← テミスティオス

アリストテレス『魂について』釈義

§50.35-52.19

成長の原因をめぐる論駁と食物の本性

テミスティオスは、成長の原因を元素の傾向や火のみに帰するエンペドクレスらの説を、宇宙と生物の上下関係の相違や結合の原理(魂)の要請から論駁する。続いて食物の本性について、「対立するものによる摂取」と「類似するものによる摂取」の両論を紹介し、食物が消化を通じて変化を受動する過程を検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.4#2

Ἐμπεδοκλῆς δὲ οὐκ ὀρθῶς ποιεῖ τὴν αἰτίαν τῆς αὐξήσεως ἀνάπτων ταῖς ῥοπαῖς τῶν στοιχείων, οὐ τῇ ψυχῇ· τὰ γὰρ φυτά φησι κάτω μὲν ῥιζοῦσθαι διὰ τὸ τὴν γῆν φέρεσθαι κάτω καὶ ὅσον ἐν αὐτοῖς μᾶλλον γεῶδες, ἄνω δὲ τοῖς κλάδοις καὶ ὅσον ἐν αὐτοῖς μᾶλλον πυρῶδες. οὔτε γὰρ τὸ ἄνω καὶ κάτω καλῶς λαμβάνει· οὐ γὰρ τὸ αὐτὸ πᾶσι τὸ ἄνω καὶ κάτω, ἀλλ’ ἡμῖν μὲν ταὐτὸν τὸ ἄνω, ὅπερ καὶ τῷ παντί, τοῖς φυτοῖς δὲ τοὔμπαλιν ἔχει. τὸ γὰρ κάτω τοῦ παντὸς ἐκείνοις ἄνω ἐστίν· ὃ γὰρ ἡ κεφαλὴ τῷ ζῴῳ, τοῦτο ἡ ῥίζα τῷ φυτῷ, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις.1 ὥσπερ οὖν τοῖς ζῴοις ἡ κεφαλὴ ἄνω, ἐν ᾗ τὸ στόμα καὶ τὰ ὄργανα τὰ πρὸς τροφήν, οὕτω τοῖς φυτοῖς αἱ ῥίζαι ἄνω, δι’ ὧν ἕλκουσι τὴν τροφήν. ἔτι δὲ καὶ τοῦτο ἄν τις παρὰ Ἐμπεδοκλέους οὕτω λέγοντος ἐπιζητήσειεν, τί τὸ συνέχον εἰς τἀναντία φερόμενα τό τε πῦρ καὶ τὴν γῆν; διασπασθήσεται γὰρ ἐπὶ τὰ ἀντικείμενα γινομένης τῆς φορᾶς τῶν στοιχείων, εἰ μὴ τὸ συνέχον ἄμεινον ἔσται καὶ διακρατήσει τὰς ἀντικειμένας ῥοπάς. τοῦτο δὲ οὐ τῶν στοιχείων ἄν τι εἴη, ἀλλὰ ψυχή. εἰ δὲ τοῦτο, αὕτη αἰτία τοῦ αὐξάνεσθαι καὶ τοῦ τρέφεσθαι, οὐ τὰ στοιχεῖα. Ἐμπεδοκλῆς μὲν οὖν τὴν γῆν καὶ τὸ πῦρ τῆς αὐξήσεως αἰτιᾶται, ἄλλοι δὲ οὐ συναριθμοῦσι τὴν γῆν, ἀλλὰ τὴν τοῦ πυρὸς φύσιν καθ’ ἑαυτὴν ἀποχρῆν ὑπολαμβάνουσι πρὸς τὰς αὐξήσεις· φαίνεται γὰρ μόνον τῶν στοιχείων τὸ πῦρ τρεφόμενον καὶ αὐξανόμενον, ὥστε καὶ τοῖς ζῴοις καὶ τοῖς φυτοῖς ἐν τούτῳ θετέον τὴν αἰτίαν τῆς αὐξήσεως. τὸ δὲ συναίτιον μέν πώς ἐστιν, οὐ μὴν καθ’ αὑτό γε αἴτιον, ἀλλ’ ἡ χρωμένη τούτῳ ψυχή· ἡ μὲν γὰρ τοῦ πυρὸς αὔξησις ἀόριστος, ἕως ἂν ἔχῃ τὴν ὕλην τὴν πρὸς τὸ καίεσθαι ἐπιτηδείαν, τῶν δὲ φύσει συνισταμένων πάντων ἐστὶ πέρας καὶ λόγος καὶ μεγέθους καὶ αὐξήσεως, λόγος δὲ οὐ πυρὸς ἔργον, ἀλλὰ ψυχῆς, καὶ εἴδους μᾶλλον ἢ ὕλης. Ἀλλ’ οὖν ἐπειδὴ ἡ δύναμις αὕτη τῆς ψυχῆς ἄρχεται μὲν ἐκ τοῦ τρέφειν, τελευτᾷ δὲ εἰς τὸ γεννᾶν, περὶ τροφῆς ἀναγκαῖον