← テミスティオス

アリストテレス『自然学』釈義

§51.15-52.22

偶性の原因としての運と作因・目的因の関係

テミスティオスは、運と自発的事象が自然や選択の偶性による原因であることを示し、通常の付帯的原因と異なり同一の行為が一方の目的にはそれ自体の原因、他方の目的には偶性の原因となることを論じ、さらに運が作因と目的因の双方に現れることを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.5#2

τοῦτο οὖν ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅταν αἰτία γίνηται κατὰ συμβεβηκὸς ἡ φύσις τινὸς ἢ ἡ προαίρεσις. οὕτως ἔλεγον τὴν τύχην ἐν τοῖς ἕνεκά τινος εἶναι, ὅτι ἐν τοῖς ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν γένηται ταῦτα κατὰ συμβεβηκός τινων αἴτια, γίνεται δὲ κατὰ συμβεβηκός τινων αἴτια, ὅταν ἄλλα τινὰ αὐτοῖς ἀπαντήσῃ καὶ μὴ ὧν χάριν ἐγίνετο· ἔστι γὰρ ὥσπερ τῶν ὄντων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὰ μὲν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ ταύτῃ συμβεβηκότα, οὕτως καὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτὰ αἴτια, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός· καὶ τὸ μὲν καθ’ αὑτὸ ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ οἰκοδόμῳ συμβαίη. τοιοῦτον δὲ καὶ ἡ τύχη καὶ διὰ τοῦτο ἀόριστον. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, ὅτι ἐκείνων μὲν ἕκαστον, ἐπειδὴ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκε, οὕτως αἴτιον καὶ αὐτὸ λέγεται τὸ λευκὸν ἢ τὸ μουσικὸν ἢ τὸ περιπατοῦν ἢ τὸ καθήμενον, διόπερ οὐδὲ αἴτιον κυρίως ἐστὶ τὸ τοιοῦτον, ἐπὶ δὲ τῆς τύχης1 ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός· τὸ γὰρ ὀρύξαι τοῦ μὲν φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός, ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός),2 ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός. ἔχει μέντοι γε καὶ τὸ ἀόριστον μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἡ τύχη· τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἂν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη χάριν ἄλλου τινὸς γινομένοις, τοῦ φυτεῦσαι χάριν ὀρύσσοντι, τοῦ θεμέλια καταβάλλεσθαι, τοῦ διαγαγεῖν ὀχετὸν φρεατείας ἕνεκεν λάκκου μνήματος ἠρίου μυρίων ἄλλων. καθάπερ οὖν ἐλέχθη καὶ πρότερον (οὐδὲν γὰρ ἄτοπον σχολὴν ἄγοντα τὰ αὐτὰ πολλάκις σαφηνείας ἕνεκεν ἀναλαμβάνειν), ὅταν τὰ ἕνεκά του γινόμενα γένηταί τινος αἴτια κατὰ συμβεβηκός, τὰ τούτοις οὕτως ἀπηντηκότα ἀπὸ τύχης λέγεται γεγονέναι ἢ ταὐτομάτου, οἷον ἕνεκα μὲν τοῦ λούσασθαι προῆλθεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον· τοῦ γὰρ ἀπολαβεῖν αἴτιον κατὰ συμβεβηκὸς τὸ προελθεῖν (οὐ γὰρ τούτου χάριν ἐγίνετο)· ὡς εἰ τούτου γε ἕνεκεν, οὐκ ἂν ἐλέγετο ἀπὸ τύχης ἀπειληφέναι τὸ ἀργύριον· ἀλλ’ οὔτε εἰ κατὰ ἀνάγκην εἰς τὸν τόπον ἐκεῖνον ἐφοίτα, οὔτε εἰ κατὰ συνήθειαν ὡς ἐπὶ τὸ πλεῖστον· οὐκέτι γὰρ παράλογον τὸ τοιοῦτον οὐδὲ σπάνιον. καὶ τοῦτο δὲ ἐπὶ τῆς τύχης θεωρητέον, ὅτι τὸ κατὰ συμβεβηκὸς οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους εὑρίσκεται· ὥσπερ γὰρ τὸ προελθεῖν κατὰ συμβεβηκὸς αἴτιον τοῦ κομίσασθαι, οὕτω καὶ τὸ κομίσασθαι κατὰ συμβεβηκὸς τέλος τοῦ προελθεῖν· καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης.

