παρακείμενον ἀέρα ἢ τὸ σῶμα τὸ διαφανές. φωτίζεσθαι οὖν πως καὶ ὑπὸ τούτων τὸν ἀέρα νύκτωρ, ὅταν μὴ ὑπὸ τοῦ μᾶλλον φωτίζοντος καταλάμπηται καὶ ἀφανὲς τὸ παρὰ τούτων γίνηται φῶς ἀμαυρούμενον τῷ λαμπροτέρῳ. ἐν μέντοι τῇ νυκτὶ μέχρι τινὸς οἷά τε φωτίζειν τὸν πλησίον αὐτῶν ἀέρα, οὐχ ὥστε καὶ ἄλλα ποιεῖν ὁρατά, ἀλλ’ ὡς αὐτὰ ἀγαπητῶς διαφαίνεσθαι διὰ τὸ τὴν οὐσίαν ἐκείνην ὀλίγην αὐτοῖς ὑπάρχειν, παρ’ ἧς τὸ φῶς. καὶ τὸ πῦρ δὲ αὐτὸ τὸν μὲν πλησίον ἀέρα οὕτω φωτίζει, ὥστε καὶ τὰ τῶν ἄλλων χρώματα ποιεῖν ὁρατά, τὸν πόρρω δὲ οὕτως, ὥστε ἑαυτὸ μόνον ποιεῖν ὁρατόν. νῦν δὲ ἐπὶ τοσοῦτον ἔστω δῆλον, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον τοῦτο κυρίως χρῶμά ἐστι· τοῦτο γὰρ ἦν αὐτῷ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς,2 τὸ δὲ ἐν σκότει ἢ οὐ χρῶμα, ἢ ἕτερον τρόπον· ὥστε δύο εἶναι διαφορὰς ταύτας τῶν ὁρατῶν τε καὶ χρωμάτων, ὅτι τὰ μὲν ἐν φωτὶ ὁρᾶται ἐν σκότει δ’ οὔ, τὰ δὲ ἐν σκότει μὲν ἐν φωτὶ δὲ οὔ. τὸ πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ εἰκότως· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές, καὶ τὸ φῶς τοῦ πυρὸς ἦν τις δύναμις καὶ παρουσία, ὥστε ἀναγκαίως καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὸ πῦρ ὁρατόν· φῶς γὰρ πάντως περὶ αὐτό. καὶ τοῦτο μόνῳ τῷ τοῦ πυρὸς χρώματι ὑπάρχει τὸ φωτίζειν δύνασθαι τὸν πλησίον ἀέρα, τοῖς λοιποῖς δὲ χρώμασιν οὐκέτι, τάχα δὲ οὐδὲ τῷ τοῦ πυρὸς χρώματι ᾗ πῦρ, ἀλλ’ ἢ τινὸς ἄλλης φύσεως κεκοινώνηκεν· διὸ ἐκεῖνο μὲν ὁρᾶται καὶ ἐν τῷ σκότει, τὰ λοιπὰ δ’ οὔ. ὅτι δὲ τὸ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, σημεῖον· ἐὰν γάρ τις θῇ τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται, ἀλλὰ τὸ μὲν χρῶμα κινεῖ τὸ διαφανές, οἷον τὸν ἀέρα, ὑπὸ τούτου δὲ ἤδη συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. εἰ δὲ μὴ χρεία τοῦ διαφανοῦς ἦν, ὥστε διαπορθμεύειν τὸ χρῶμα τῇ ὄψει, καὶ ἐπ’ αὐτὴν ἄν τὴν ὄψιν τιθέμενον ἑωρᾶτο. οὐ καλῶς οὖν λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβέστερον· τοῦτο γὰρ ἀδύνατον· ἀλλοιουμένης γὰρ τῆς αἰσθήσεως καὶ οἷον πασχούσης γίνεται τὸ ὁρᾶν. ὑπ’ αὐτοῦ μὲν οὖν τοῦ ὁρωμένου χρώματος οὐ πάσχει· ἦ γὰρ ἂν μᾶλλον ἔπασχεν ἐπιτιθεμένου τῇ κόρῃ· λείπεται δὲ ὑπὸ τοῦ μεταξύ· τοῦτο δέ ἐστι τὸ διαφανές. ὥστε οὐχ ὅπως ἂν ἀκριβέστερον ἑωρῶμεν διὰ τοῦ κενοῦ, ἀλλ’ οὐδὲ ἂν ἑωρῶμεν ὅλως3 μηδενὸς ὄντος, ὃ πρῶτον αὐτὸ ἀλλοιούμενον οὕτω τὴν αἴσθησιν ἀλλοιοῖ. Ὁ δὲ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ περὶ ὀσμῆς ἐστίν· οὐδὲ γὰρ οὐδὲ τούτων οὐδὲν ἁπτόμενον τῶν ὀργάνων κινεῖ τὴν αἴσθησιν, ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτων τὰ αἰσθητήρια. ἐὰν δὲ αὐτοῖς τις τοῖς ὀργάνοις ἢ ψόφον ἢ ὀσμὴν προσαγάγῃ, οἷον τῷ πόρῳ τῶν ὤτων ἢ τῷ πόρῳ τῶν μυκτήρων, ἢ οὐδ’ ὅλως ἄν κινήσειε ταύτας τὰς αἰσθήσεις ἢ οὐχ ὁμοίως. περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ δοκεῖ δέ· δι’ ἣν δὲ αἰτίαν, ὕστερον λεχθήσεται. τὸ δὲ μεταξὺ ψόφου καὶ ὀσμῆς ἀὴρ καὶ ὕδωρ, οὐχ ᾗ ἀὴρ καὶ ὕδωρ, ἀλλ’ ὥσπερ τὸ διαφανὲς κοινὸν ἦν πάθος τῶν δύο μάλιστα τούτων στοιχείων, δι’ οὗ παραπέμπει τὰ χρώματα, οὕτως ἄλλο τι ὑποληπτέον κοινὸν εἶναι πάθος τῶν αὐτῶν τούτων στοιχείων, ὃ παραπέμπει τοὺς ψόφους, καὶ αὖ ἄλλο, ὃ παραπέμπει τὰς ὀσμάς· ὀνομάζουσι δὲ οἱ ἐξηγηταὶ τὸ μὲν διηχές, τὸ δὲ δίοσμον· οὐ γὰρ αὐτός γε Ἀριστοτέλης. φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζῴων ἔχειν αἴσθησιν ὀσμῆς, ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ τῶν ζῴων ὅσα ἀναπνεῖ ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα, τὰ δὲ ἔνυδρα καὶ μὴ ἀναπνέοντα ὅμως ὀσμᾶται. ἡ δὲ αἰτία καὶ περὶ τούτων ὕστερον λεχθήσεται, νῦν δὲ ἐκ τῶν ὁρατῶν δῆλόν ἐστι, τί ποτέ ἐστιν καὶ ἡ ὄψις· ἡ γὰρ δύναμις ἡ δεχομένη τοὺς τῶν χρωμάτων λόγους ἄνευ τῆς ὕλης διὰ τοῦ μεταξὺ διαφανοῦς ὄψις ἂν εἴη.