διορίσασθαι πρῶτον· τούτῳ γὰρ τῷ ἔργῳ πρώτῳ διενήνοχε τῶν λοιπῶν δυνάμεων τῆς ψυχῆς. τοῖς μὲν οὖν ἔδοξεν εἶναι τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δὲ ἐναντίον παντὶ ἐναντίῳ, ἀλλ’ ὅσα τῶν ἐναντίων μὴ μόνον γίνεται ἐξ ἀλλήλων, ἀλλὰ καὶ τρέφεται ἢ καὶ αὔξεται· ἔστι γάρ τινα ἃ γίνεται μέν, οὐ τρέφεται δέ, οἷον τὸ κάμνον ἐκ τοῦ ὑγιαίνοντος, τὸ λευκὸν ἐκ τοῦ μέλανος· ἔστι δὲ ἃ πρὸς τῷ γίνεσθαι καὶ τρέφεται ἐξ οὗ γίνεται, ὥσπερ τὸ πῦρ· τρέφεται γὰρ ὑπὸ τοῦ ὑγροῦ καὶ τῆς φύσεως τῆς ὑδατώδους· καὶ γὰρ τὸ ἔλαιον ὕδατός ἐστι καὶ ἀέρος, ταῦτα δὲ ὑγρά, καὶ πάντα ὅσα λιπαρὰ καὶ τηκτά. οὐκ ἀνακάμπτει μὲν οὖν οὐδὲ ἐπὶ τούτων ἡ τροφή, ἀλλὰ τὸ μὲν ὑγρὸν τροφὴ τοῦ πυρός, τὸ πῦρ δ’ οὐκέτι ὑγροῦ. αἴτιον δὲ ὅτι εἰδικώτερον μὲν τὸ πῦρ, ὑλικώτερον δὲ τὸ ὕδωρ. εἴδει μὲν οὖν ὕλη τροφή, τῇ ὕλῃ δὲ οὐκέτι τὸ εἶδος. ὅσα τοίνυν τῶν ἐναντίων φασὶν οὕτως ἔχει πρὸς ἄλληλα, ὡς ὕδωρ καὶ πῦρ, ἐπὶ τούτων ἡ τροφὴ φαίνεται οὖσα τοῦ ἐναντίου τῷ ἐναντίῳ. τοῖς μὲν οὖν οὕτως ἀρέσκει, τοῖς δὲ ἔμπαλιν· τρέφεσθαι γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, καθάπερ καὶ αὐξάνεσθαι. λόγους δὲ ἔχουσιν ἑκάτεροι βοηθοῦντας ὧν ἀκουστέον.2 Ὁ μὲν δὴ ἐκ τῶν ἐναντίων τρέφεσθαι λέγων ἀπαθὲς εἶναί φησι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. τὴν δὲ τροφὴν δεῖ παθεῖν καὶ μεταβαλεῖν· ἡ γὰρ πέψις μεταβολή. ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἀντικείμενον ἢ τὸ μεταξύ, ὥστε ἐκ τῆς ἐναντίας ὁρμηθῆναι προσήκει φύσεως εἰς τὴν ὁμοίαν, ἵνα προσκριθῇ, ἀμήχανον δὲ προσκριθῆναι μηδὲν παθοῦσαν τὴν τροφήν, ἀλλὰ μείνασαν ἐν τῇ αὐτῇ φύσει, οἷον τὸν ἄρτον ἢ τὸ κρέας. μεταβάλλει δὲ ἡ τροφὴ ὑπὸ τοῦ σώματος τοῦ τρεφομένου, ἀλλ’ οὐ τὸ σῶμα ὑπὸ τῆς τροφῆς· ἕλκει γὰρ αὐτὴν τὸ σῶμα καὶ ἀλλοιοῖ, λέγω δὲ τὸ ἔμψυχον σῶμα καὶ ζῶον. ὥσπερ οὖν ὁ τέκτων οὐ μεταβάλλεται ὑπὸ τῶν ξύλων, ἀλλ’ ὑπ’ ἐκείνου μεταβάλλεται τὰ ξύλα, οὕτω καὶ τὸ σῶμα τὸ ἔμψυχον ἔχει πρὸς τὴν τροφήν. εἰ δὲ καὶ τοῦτο μεταβάλλειν φιλονικοίη τις, συγχωρητέον μὲν τοὔνομα,3 ἕτερον δὲ εἶδος τοῦτο θετέον εἶναι τῆς μεταβολῆς, καθὸ μεταβάλλει εἰς ἐνέργειαν ἐξ ἀργίας· οὕτω γὰρ καὶ τὸ ἔμψυχον σῶμα περὶ τὴν τροφὴν καὶ ὁ τέκτων μεταβάλλει περὶ τὰ ξύλα.

