← テミスティオス

アリストテレス『魂について』釈義

§24.13-25.33

魂を調和とする説の批判と身体の混合との関係

アリストテレス『霊魂論』第1巻第4章(407b27以降)に基づき、魂を身体の反対性質の調和とする学説を取り上げ、先行するプラトンやアリストテレスによる論駁(魂の先行性・支配力、合成や比例との相違など)を整理した上で、魂と身体の混合・比例が密接に連動して解消する理由を探究する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.4#1

4. Καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς πιθανὴ μὲν οὐδεμιᾶς ἧσσον τῶν λεγομένων, δεδωκυῖα δὲ εὐθύνας καὶ ἐξητασμένη καὶ ἐν τοῖς κοινοῖς λόγοις καὶ ἐν τοῖς ἰδίοις· λέγουσι γάρ τινες αὐτὴν ἁρμονίαν· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων. τὴν οὖν τἀναντία ταῦτα εἰς συμφωνίαν ἄγουσαν καὶ ἁρμόζουσαν, θερμὰ λέγω καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ καὶ σκληρὰ καὶ μαλακὰ καὶ ὅσαι ἄλλαι ἐναντιώσεις τῶν πρώτων σωμάτων, οὐδὲν ἄλλο εἶναι ἢ τὴν ψυχήν, ὥσπερ καὶ ἡ τῶν φθόγγων ἁρμονία τὸ βαρὺ καὶ τὸ ὀξὺ συναρμόζει. πιθανότητα μὲν οὖν ὁ λόγος ἔχει, διελήλεγκται δὲ πολλαχῇ καὶ ὑπ’ Ἀριστοτέλους καὶ ὑπὸ Πλάτωνος. καὶ γὰρ ὅτι τὸ μὲν πρῶτον τοῦ σώματος,1 τουτέστιν ἡ ψυχή, ἁρμονία δὲ ὕστερον, καὶ ὅτι τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλάκις, ἁρμονία δὲ οὐ μάχεται τοῖς ἡρμοσμένοις, καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἁρμονία μὲν δέχεται, ψυχὴ δὲ οὔ, καὶ ὡς ἁρμονία μὲν σωζομένη οὐ προσίεται ἀναρμοστίαν, ψυχὴ δὲ κακίαν προσίεται, καὶ ὅτι εἴπερ τοῦ σώματος ἡ ἀναρμοστία νόσος ἐστὶν ἢ αἶσχος ἢ ἀσθένεια, ἡ ἁρμονία τοῦ σώματος κάλλος ἂν εἴη καὶ ὑγίεια καὶ δύναμις ἀλλ’ οὐ ψυχή, ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν φιλοσόφων ἐν ἄλλοις· ἃ δὲ νῦν Ἀριστοτέλης φησί, τοιαῦτά ἐστιν. ἡ ἁρμονία λόγος ἐστὶ τῶν ἡρμοσμένων καὶ σύνθεσις τῶν μεμιγμένων, ἡ ψυχὴ δ’ οὔτε σύνθεσις οὔτε λόγος· καὶ ἡ μὲν οὐσία ἡ δὲ οὔ· καὶ ἡ μὲν κινεῖ τὸ σῶμα, ἁρμονία δὲ οὐ κινεῖ τὰ ἡρμοσμένα, ἀλλ’ ἐπιγίγνεται μὲν ἡρμοσμένοις, ἁρμόζει δὲ ἄλλος, ὥσπερ τὰς χορδὰς ὁ μουσικός· ἄλλης οὖν δεήσει τῇ ψυχῇ τῆς ποιούσης αὐτῇ τὴν ἁρμονίαν.2 φανερῶς δ’ 〈ἂν〉 ἄτοπος ὁ λόγος φανείη πειρωμένοις3 τὰ πάθη τῆς ψυχῆς καὶ τὰ ἔργα ἕκαστον εἰς ἁρμονίαν τινὰ ἀναφέρειν. ποίας γὰρ ἁρμονίας τὸ αἰσθάνεσθαι, καὶ ποίας τὸ φιλεῖν ἢ μισεῖν; ἐλήλυθε δὲ αὕτη ἡ δόξα μάλιστα μὲν ἐκ τῶν μεγεθῶν, ὅσα ἔχει θέσιν