← テミスティオス

アリストテレス『自然学』釈義

§45.23-47.11

作因と目的因および原因を語る諸様態

テミスティオスは残る二つの原因(作因と目的因)を挙げた後、原因と結果が語られる諸々の様態(近接的/普遍的、自体的/付帯的、単純/結合的、可能態/現実態)と、探求において最も近接的・本質的な原因(技術など)に遡る必要性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.3#2

εἰς τρίτον δὲ τὴν ἀρχὴν τῆς κινήσεως, οἷον τὸ σπέρμα καὶ τὸν ἰατρὸν καὶ τὸν βουλεύσαντα καὶ ὅλως τὸ ποιητικὸν αἴτιον. τέταρτον δὲ τὸ τέλος καὶ τὸ ἀγαθόν· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι,1 διαφέρει δὲ οὐδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν. τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστιν. Ἀποδιδόντες δὲ αὐτὰ πολλαχῶς ἀποδίδομεν ἐφ’ ἑκάστου εἴδους τῶν αἰτίων, οἷον ἐπὶ τοῦ ποιητικοῦ καὶ τῆς τοιαύτης αἰτίας· ἤτοι γὰρ προσεχῶς ἢ κοινότερον, προσεχῶς μὲν ὅταν λέγωμεν αἴτιον τῆς ὑγείας τὸν ἰατρόν, κοινότερον δὲ ὅταν τὸν τεχνίτην. πάλιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ αἴτιον τῆς ὑγείας ὁ ἰατρός, ἀλλ’ ἐπειδὴ συμβέβηκεν αὐτῷ Ἀκουμενῷ εἶναι, αἴτιον ἄν εἴποιμεν καὶ τὸν Ἀκουμενὸν τῆς ὑγείας. καὶ τὰ περιέχοντα τὸ συμβεβηκὸς [αἴτιον] καὶ αὐτὰ τὰ αἴτια πολλάκις λέγεται, οἷον ἄνθρωπος τῆς ὑγείας αἴτιος καὶ τὸ ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερα καὶ ἐγγύτερα, οἷον ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος γίγνεται τῆς ὑγείας, ᾗ συμβέβηκε τῷ ἰατρῷ λευκῷ ἢ μουσικῷ εἶναι. πάλιν ταῦτα ἔστιν ἀποδιδόναι ἢ συμπλέκοντας ἢ χωρίς, συμπλέκοντας μὲν ‘ὁ Ἀκουμενὸς ἰατρὸς αἴτιος τῆς ὑγείας ἢ λευκὸς ἰατρός’ χωρὶς δὲ ‘ὁ Ἀκουμενὸς αἴτιος ἢ ὁ ἰατρὸς αἴτιος’. ἐξ οὗ οἱ τρόποι τῶν ἀποδόσεων· ἢ γὰρ ὡς τὸ προσεχὲς καὶ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ † κατὰ συμβεβηκός, ἢ ὡς τὸ γένος, ἢ ὡς τὰ συμπλεκόμενα, ἢ χωρίς. τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων εὕροις ἂν οὕτω γιγνόμενον, οἷον ἐπὶ τῆς ὕλης. οὗτος ὁ χαλκὸς αἴτιος τοῦ Διαδουμένου καὶ ἁπλῶς χαλκὸς καὶ τὸ σῶμα. πάλιν τὸ ἐρυθρὸν (ἔστω γὰρ ἐρυθρὸς ὁ χαλκὸς) καὶ ἁπλῶς ὁ ἐρυθρὸς καὶ ἔτι μᾶλλον ὁ κεχρωματισμένος καὶ συντιθεὶς ὁ ἐρυθρὸς χαλκὸς ἢ ὁ μέλας χαλκός. τοῖς δὲ αἰτίοις ἀνάλογόν τε καὶ ἐξίσου καὶ τὰ αἰτιατὰ λέγεται· ἢ γὰρ προσεχῶς αἰτιατὸν ἀποδίδομεν ἢ τὸ γένος τούτου, οἷον Πολύκλειτος ἐποίησε τόνδε τὸν Διαδούμενον ἢ τὸν ἀνδριάντα ἢ ὅλως τὴν εἰκόνα· ὁμοίως ἐπὶ τοῦ κατὰ συμβεβηκότος, ἵνα μὴ καθ’ ἕκαστον ἀπομηκύνωμεν. ἕκαστος δὲ τῶν ἓξ τούτων τρόπων διχῶς αὖθις ἀποδίδοται, ἢ γὰρ δυνάμει ἢ ἐνεργείᾳ· διαφέρει δέ, ὅτι τὰ μὲν ἐνεργοῦντα αἴτια ἅμα τέ ἐστι καὶ οὐκ ἔστι τοῖς ἐνεργουμένοις αἰτιατοῖς,2 οἷον ὁ τέμνων τῷ τεμνομένῳ καὶ ὁ πρίζων τῷ πριζομένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ὁ οἰκοδόμος τῇ οἰκίᾳ οὐδὲ ὁ τέκτων τῷ βάθρῳ. τὸ δυνάμει δὲ λέγω νῦν οὐ μόνον ἐνεργῆσαι, ἀλλὰ καὶ τὸ πεπαυμένον τῆς ἐνεργείας.3 δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ κυριώτατον καὶ προσεχέστατον ζητεῖν, τοῦτο δ’ ἔστιν ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί, οἷον ‘διὰ τί αἴτιος οὗτος τῆς οἰκίας; ὅτι οἰκοδόμος. διὰ τί δὲ ὅλως οἰκοδόμος αἴτιος οἰκίας; ὅτι τὴν οἰκοδομικὴν ἔχει τέχνην’. ἐνταῦθα δὲ ἐλθόντα στῆναι ἀνάγκη· ἡ γὰρ ἑξῆς εὐήθης ἐρώτησις. πρώτη ἄρα ἡ τέχνη αἰτία τῆς οἰκίας. λεκτέον δὲ καὶ τὰ γένη τῶν γενῶν αἴτια καὶ τὰ καθ’ ἕκαστον * * *, οἷον ἀνδριαντοποιὸς μὲν ἀνδριάντος αἴτιος, ὅδε δὲ τουδί, καὶ τὰ μὲν δυνάμει αἴτια τοῖς δυνάμει, τὰ δὲ ἐνεργοῦντα τοῖς ἐνεργουμένοις αἰτιατοῖς. πόσα μὲν οὖν τὰ αἴτια καὶ ποσαχῶς ἀποδίδοται, διώρισται καθ’ ἕκαστον ἡμῖν.