では、いかなる原因によってこれらが見えるかについては、別の論述があり、感覚と感覚対象に関する議論にいっそうふさわしい、と[アリストテレスは]言う。もしソシゲネスが誰かにとって説得力があるならば、アレクサンドロスの師ソシゲネスは『視覚について』第3巻においてそれを語っており、これらのものも、第五の物体や火が持っているような、そのような本性をわずかに分有していると主張している。そしてこの[本性]とは、輝くこと、ならびに隣接する空気または透明な物体を照らすことができるということである。したがって、夜には、より強く照らすものによって圧倒されて照らし出され、これらから生じる光がより明るい光によって曇らされて見えなくならない時には、空気はこれらによっても何らかの仕方で照らされるのである。もっとも、夜においては、それらに近接する空気をある程度まで照らすことができるが、それは他のものをも可視的にするほどではなく、むしろ、そこから光が生じるところのあの実体がそれらにわずかしか備わっていないために、それら自身が辛うじて透けて見える程度である。火自身も、近接する空気は、他のものたちの色をも可視的にするほどに照らすが、遠くの[空気]は、自分自身のみを可視的にするほどに照らすのである。しかし今はこの程度で明らかであるとせよ。すなわち、光の中で見られるもの、これこそが本来の意味での色である(なぜなら、色にとって[色として]あることとは、現実態における透明なものを動かすものであることだったからである)。これに対して、暗闇において[見られるもの]は、色ではないか、あるいは別のあり方のものである。したがって、可視的なものたちおよび色たちのこれらの差異は二つある。すなわち、一方は光の中で見られるが暗闇では見えず、他方は暗闇で見られるが光の中では見えないということである。しかし火は両方において見られるが、それは理に適っている。透明なものは火によって透明になるのであり、光とは火のある種の能力および現前であったから、必然的に火は昼においても夜においても可視的なのである。なぜなら、火の周囲にはいかなる場合にも光があるからである。そして、近接する空気を照らすことができるというのは、火の色のみに属しており、残りの色たちにはもはや属していない。いやおそらく、火としての火の色にすら属しておらず、何らかの他の本性を分有している限りにおいて属しているのである。それゆえ、あの[火]は暗闇においても見えるが、残りのものは見えない。そして、色が現実態における透明なものを動かすものであることの証拠は次の通りである。すなわち、色を持つものを視覚そのものの上に置いたなら、人は見ないであろうが、むしろ色は透明なもの、たとえば空気を動かし、すでに連続的となっているこれによって感覚器官が動かされるからである。もし色を視覚へと媒介するために透明なものの必要がなかったとすれば、視覚そのものの上に置かれても色は見えたはずである。したがって、もし中間が真空になったならば、より精確に見えるであろうと考えたデモクリトスは正しく語っていない。なぜなら、これは不可能だからである。感覚が変容され、いわば受動することによって、見ることが生じるのである。したがって、見られる色そのものによって[感覚が]受動するのではない。もしそうなら、瞳孔の上に置かれた時により多く受動したはずだからである。とすれば、中間にあるものによって受動することが残される。そしてこれが透明なものである。したがって、真空を通じてわれわれがいっそう精確に見るであろうなどということはおろか、それ自身がまず変容されることでそのように感覚を変容させるものが何一つ存在しないならば、われわれは全く見ることさえできないであろう。 そして同一の論理は音に関しても匂いに関しても成り立つ。なぜなら、これらのいずれも器官に触れて感覚を動かすことはなく、むしろ匂いや音によって中間にあるものが動かされ、これら[中間にあるもの]によって感覚器官が動かされるからである。もし誰かが器官そのものに、たとえば耳の孔や鼻孔に音や匂いを近づけたとしても、これらの感覚を全く動かさないか、あるいは同じようには動かさないであろう。触覚と味覚に関しては同様の状態にあるが、そうではないように思われる。いかなる原因によるかは後に語られるであろう。そして、音と匂いにおける中間にあるものは空気と水であるが、それは空気や水である限りにおいてではなく、あたかも透明なものが主としてこれら二つの元素の共通の受動的状態であり、それを通じて色を伝達するのと同様に、これら同一の元素の別の共通の受動的状態であって音を伝達するもの、またさらに別の[共通の受動的状態]であって匂いを伝達するものを想定すべきなのである。そして注解者たちは、一方を透音的なもの、他方を透嗅的なものと名づけている(アリストテレス自身ではない)。なぜなら、水棲動物たちも匂いの感覚を持っているように見えるが、人間や動物のうち呼吸するものは呼吸しなければ匂いを嗅ぐことができないのに対して、水棲動物たちは呼吸しなくとも匂いを嗅ぐからである。これらに関する原因も後に語られるであろうが、今は可視的なものたちから、視覚とは一体何であるかも明らかである。なぜなら、中間にある透明なものを介して、質料なしに色たちの比例を受け入れる能力こそが視覚であろうからである。