καὶ κίνησιν, ἐπειδὴ ταῦτα, ὅταν οὕτως ἀλλήλοις παρατεθῇ ὥστε μηδὲν συγγενὲς παραδέχεσθαι, τότε λέγεται ἡρμόσθαι καλῶς, καὶ ἡ σύνθεσις αὐτῶν ὀνομάζεται ἁρμονία, ὥσπερ ξύλα καὶ λίθοι καὶ ὅσα ἁρμόζουσιν αἱ τέχναι φυσικὰ σώματα. ἐντεῦθεν δὲ καὶ τὰ μεμιγμένα κατὰ λόγον τινὰ ἢ κεκραμένα πρὸς ἄλληλα ἡρμόσθαι φαμέν, ὅτι συμφώνως μέμικται καὶ οὐ διέστηκεν οὐδὲ ἀπήρτηται οὐδὲ παραδέχεταί τινα ἕτερον μεταξὺ λόγον, ὃς μᾶλλον αὐτὰ ἁρμόσει καὶ συγκεράσει, ὥσπερ καὶ τοὺς φθόγγους τοὺς μουσικοὺς ἡρμόσθαι τηνικαῦτα οἰόμεθα, ὅταν μηδεὶς εὑρίσκηται μεταξὺ λόγος ὃς ἡδίω ποιήσει τῶν φθόγγων τὴν συμφωνίαν. κατὰ τίνα οὖν τούτων τῶν τρόπων ἁρμονίαν καλεῖν ἔνεστι τὴν ψυχήν; οὔτε γὰρ ὡς σύνθεσιν ἢ παράθεσιν, οἷον τῶν ὀστῶν πρὸς τὰ ὀστᾶ, ἢ τῶν ὀστῶν πρὸς τὰ νεῦρα· γελοῖον γὰρ τοιούτων μορίων ἢ τὸν νοῦν ἢ τὴν αἴσθησιν σύνθεσιν λέγειν. ἀλλ’ οὔτε ὡς τὸν λόγον τῆς μίξεως ἢ τῆς κράσεως· ἄλλης γὰρ οὔσης τῆς ἑκάστου μορίου κράσεως ἄλλη ἂν εἴη καὶ ἡ ψυχή, ὥστε πολλὰς ἕκαστον ἔχειν ψυχάς. τοῦτο δὲ καὶ παρ’ Ἐμπεδοκλέους ἀπαιτητέον· κίρνησι γὰρ καὶ οὗτος ἕκαστον τῶν τοῦ σώματος μορίων τῷ ἰδίῳ λόγῳ, ἄλλως μὲν ὀστᾶ, ἄλλως δὲ σάρκας. πότερον οὖν ὁ λόγος οὗτος ἔσται κατ’ αὐτὸν ἡ ψυχή, καὶ εἰ πολλοὶ οἱ λόγοι, πολλαὶ καὶ αἱ ψυχαί; ἢ ἄλλο τι οὖσα ἡ ψυχὴ παρὰ τὸν λόγον τῷ λόγῳ προβάλλοντι ἐμφύεται; ἔτι δὲ πότερον ἡ φιλία ταύτης αἰτία τῆς μίξεως ἢ τῆς τυχούσης; καὶ αὕτη πότερον ὁ λόγος ἢ ἕτερόν τι παρὰ τὸν λόγον; Ὅτι μὲν οὖν οἱ λέγοντες ἁρμονίαν τὴν ψυχὴν οὔτε ἐγγὺς ἄγαν, οὔτε πόρρω τῆς ἀληθείας βάλλειν ἂν δόξειαν, καὶ ἐκ τῶν νῦν εἰρημένων καὶ ἐκ τῶν ἐν ἄλλοις δῆλόν ἐστι· πιθανότητα δὲ πολλὴν ὁ λόγος ἔχει, καθάπερ καὶ πρότερον ἔφην. πάλιν γὰρ εἰ παντελῶς ἕτερον ἡ ψυχὴ τῆς μίξεως καὶ τῆς κράσεως, διὰ τί τούτων φθειρομένων φθείρεται εὐθὺς ἡ ψυχή; λυομένου γὰρ τοῦ λόγου τῆς σαρκὸς καὶ τῶν ἄλλων ἑκάστου τῶν τοιούτων λύεται εὐθὺς καὶ ἡ ψυχή. ἀλλὰ καὶ ἔμπαλιν ἀπορητέον, διὰ τί τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐθὺς φθείρεται καὶ ἡ κρᾶσις καὶ ἡ μίξις, ἥν φασιν ἁρμονίαν τοῦ σώματος. εἰ γὰρ καὶ τῆς κράσεως φθειρομένης φθείρεται ἡ ψυχή, καὶ τῆς ψυχῆς ἀπολιπούσης φθείρεται ἡ κρᾶσις, οὐ πόρρω ἂν εἴη ταῦτα ἀλλήλων.