第三には運動の起点へ[帰着する]。例えば種子、医師、計画を立てた者、そして一般に作因である。第四には目的と善である。というのも、「それのために」は最善のものであり、他のものどもの目的であろうとするからである。そしてそれを善と呼ぼうと、善と思われるものと呼ぼうと、何の違いもない。さて、原因はこれらであり、これだけの数である。ところで我々は、これらを言い表すにあたり、原因の各々の種において多様に言い表す。例えば作因やそのような原因においてそうである。すなわち、近接的にか、より普遍的にかのいずれかである。近接的にとは医師が健康の原因であると言うときであり、より普遍的にとは職人がそうであると言うときである。また、それ自体としてか付帯的にかのいずれかである。実際、医師はそれ自体として健康の原因であるが、彼にアクーメノスであることが付帯しているゆえに、我々はアクーメノスもまた健康の原因であると言うことができよう。そして付帯的な原因を包摂するものもまた、それら自体がしばしば原因と呼ばれる。例えば人間が健康の原因であり、動物がそうであるように。また付帯的なものどものうちにも、他よりも遠いものと近いものがある。例えば白い人や教養ある人が健康の原因となるのは、医師に白いことや教養あることが付帯している限りのことである。さらに、これらを結合してか、あるいは別々にか言い表すことが可能である。結合してとは「医師アクーメノス、あるいは白い医師が健康の原因である」であり、別々にとは「アクーメノスが原因である、あるいは医師が原因である」である。ここから、原因を言い表す仕方が生じる。すなわち、近接的かつ個別のものとしてか、類としてか、付帯的なものとしてか、類としてか、結合されたものとしてか、あるいは別々のものとしてかである。そしてこのことは作因においてのみならず、他の原因においても同様に生じるのを見出せよう。例えば質料においてそうである。この特定の青銅は『鉢巻を結ぶ人』の原因であり、端的に青銅も、また物体もそうである。また赤色(青銅が赤いとせよ)も、端的に赤いものも、さらにそれ以上に色づけられたものもそうであり、合成して言えば赤い青銅や黒い青銅がそうである。そして原因に比例して、また等しく、原因によって引き起こされた結果も語られる。実際、我々は近接的に結果を言い表すか、あるいはその類を言い表すかである。例えばポリュクレイトスがこの特定の『鉢巻を結ぶ人』を制作した、あるいは彫像を制作した、あるいは一般に似姿を制作した、と言うように。付帯的なものについても同様であり、個別ごとに長引かせないようにしよう。そしてこれら六つの仕方の各々は、さらに二重に言い表される。すなわち、可能態においてか、現実態においてかである。そして異なるのは、現実態において作動している原因は、現実態において引き起こされている結果と同時に存在し、同時に存在しなくなるが(例えば切断している者は切断されているものと、鋸で挽いている者は鋸で挽かれているものと同時にそうである)、可能態によるものは常にそうであるわけではないという点である。実際、建築家は家と同時に滅びることはなく、大工も台座と同時に滅びることはない。しかし今、私が「可能態において」と言うのは、単に現実化することが可能なものだけでなく、現実の活動を終えたものをも指している。ところで、各々のものについて最も本来的な、また最も近接的な原因を常に探求せねばならない。そしてこれは「なぜか」の探求が終わる点である。例えば「なぜこの人は家の原因なのか。建築家だからである。では、なぜ建築家が一般に家の原因なのか。建築術を有しているからである」。ここに至ったなら立ち止まらねばならない。これに続く問いは愚かしいからである。したがって、技術が家の第一の原因である。また、類は類の原因として、個別のものは[個別のものの原因として]語られねばならず、例えば彫像家は彫像の原因であり、この特定の彫像家はこの特定の彫像の原因である。そして可能態における原因は可能態における結果に、現実態において作動している原因は現実態において引き起こされている結果に対応して語られねばならない。さて、原因が幾つあり、幾つの仕方で言い表されるかは、我々によって個別に規定された。