構文注3 件
  1. 2.7Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλον εἶναί φησι λόγον

    主動詞 φησί の主語は原文に明示されていないが、先行する文脈およびアリストテレス注解の慣行に基づきアリストテレスを指す。間接話法の不定詞 εἶναι の主語は ἄλλον λόγον であり、先行する関係節 Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται は文頭に置かれて話題を提示している。

  2. 2.7τοῦτο γὰρ ἦν αὐτῷ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς

    アリストテレス特有の本質規定表現(τὸ τί ἦν εἶναι 構文)である。主語は後続の不定詞句 τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς であり、述語として αὐτῷ χρώματι εἶναι(色にとって色であること)が与格で結びついている。未完了過去 ἦν は過去の定義や合意事項を指す哲学的未完了(imperfect of definition/recall)である。

  3. 2.7οὐχ ὅπως ἂν ἀκριβέστερον ἑωρῶμεν διὰ τοῦ κενοῦ, ἀλλ’ οὐδὲ ἂν ἑωρῶμεν ὅλως

    οὐχ ὅπως ... ἀλλ’ οὐδέ の相関構文で、「…ないどころか、…さえもしないだろう」という意味を表す(οὐχ ὅπως は「言うまでもなく」の否定形)。両節とも ἄν + 直説法未完了過去(ἑωρῶμεν)を伴い、反実仮想の帰結節を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:61.20-62.38