したがって、自然あるいは選択が偶性によって何らかのものの原因となるとき、これこそが運であり自発的事象なのである。私が運は「何かのため」のものどものうちにあると述べたのは、知性によるものおよび自然によるものどものうちにおいて、これらが偶性によって何らかのものの原因となる場合であり、そしてそれらが偶性によって何らかのものの原因となるのは、それらに別の何かが生じて、そのために生起していた当の事柄が生じない場合である。というのも、存在するもののうち、あるものはそれ自体としてのもの、あるものは偶性によるものであり、それ自体としては実体、偶性としてはこれに付帯するものであるのと同様に、諸原因のうちでも、あるものはそれ自体としての原因であり、あるものは偶性による原因だからである。例えば、家屋にとっては建築家がそれ自体の原因であり、白い人や音楽的な人は偶性による原因である。そして、それ自体としての原因は限定されているが、偶性による原因は不定である。実際、建築家には無数のことが付帯しうるからである。運もまたそのようなものであり、それゆえに不定なのである。しかし、運は他の偶性による諸原因とは異なっている。なぜなら、それら[他の付帯的原因]のおのおのは、それ自体としての原因に付帯しているために、白い人や音楽的な人、あるいは歩いている人や座っている人それ自身もそのようにして原因と呼ばれるのであり、それゆえにそのようなものは本来の意味での原因ではないのに対し、運の場合には、同一のひとつの行為が、あるものに対してはそれ自体の原因であり、別のものに対しては偶性による原因であるからである。実際、掘ることは、植樹にとってはそれ自体の原因であるが、財宝を発見することにとっては偶性による原因である。したがって、あちら[通常の付帯的原因]では原因の側に差異があるのに対し(一方はそれ自体、他方は偶性による)、こちら[運]では目的の側に差異があり、一方[の目的]に対してはそれ自体、他方[の目的]に対しては偶性によるのである。とはいえ、運は不定性をも少しも劣らず、むしろそれ以上にもっている。なぜなら、財宝を発見することは、別の何かのために生起する無数の多くの原因に付帯しうるからである。すなわち、植樹のために掘る人にも、基礎を据えるため、水路を引くため、井戸掘りのため、貯水槽のため、墓のため、塚のため、その他無数のもののために[掘る人にも付帯しうるのである]。それゆえ、前にも述べられたように(というのも、閑暇がある者が明瞭さのために同じことを幾度も取り上げるのは何ら不都合ではないからである)、何かのために生起するものが偶性によって何らかのものの原因となるとき、これらに対してこのように生じた結果は、運または自発的事象から生じたと言われる。例えば、入浴のために外へ出たが、寄付金を集めていた借金人に偶然出くわして金を回収した場合である。外へ出たことは回収することの偶性による原因だからである(そのために生起していたのではないから)。というのも、もしこの[回収の]ためであったなら、運から金を回収したとは言われなかったであろう。しかし、もし必然によってその場所へ通っていたのだとしても、またもし大体において習慣によって[通っていたの]だとしても、〔そうは言われなかったであろう〕。そのようなことはもはや理に反したことでも稀なことでもないからである。また、運については、偶性によるということが作因においてだけでなく、目的においてもまた見出されるということを観察しなければならない。なぜなら、外へ出たことが回収することの偶性による原因であるのと同様に、回収することも外へ出たことの偶性による目的なのである。そして、作因としてのそれは運と呼ばれ、目的因としてのそれは運によるものと呼ばれる。

構文注2 件
  1. 2.5καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης

    「τὸ μὲν ... τὸ δέ」は前文の「外へ出たこと(作因)」と「回収したこと(目的)」をそれぞれ受ける代名詞的主語である。後半の「τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης」の脈絡において、動詞 καλεῖται が共通の述語動詞として補われ、「τὸ ἀπὸ τύχης」が述語名詞句として機能している。

  2. 2.5ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός

    対比構文「ἐκεῖ μὲν... ἐνταῦθα δέ」において、後半の「τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός」は直前の文にある「ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός」に対応する省略構造である。属格 τοῦ μὲν / τοῦ δὲ は行為の向かう対象(目的)を指し、省略された述語的要素 αἴτιον(あるいは αἰτία)を補って「[同一の行為が]一方の[目的に対しては]それ自体の[原因]、他方の[目的に対しては]偶性による[原因]」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:51.15-52.22