しかしエンペドクレスは、成長の原因を魂にではなく諸元素の傾性に帰しているが、正しくない。なぜなら彼は、植物が下へと根を張るのは、土が下へと運ばれ、植物のうちにより土的なものが多く含まれているからであり、枝によって上へと[伸びる]のは、植物のうちにより火的なものが多く含まれているからである、と言っているからである。というのも、彼は「上」と「下」を正しく把握していないからである。上と下はすべてのものにとって同一なのではなく、我々にとっては全体(宇宙)にとっての上と同一であるが、植物にとっては逆の関係にある。というのも、全体にとっての下が、植物にとっては上だからである。もし諸器官の異同をその機能によって語らねばならないとすれば、動物にとって頭であるものが、植物にとっては根だからである。それゆえ、動物にとって口や栄養摂取のための諸器官が存在する頭が上であるように、植物にとってはそれを通じて栄養を引き入れる根が上なのである。さらに、このように主張するエンペドクレスに対して、相反する方向へと運ばれる火と土を一つに結合して保持しているものは何か、と問い質すこともできよう。なぜなら、保持するものがより優れていて対立する傾性をつなぎ止めないならば、諸元素の運動が反対の方向へ生じることで、引き裂かれてしまうであろうからである。そして、これは諸元素のいずれかではなく、魂であろう。もしそうであるなら、成長することと養われることの原因は魂であって、諸元素ではない。 このようにエンペドクレスは土と火を成長の原因としているが、他の人々は土を共に数え上げず、火の自然本性それ自体が成長に対して十分であると考えている。なぜなら、火だけが諸元素の中で養われ成長するように見えるため、動物にとっても植物にとっても成長の原因はこの[火]に置かねばならないというのである。しかし、火は何らかの共同原因ではあるが、決してそれ自体としての原因ではなく、これを用いる魂こそが原因である。火の成長は燃焼に適した質料をもつ限り無限であるが、自然によって合成されるすべてのものには、大きさについても成長についても限界とロゴス(比例規定)が存在し、ロゴスは火の働きではなく魂の働きであり、質料というよりはむしろ形相の働きだからである。 とはいえ、魂のこの能力は養うことから始まり、生殖することへと至るのであるから、まず食物について規定することが必然である。なぜなら、この第一の機能によって、魂の残りの能力から区別されているからである。そこで、ある人々にとっては食物とは対立するものに対する対立するもの[の補充]であると思われたが、すべての対立するものがすべての対立するものに対するそれなのではなく、対立するもののうち、互いから生成するだけでなく養われあるいは成長もするようなものである。実際、病んでいるものが健康なものから、白いものが黒いものから[生じる]ように、生成はするが養われないものもある。他方、生成することに加えて、そこから生成するところのものによって養われもするものもあり、火がそうである。実際、火は湿ったものや水的な性質をもつものによって養われる。油も水と空気から成り、これらは湿ったものであり、油脂性で融解するすべてのものもそうだからである。それゆえ、これらの場合においても食物が互換すること(反転すること)はなく、湿ったものは火の食物であるが、火はもはや湿ったものの食物ではない。