構文注3 件
  1. 2.3ἐθέλει εἶναι

    動詞 ἐθέλει は人称主語の意志を表すのではなく、無生物主語(ここでは τὸ οὗ ἕνεκα)とともに用いられて「…の傾向がある」「自然と…である」という性質・恒常的傾向を表す慣用的な用法。

  2. 2.3ἅμα τέ ἐστι καὶ οὐκ ἔστι τοῖς ἐνεργουμένοις αἰτιατοῖς

    与格句 τοῖς ἐνεργουμένοις αἰτιατοῖς は副詞 ἅμα に係り、述語 ἐστί および οὐκ ἔστι と呼応して「現実態にある結果と同時に存在し、また同時に存在しなくなる」という意味を表す。存在と消滅の同時性を示す構文。

  3. 2.3τὸ δυνάμει δὲ λέγω νῦν οὐ μόνον ἐνεργῆσαι, ἀλλὰ καὶ τὸ πεπαυμένον τῆς ἐνεργείας

    λέγω の目的語として対格名詞句 τὸ δυνάμει が置かれ、その内容を説明する οὐ μόνον... ἀλλὰ καί... において、後続の分詞中性名詞化 τὸ πεπαυμένον と対比をなすよう、前者の 不定詞 ἐνεργῆσαι は「現実化しうるもの(能力を持つもの)」として名詞的・楕円的に解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:45.23-47.11