4. また、魂に関しては別の或る見解も伝えられており、これは語られている見解のどれにも劣らず説得的であるが、共通の言論においても個別の言論においても吟味を受け審査されてきた。というのも、ある者たちは魂を調和であると主張しているからである。けだし彼らは、調和とは反対のものたちの混合および合成であり、身体もまた反対のものたちから成り立っていると言う。それゆえ、これらの反対のものたち――熱と冷、湿と乾、硬と軟、その他第一の物体が有するあらゆる対立を私は言っているのだが――を調和へと導き合わせ整えるものは、魂以外の何ものでもないというのである。あたかも楽音の調和が重音(低音)と鋭音(高音)とを合わせ整えるように。このように言論は説得力を有してはいるが、アリストテレスによってもプラトンによっても多方面から論破されてきた。実際、一方は身体に先行するもの、すなわち魂であるのに対し、調和は後から生じるものであること、また一方は身体を支配し指導してしばしばこれと戦うのに対し、調和は調和させられたものたちと戦うことはないこと、また調和は「より多く」と「より少なく」を受け入れるが魂は受け入れないこと、そして調和は保たれている間は不調和を受け入れないのに対し魂は悪徳を受け入れること、またもし身体の不調和が病や醜さや虚弱であるなら、身体の調和は美や健康や強壮であって魂ではないであろうこと、これらすべての点は他の著作において哲学者たちによって語られている。他方、アリストテレスが今語っていることは次のようなものである。すなわち、調和とは調和させられたものたちの比例であり混合されたものたちの合成であるが、魂は合成でも比例でもない。また一方〔魂〕は実体であるが他方はそうではない。また一方は身体を動かすが、調和は調和させられたものたちを動かすのではなく、調和させられたものたちの上に生じるのであり、音楽家が弦を調律するように別の者がそれを合わせ整えるのである。したがって、魂にとって自分に調和をもたらす別のものが必要となるであろう。また、魂の諸々の受動的状態や働きの一つ一つを何らかの調和へと帰せしめようと試みる者たちにとって、この言論が不条理であることは明白に現れるであろう。感覚することはどのような調和の[働き]であり、愛することや憎むことはどのような調和の[働き]であるというのか。この見解は、とりわけ位置と運動を有する大きさから生じたものである。というのも、これらは同種のものを一切間に受け入れないように互いに並置されたとき、よく調和させられていると言われ、それらの合成が「調和」と呼ばれるからである。木材や石材、その他諸技術が合わせ整える自然的物体がそうであるように。そしてここからさらに、何らかの比例に従って混合されたものや互いに混和されたものについても、我々は調和させられていると言うのである。それらは協和的に混合されていて、乖離したり切り離されたりしておらず、それらをより一層合わせ整え混和させるような他のいかなる比例も中間に受け入れないからである。あたかも、諸楽音の協和をより快いものにする比例が中間に何も見出されないとき、楽音が調和させられていると我々が考えるように。では、これらの様式のいずれに従って魂を調和と呼ぶことができようか。骨と骨、あるいは骨と腱のように、合成や並置として[魂を調和と呼ぶこと]はできない。知性や感覚をそのような諸部分の合成と呼ぶのは滑稽だからである。しかし、混合あるいは混和の比例として[魂を調和と呼ぶこと]もできない。なぜなら、各部分の混和が異なる以上は魂も異なることになり、各[身体]が多くの魂を持つことになるからである。そしてこのことはエンペドクレスに対しても詰問されねばならない。彼もまた身体の諸部分の各々を固有の比例によって混合しており、骨は或る仕方で、肉は別の仕方で混合しているからである。では、彼によればこの比例が魂であるのか、そしてもし比例が多数であるなら魂も多数であるのか。あるいは、魂は比例とは別の或るものであって、現れ出る比例の中に宿るのか。さらに、愛はこの[特定の]混合の原因であるのか、それとも偶然の混合の原因であるのか。そしてこの[愛]自身は比例であるのか、それとも比例とは別の或るものなのか。それゆえ、魂を調和であると主張する者たちが真理から極めて近くを射ているわけでも極めて遠くを射ているわけでもないように思われることは、今語られた事柄からも他の著作における事柄からも明らかである。そして先に私が述べたように、この言論は多くの説得力を有している。なぜなら再び[問うならば]、もし魂が混合や混和とは完全に別のものであるとするなら、なぜこれらが破壊されると直ちに魂も破壊されるのか。実際、肉やその他のこのような諸部分の各々の比例が解消されると、直ちに魂もまた解消されるからである。しかしまた逆に、なぜ魂が身体を去ると直ちに、人々が身体の調和と呼ぶところの混和や混合もまた破壊されるのか、という点も探究されねばならない。もし混和が破壊されると魂が破壊され、魂が去ると混和が破壊されるのであるなら、これらは互いに遠く離れたものではないはずだからである。

