- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:63.15-65.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
テミスティオスは『自然学』第2巻第9章に基づき、自然における必然性の性格について論じ、質料の運動から生じる単純な必然性を説いた自然哲学者たちを批判して、目的因および形相因を前提とすることによって要求される「仮定に基づく必然性」の優位を主張する。
9. Μετὰ δὲ ταῦτα σκεπτέον, πῶς ἐν τοῖς φύσει τὸ ἀναγκαῖον καὶ πότερον τὰ φύσει γινόμενα ἁπλῶς ἐξ ἀνάγκης γίνεται, ὡς τὸ τέλος ἁπλῶς ἕπεσθαι τοῖς πρὸ αὐτοῦ γενομένοις, ἢ ὡς ἐνόμιζον οἱ φυσικοί, ἐν ταῖς τῆς ὕλης κινήσεσιν ἕπεσθαι τὰ γιγνόμενα ἐξ ἀνάγκης οἰόμενοι. ἔστι μὲν πῶς τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, οὐχ οὕτως δὲ ὡς ἐκεῖνοι λέγουσιν. ἐκεῖνοι μὲν γὰρ πάνυ γελοίως τὸ ἀναγκαῖον εἰσάγουσιν εἰς τὰ τῆς φύσεως ἔργα· φασὶ γὰρ ἐξ ἀνάγκης τὴν μὲν γῆν κάτω κεῖσθαι διότι βαρεῖα, τὸν δὲ αἰθέρα ἄνω διότι κοῦφος, ταῖς φυσικαῖς τῆς ὕλης κινήσεσιν προσάπτοντες τὴν ἀνάγκην τῶν γενομένων, ὥσπερ εἴ τις καὶ τὸν τοῖχον ἐξ ἀνάγκης νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολῆς, καὶ τῶν μὲν λίθων διὰ τὴν βαρύτητα κάτω πεσόντων, τῶν πλίνθων δὲ διὰ τὴν κουφότητα ἄνω καὶ ἔτι τῶν ξύλων, οὕτω τὸν τοῖχον συνεστηκέναι· ἐμβροντήτου γὰρ τοῦτό γε καὶ οὐδέποτε οἰκοδομουμένην οἰκίαν ἰδόντος.1 οὐχ οἱ λίθοι κατ’ αὐτούς, οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα, ὡς ἐπεφύκει, κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ τέχνη, οὐκ ἄνευ μὲν ἐκείνων, οὐ μὴν δι’ ἐκεῖνα, προηγουμένως αὐτὴ προελθοῦσα, τοὐναντίον δὲ δι’ αὐτὴν κἀκεῖνα παράγουσα. ἔστι μὲν καὶ ὕλη τῶν καθ’ αὑτὰ αἰτίων ὥσπερ εἰρήκαμεν, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τῷ λόγῳ πέφυκε συναρμόζεσθαι. οὐδὲ γὰρ ἐπειδὴ σίδηρος, διὰ τοῦτο ἐξ ἀνάγκης γίνεται σμίλη καὶ ἄροτρον, ἀλλ’ ἐπειδὴ σμίλης καὶ ἀρότρου δεόμεθα, διὰ τοῦτο καὶ σίδηρον μεταλλεύομεν· οἰκίας δὲ οἰκοδομούμεθα οὐκ, ἐπειδὴ πλίνθους ἔχομεν καὶ ξύλα· χρεία μὲν γὰρ καὶ τούτων, ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως οἰκοδομούμεθα, ἀλλὰ διὰ τὸ κρύπτειν ἄττα καὶ σῴζειν, ὅπερ ἐστὶ λόγος τῆς οἰκίας. