- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:55.17-56.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
テミスティオスは可能態と現実態の多義性を知識の獲得と行使の例を用いて整理し、感覚器官が性向として感覚能力を備えつつ外的な感覚対象によって現実活動へと導かれる仕組みを論じている。
λέγεται μὲν γὰρ καὶ οὕτως ἐπιστήμων ὁ ἄνθρωπος, ὅτι πέφυκε δέχεσθαι ἐπιστήμην, λέγεται δὲ ἐπιστήμων ὁ γεωμέτρης, ὅτι ἔχει ἤδη τὴν ἐπιστήμην· ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ φύσις ἡ τοῦ ἀνθρώπου, ὡς εἶναι δεκτικὴ ἐπιστήμης, ὁ δὲ ὅτι βουληθεὶς θεωρεῖν εὐθὺς δύναται, εἰ μή τι κωλύει τῶν ἔξωθεν· τρίτος δ’ ἐπὶ τούτοις ἐστὶν ὁ γεωμετρῶν ἤδη καὶ θεωρῶν, ἐντελεχείᾳ τις οὗτος ὢν ἐπιστήμων καὶ τέλειος μόνος, οἱ δὲ πρότεροι ἀμφότεροι μὲν κατὰ δύναμιν ἐπιστήμονες· ἀλλ’ ὁ μὲν δεῖται μαθήσεως καὶ τῆς κατὰ τὴν μάθησιν ἀλλοιώσεως καὶ τοῦ μεταβάλλειν ἐκ τῆς ἕξεως τῆς ἐναντίας (ἐκ γὰρ ἀγνοίας εἰς γνῶσιν καὶ ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην κινεῖται)· ὁ δὲ ἔχει μὲν τὴν ἕξιν, οἷον τὴν ἀριθμητικὴν ἢ τὴν γραμματικήν, δεῖται δὲ μόνου τοῦ ἐνεργῆσαι. οὐκ ἔστιν οὖν ὁ αὐτὸς τρόπος ἀμφοῖν τῆς ἐνδείας, τοῦ τε μὴ ἔχειν ὅλως ἀλλὰ πεφυκέναι, καὶ τοῦ ἔχοντα μὴ κεχρῆσθαι, καὶ οὐ ταὐτὸν τὸ πάσχειν ἐπ’ ἀμφοτέρων τοῦ τε μανθάνοντος τὴν ἐπιστήμην καὶ τοῦ ἔχοντος ἠρεμοῦσαν, ἀλλ’ ὁ μὲν ἣν ἔχει διάθεσιν, ταύτην ἀπόλλυσι· φθείρεται γὰρ ἡ ἄγνοια καὶ ἐκχωρεῖ ἐπεισιούσης ἐπιστήμης· ὁ δὲ ἡνίκα ἂν ἐνεργῇ κατὰ τὴν ἐπιστήμην, ἣν ἔχει, ταύτῃ χρῆται, ὥστε ἐκεῖ μὲν φθορὰ τῆς προϋπούσης ποιότητος, ἐνταῦθα δὲ τελείωσις μᾶλλον· θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, τοῦτο δὲ οὐκ ἀναιρεῖ τὴν ἐπιστήμην, ἀλλὰ τελειοῖ. διὰ ταῦτα οὖν οὐδὲ ἀλλοίωσιν τοῦτο θετέον, εἴπερ ἀλλοίωσις πᾶσα ἐξίστησι τοῦ προϋπάρχοντος, ἐνταῦθα δὲ εἰς αὐτὸ ἡ ἐπίδοσις καὶ εἰς τὴν τελειότητα τοῦ προϋπάρχοντος.1 εἰ δέ τις τοὔνομα ἀγαπῴη τῆς ἀλλοιώσεως καὶ ἐπὶ τούτων, ἀλλὰ διοριστέον γε ἀκριβῶς, ὅτι τὸ μὲν ὄνομα ἴσως ταὐτόν, τὸ δὲ πρᾶγμα οὐχὶ ταὐτόν, ἀλλ’ ἕτερον τοῦτο γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸν ἔχοντα τὴν φρόνησιν ὅταν φρονῇ ἀλλοιοῦσθαι· οὐδὲ γὰρ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ, οὐδὲ τὸν χαλκοτύπον ὅταν χαλκεύῃ, μήποτε