構文注3 件
  1. 1.4καὶ γὰρ ὅτι τὸ μὲν πρῶτον τοῦ σώματος

    καὶ γὰρ ὅτι ... καὶ ὅτι ... καὶ ὅτι ... καὶ ὡς ... καὶ ὅτι ... という5つの名詞節が並列され、すべて後方の ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν φιλοσόφων ἐν ἄλλοις(これらすべての点は他の著作において哲学者たちによって語られている)の主語(ταῦτα ἅπαντα)と同格またはその内容をなす長大な構造となっている。

  2. 1.4ἄλλης οὖν δεήσει τῇ ψυχῇ τῆς ποιούσης αὐτῇ τὴν ἁρμονίαν

    非人称動詞 δεῖ(ここでは未来形 δεήσει)が、「必要とする者」を表す与格(τῇ ψυχῇ)と「必要とされるもの」を表す属格(ἄλλης ... τῆς ποιούσης)を伴っている構文(τῇ ψυχῇ δεήσει ἄλλης τινός)。αὐτῇ は τῆς ποιούσης の目的語に相当する間接補語の与格。

  3. 1.4πειρωμένοις

    判断者の与格(dativus iudicantis)であり、文全体の述語 〈ἂν〉 ἄτοπος ὁ λόγος φανείη(「言論は不条理なものとして現れるだろう」)に係る。「魂の諸受動や諸働きを調和に還元しようと試みる者たちから見れば/試みる者たちにとっては」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:24.13-25.33