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ἕνεκά τινος γινομένοις. διὰ τί γίνεται χιτών; ἵν’ ἐνδυώμεθα. ἀλλὰ τοῦτο οὐκ ἄνευ ἐρίων· χρὴ τοίνυν ὑποκεῖσθαι τὰ ἔρια. διὰ τί γίνεται ὑποδήματα; ἵνα μὴ τριβώμεθα βαδίζοντες. ἀλλὰ τοῦτο οὐκ ἄνευ δερμάτων· φροντιστέον ἄρα πρῶτον τῶν δερμάτων. εἰ μὲν οὖν εἵπετο καὶ ἐρίῳ παντὶ τὸ χιτῶνι γίγνεσθαι καὶ δέρματι τὸ ὑποδήματι, ἐξ ἀνάγκης ἂν εἵπετο ταῖς ὕλαις τὰ εἴδη. νῦν δὲ πρίονι μὲν ὑποκεῖσθαι τὸν σίδηρον ἐξ ἀνάγκης καὶ θριγγίῳ λίθους, οὔτε δὲ τῷ σίδηρον εἶναι τὸ πρίονα γενέσθαι ἐξ ἀνάγκης ἀκολουθεῖ οὔτε τῷ λίθους ὑπάρχειν τὸ θριγγίον οἰκοδομεῖσθαι. ἔχει μὲν οὖν ἡ ὕλη τὸ ἀναγκαῖον, ἀλλ’ οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφὴν καὶ τὸ εἶδος. ταύτῃ μὲν γὰρ οὐδὲν ἐξ ἀνάγκης ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προυποκεῖσθαι τῷ εἴδει, ὥστε οὐ τὸ τέλος ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται2 καὶ ἡ ἐξ ἀνάγκης αἰτία. οὐκ ἄρα τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. διὰ γὰρ τὸ τέλος ἡ ὕλη καὶ διὰ τὴν μορφὴν τὸ ὑποκείμενον, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἡ ἐξ ἀνάγκης αἰτία. οἱ μὲν οὖν μόνην αἰτίαν τὴν ὕλην τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς 〈ἂν〉 ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα λέγοιεν· ἐπειδὴ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα, τὸ εἶδος, καὶ ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη, οὐκ αὐτὴ παράγουσα τὴν μορφήν, οὐδ’ ἂν ἁπλῶς αἰτία λέγοιτο3 οὐδ’ ἂν ἁπλῶς ἀναγκαία, ἀλλ’ ἐξ ὑποθέσεως, καθάπερ ἡμῖν ἔθος πολλαχοῦ λέγειν· ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται καὶ τῆς ὕλης τὸ ἀναγκαῖον.
9. これらに次いで考察すべきは、自然による事物において必然的なものがどのように存在するのか、そして自然によって生じる事物は、目的がそれに先行して生じる諸事態に端的に帰結するようなものとして端的に必然性から生じるのか、それとも自然哲学者たちが考えていたように、質料の諸運動のうちに生じる諸事態が必然性から帰結すると信じるようなものとして生じるのか、ということである。自然的事物において必然的なものはある意味で存在するが、彼らが言うような仕方においてではない。というのも、彼らは自然の諸作品に極めて滑稽な仕方で必然性を導入しているからである。すなわち、大地は重いゆえに必然的に下に位置し、アイテールは軽いゆえに上に位置すると彼らは主張し、生じる諸事態の必然性を質料の自然的な諸運動に結びつけているが、それはあたかも、ある人が壁についてもまた必然性から成るのだとみなし、重いものは下に運ばれ、軽いものは上部に運ばれるのが本来の性質であり、石は重さのゆえに下に落ち、煉瓦は軽さのゆえに上に、さらに木材もそうであって、このようにして壁が組み立てられていると考えるようなものである。これこそはまさに狂気の沙汰であり、建てられつつある家を一度も見たことがない者の仕業であるからだ。石それ自体も、自然の本来の性質通りに動く煉瓦や木材も、家を造り出すのではなく、このような結合と形相と技術こそが、それら[質料]なしにはありえないにせよ、それらを理由としてではなく、自らが先行して第一に進み出、反対に自らのためにそれら[質料]をも引き寄せることによって造り出すのである。