δὲ οὐδὲ τὸν μανθάνοντα καὶ λαμβάνοντα τὴν ἐπιστήμην ὑπὸ τοῦ κατ’ ἐνέργειαν ἐπιστήμονος οὐδὲ τοῦτον πάσχειν κυρίως θετέον,2 ἀλλὰ δύο τρόπους εἶναι τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσθαι, καὶ τὸν μὲν κυρίως, τὸν δὲ οὐ πάνυ· οὐ γὰρ ὁμοίως πάσχειν ῥητέον τὸν μεταβάλλοντα ἐξ ἐπιστήμης εἰς ἄγνοιαν καὶ τὸν ἐξ ἀγνοίας εἰς ἐπιστήμην, ἀλλ’ ἐκεῖνον μὲν πάσχειν κυρίως (μεταβάλλει γὰρ ἐπὶ τὴν στέρησιν), τοῦτον δὲ οὐκέτι· πρόεισι γὰρ ἐπὶ τὴν ἕξιν καὶ τὴν τῆς φύσεως τελειότητα, εἰς ἣν ἡ κίνησις. ὥσπερ οὖν ἐπὶ τῆς ἐπιστήμης ὁ μὲν ἄρτι μανθάνων τὴν πρώτην κινεῖται μεταβολήν, ὁ δὲ μεμαθηκὼς ἔχει μὲν ἤδη τὴν ἕξιν, προσδεῖται δὲ τῆς ἐνεργείας, οὕτω καὶ ἐπὶ τῆς αἰσθήσεως τὸ μὲν σπέρμα τοῦ ζῴου καὶ τὸ ὠὸν τὴν πρώτην μεταβάλλει μεταβολήν, καθ’ ἣν γίνεται αἰσθητικόν· ὅταν δὲ γένηται ζῷον, ἔχει ἤδη τὴν ἕξιν, ἐλλείπει δὲ αὐτῷ ἡ ἐνέργεια. διαφέρει δὲ τοσοῦτον τῆς ἐπιστήμης ἡ αἴσθησις, ὅτι τῇ μὲν ἔξωθεν δεῖ παραγενέσθαι τὰ προαξόμενα αὐτὴν εἰς ἐνέργειαν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστὸν καὶ τὸ ἁπτόν· ἡ δὲ ἐπιστήμη οἴκοθεν ἔχει τὰ ἐπιστητά· τὰ γὰρ νοήματα ἐπιστητά ἐστι τὰ καθόλου, ἅπερ αὐτὴ συναθροίζει καὶ ἑαυτῇ θησαυρίζεται· καὶ ἐπ’ αὐτῇ προχειρίζεσθαι, ὅταν βούληται, τῇ δὲ αἰσθήσει τὰ καθέκαστα ὑπέκειτο καὶ τὰ ἐν μέρει, ταῦτα δ’ ἔξωθεν καὶ τῆς φύσεως ἔργα, οὐ τῆς ψυχῆς. διὸ νοῆσαι μὲν ἐφ’ ἡμῖν, ὅταν βουλώμεθα, αἰσθέσθαι δὲ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἀνάγκη ἔξωθεν ὑπάρχειν τὸ αἰσθητόν. διὰ δὲ τοῦτο καὶ ὅσαι τῶν τεχνῶν ποιητικώτεραι, ἃς τῶν αἰσθητῶν ἐπιστήμας ὠνόμασεν Ἀριστοτέλης, καὶ περὶ τὸ καθ’ ἕκαστον μᾶλλον ἢ περὶ τὸ καθόλου, οὐδὲ αὗται ἐνεργοῦσιν, ὅταν προαιρῶνται. ἡ γὰρ ὕλη καὶ ταύταις ἔξωθεν, ὡς χαλκευτικῇ μὲν ὁ χαλκός, οἰκοδομικῇ δὲ οἱ λίθοι. ἀλλὰ περὶ μὲν τούτων ὕστερον, νῦν δὲ λέγομεν ὅτι ἐστὶ τὸ αἰσθητικὸν δυνάμει, οἷον τὸ αἰσθητὸν ἐντελεχείᾳ. τὸ δὲ δυνάμει ὅπως ἀκουστέον, προείρηται, ὅτι οὐχ ὡς τὸν παῖδα λέγομεν δυνάμει στρατηγόν, ἀλλ’ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα καὶ ἕξιν ἔχοντα. πάσχον μὲν οὖν οὐχ ὅμοιον, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.