その原因は、火はより形相的であり、水はより質料的であることにある。それゆえ、形相にとっては質料が食物であるが、質料にとってはもはや形相は[食物では]ない。したがって、水と火のように互いに対してこのように関わっている対立するものにおいては、食物とは対立するものに対する対立するもの[の補充]であるように思われる、と彼らは言うのである。このように考える人々がいる一方で、逆のように考える人々もいる。すなわち、成長する場合と同様に、類似のものは類似のものによって養われるというのである。そして双方ともに擁護する議論をもっており、それらに耳を傾けねばならない。 そこで、対立するものから養われると語る者は、類似のものは類似のものによって受動することはないと言う。しかし食物は受動し変化せねばならない。消化とは変化だからである。そしてすべてのものにとって変化は反対のものか中間的なものへの変化であるから、[食物が身体に]付加されるためには、対立する性質から類似した性質へと移行するのが適当であり、パンや肉のように何らの受動もせず同一の性質に留まっている食物が付加されることは不可能である。そして食物は養われる身体によって変化させられるのであって、身体が食物によって変化させられるのではない。身体が食物を引き寄せ、変態させるからである。私が言っているのは、魂を宿す身体、すなわち動物のことである。それゆえ、大工が木材によって変化させられるのではなく、木材が大工によって変化させられるのと同様に、魂を宿す身体も食物に対してそのように関わっている。もしこれ[身体]も変化すると論争しようとする者がいるならば、その名称(語)自体は認めるとしても、この変化は別の種の変化であると置かねばならず、それは休止(無為)から現実活動へと変化する限りのものである。魂を宿す身体が食物に関して変化するのも、大工が木材に関して変化するのも、そのようにしてであるからである。

構文注3 件
  1. 2.4εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις

    与格「τοῖς ἔργοις」は判断の基準を表す基準の与格(「その機能によって」)。「ἕτερα καὶ ταὐτά」は「異なっているか、あるいは同一であるか」という対比的判断を述べている。

  2. 2.4ὧν ἀκουστέον

    人称・数を示さない動形容詞中性単数「ἀκουστέον」を用いた非人称構文(「~に耳を傾けねばならない」)。関係代名詞属格「ὧν」は先行詞「λόγους」を受け、動詞「ἀκούω」が音や議論を目的語に取るときの属格支配に従っている。

  3. 2.4εἰ δὲ καὶ τοῦτο μεταβάλλειν φιλονικοίη τις, συγχωρητέον μὲν τοὔνομα

    希求法「φιλονικοίη」を含む条件節と、動形容詞「συγχωρητέον」による主節。対格「τοῦτο」は「μεταβάλλειν」の意味上の主語で、養われる身体を指す。「τοὔνομα」は「言葉(変化という名称)自体は認めるとしても」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:50.35-52.19