既に述べたように、質料もそれ自体としての諸原因の一つではあるが、形相と定義(ロゴス)と「何であったかであること」(本質)の方がより主要であり、この形相が質料の諸運動に必然的に従うのではなく、むしろ質料の方が定義へと調和させられるよう自然本来の性質づけをされているのである。実際、鉄が存在するからといって、そのゆえに鑿や鋤が必然的に生じるわけではなく、私たちが鑿や鋤を必要とするからこそ、そのゆえに鉄をも採掘するのである。また私たちが家を建てるのも、煉瓦や木材を持っているからではない。これらも必要ではあるが、これらを理由として第一に私たちが建てるのではなく、或る諸々のものを覆い隠し保存するためであり、これこそが家の定義(ロゴス)なのである。同様に、或るもののために生じる他の事物においてもそうである。なぜキトンが生じるのか。私たちがそれを身に纏うためである。だがこれは羊毛なしにはありえない。したがって羊毛が下底として置かれていなければならない。なぜ履物が生じるのか。私たちが歩行の際にすり傷を負わないためである。だがこれは皮なしにはありえない。それゆえまず皮のことを心に留めねばならない。仮に、すべての羊毛に対してもキトンになることが帰結し、皮に対しても履物になることが帰結したとすれば、形相は質料に必然的に帰結したであろう。しかし実際には、鋸にとっては鉄が必然的に下底として置かれる必要があり、胸壁にとっては石が必要であるが、鉄が存在することに対して鋸が生じることが必然的に従うわけでもなく、石が存在することに対して胸壁が建てられることが必然的に従うわけでもない。したがって質料は必然的なものを持つが、それ自身によるのではなく、形相とエイドスによるのである。というのも、この質料に対して何かが必然的に従うことはなく、質料自身が必然的に形相のために前もって下底として置かれていなければならないからであり、その結果、目的が自らに先行するものに必然的に従うのではなく、目的を仮定した者にとって、この仮定のゆえに必然的なものと必然性による原因が帰結するのである。それゆえ、目的が必然性から生じるのではなく、目的のゆえに必然的なものが生じるのである。目的のゆえに質料が存在し、形相のゆえに基底が存在するのであり、質料と基底こそが必然性による原因なのである。したがって、質料のみを原因と措定し、質料の自然的な諸運動に生じる諸事態が帰結すると言う者たちは、生じる諸事態は端的に必然性から生じる、と主張するかもしれない。だが、質料のほかに、より主要な別の原因である形相が存在し、質料はこの形相のために引き寄せられるのであって、質料自らが形相を生み出すのではないことが我々によって証明された以上、質料は端的に原因とも言えず、端的に必然的とも言えず、私たちが多くの箇所で慣習的に述べているように、仮定に基づく[必然的な]ものなのである。なぜなら、形相を仮定した者にとってこそ、このようにして質料の必然性が見出されるからである。
- 2.9ἐμβροντήτου γὰρ τοῦτό γε καὶ οὐδέποτε οἰκοδομουμένην οἰκίαν ἰδόντος
ἐμβροντήτου と ἰδόντος は特徴・所有を表す述語的属格(genitive of characteristic)であり、動詞 ἐστί が省略されている。「これ(そのような推論)は狂気の者、また一度も建てられる家を見たことがない者の特徴(仕業)である」の意。
- 2.9ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται
与格分詞 ὑποθεμένοις は関心の与格ないし判断者の与格(dative of reference/interest)であり、文の論理的前提を担う(「これを前提とした人にとって」)。主語は τὸ ἀναγκαῖον で、主動詞 ἕπεται に係っている。
- 2.9ἐπειδὴ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα, τὸ εἶδος, καὶ ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη, οὐκ αὐτὴ παράγουσα τὴν μορφήν, οὐδ’ ἂν ἁπλῶς αἰτία λέγοιτο
主節の主動詞は潜在を表す οὐδ’ ἂν ... λέγοιτο(主語は ὕλη の省略)であり、先行する ἐπειδὴ 節の中に ἀποδέδεικται の主語として ἄλλη ... αἰτία κυριωτέρα, τὸ εἶδος と、分詞構文 ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη(質料がこれのために導入されるということ)が組み込まれている。