というのも、人間は知識を受け入れる自然の素質をもつという理由で「知識ある者」とも言われ、また幾何学者はすでに知識をもっているという理由で「知識ある者」と言われるからである。そして、これらの各々は同じ仕方で可能的なのではなく、前者は類がそのようなものであり人間の本性が知識を受け入れうるようなものであるからであり、後者は観想することを欲すれば、外的な何かが妨げないかぎり、ただちに観想できるからである。これらに加えて第三の者は、現に幾何学を行い観想している者であり、この者こそ現実態において知識ある者であり、唯一完全な者であるが、先の二者はともに能力[可能態]に従って知識ある者たちである。しかし一方は学習と学習に伴う変異、そして反対の性向からの変化を必要とし(実際、無知から知識へ、知識の欠如から知識へと動かされるのである)、他方は数論や文法のような性向をすでに保持しており、ただ現実活動することのみを必要とする。したがって、全く持たずに自然の素質をもつことと、持っていながら用いていないことという、両者の欠乏の仕方は同じではなく、また知識を学んでいる者と、知識を静止した状態で保持している者の双方において、受動することは同一ではない。むしろ前者は自らがもっている状態を喪失するのであり(実際、無知は滅び、知識が入り込むことによって立ち退く)、後者は知識に従って現実活動するときには、自らがもっているものを用いるのであって、したがって前者においては先在していた性質の消滅であるが、後者においてはむしろ完成である。というのも、知識をもつものが観想するものとなるのであり、これは知識を破棄するのではなく、完成させるからである。それゆえ、これらの理由により、もしすべての変異が先在するものから立ち退かせる[逸脱させる]ものであるなら、ここでは先在するもの自身への、そして先在するものの完全性への進展である以上、これを変異と措定すべきではない。だが、もし誰かがこれらにおいても「変異」という名称を好むとしても、名称はおそらく同一であるが事実は同一ではなく、これは変異の異なる類であると厳密に規定されねばならない。それゆえ、思慮をもつ者が思慮を働かせるときに変異していると言うのは正しくない。実際、建築家が建築するときも、鍛冶屋が鍛冶仕事をするときもそうではないし、おそらくは、現実に知識ある者によって学び知識を受け取っている者も、本来の意味で受動していると措定すべきではなく、受動することと変異することには二つの仕方があり、一方は本来の意味で、他方は決して本来の意味ではないとすべきである。なぜなら、知識から無知へと変化する者と、無知から知識へと変化する者とが同様に受動していると語られるべきではなく、前者は本来の意味で受動しているが(欠如へと変化するからである)、後者はもはやそうではないからである。というのも、後者は性向へ、そして運動が目指すところの自然の完全性へと進むからである。それゆえ、知識において、ちょうど学んでいる最中の者が第一の変化を動かされるのに対し、すでに学び終えた者はすでに性向を保持しており、さらに現実活動を必要とするように、感覚においても、動物の種子や卵はそれによって感覚能力をもつものとなる第一の変化を遂げるが、ひとたび動物となったときには、すでに性向を保持しており、ただ現実活動が欠けているのである。しかし、感覚が知識とこれほど異なるのは、感覚にとってはそれを現実活動へと導き出すもの、すなわち可視的なもの、可聴的なもの、可触的なものが外から到来せねばならないのに対し、知識は知識の対象を自らの内からもっているという点による。なぜなら、概念とは知識の対象である普遍者であり、これらは知識自身が集め、自らのために蓄えるものであって、欲するときに手元に取り出すことも知識自身に委ねられているが、感覚には個別のものや部分的なものが根底に置かれており、これらは外にあって自然の産物であって、魂の産物ではないからである。それゆえ、考えることはわれわれが欲するときにわれわれに委ねられているが、感覚することはわれわれに委ねられておらず、感覚対象が外に現存することが必然である。そしてこの理由から、諸技術のうちより制作的であり、アリストテレスが感覚的対象の知識と名付けた、普遍に関するというよりむしろ個別に関する技術もまた、自らが選好するときに現実活動するわけではない。なぜなら、これらにおいても質量は外にあるからであり、たとえば鍛冶術にとっての青銅、建築術にとっての石材がそうである。しかし、これらのことについては後で論じるとして、今は、感覚能力をもつものは可能態において、完全現実態における感覚対象のようなものである、とわれわれは語る。そして「可能態において」をどのように理解すべきかは、すでに以前に述べられたのであり、それはわれわれが子供を可能態において将軍であると呼ぶような仕方ではなく、年齢に達し性向を保持している者をそう呼ぶような仕方においてである。したがって、受動している最中は似ていないが、受動し終えたときには似たものとなっており、かの[対象の]ようなものである。
- 2.5ἐνταῦθα δὲ εἰς αὐτὸ ἡ ἐπίδοσις καὶ εἰς τὴν τελειότητα τοῦ προϋπάρχοντος
先行節との対比の文脈(ἐνταῦθα δέ...)において存在動詞 ἐστί が省略されている。εἰς αὐτό は「それ自身への」を意味し、前出の προϋπάρχον(先在するもの、すなわち保持されている知識・性向)を指すとともに、続く καὶ εἰς τὴν τελειότητα τοῦ προϋπάρχοντος によって言い換えられている。したがって「先在するもの自身への、すなわち先在するものの完全性への進展である」という等位・補足的構造をなす。
- 2.5μήποτε δὲ οὐδὲ τὸν μανθάνοντα καὶ λαμβάνοντα τὴν ἐπιστήμην ὑπὸ τοῦ κατ’ ἐνέργειαν ἐπιστήμονος οὐδὲ τοῦτον πάσχειν κυρίως θετέον
μήποτε は動詞なし(あるいは動詞の希求法・接続法を伴わない形)で控えめな断定や提言を表す慣用句(「〜もおそらく…と措定すべきではない」)。二重否定 οὐδὲ... οὐδέ は否定の強調であり、先行する建築家や鍛冶屋の例(第二の可能態から第二の現実態への移行)から一歩進めて、学習の過程(第一の可能態から第一の現実態への移行)にまで「本来の意味での受動ではない」という見解を拡大・慎重に提起している構文である。
