← テミスティオス

アリストテレス『自然学』釈義

§2.27-4.15

原理の分類と一者不動説に対する自然学の立場

アリストテレス『自然学』第1巻第2章の冒頭に基づき、原理の数や性質に関する初期哲学者たちの分類を整理した上で、存在を一にして不動とするパルメニデスやメリッソスへの反駁が自然学者の本来の任務ではない理由を、幾何学における誤謬論破の比喩を交えて論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2#1

2. Ἀνάγκη τὴν ἀρχὴν ἢ μίαν ἢ πλείους εἶναι· ἀλλ’ εἴτε μίαν, ἢ κινουμένην ἢ ἀκίνητον, ἢ πεπερασμένην ἢ ἄπειρον· εἴτε πλείους, καὶ ταύτας γε αὖ ἢ κινουμένας γε ἢ ἀκινήτους, ἢ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν ἀπείρους. εἰσὶ γάρ τινες καὶ οἱ ἀπείρους θέμενοι τὰς ἀρχὰς ὥσπερ Ἀναξαγόρας τε καὶ Δημόκριτος· ἀλλὰ Δημόκριτος μὲν μίαν οὐσίαν ταῖς ἀτόμοις ὑποτιθεὶς τοῖς σχήμασιν αὐτοῖς ἐξαλλάττει μόνοις, Ἀναξαγόρας δὲ ἐν ταῖς ὁμοιομερείαις ἐναντιότητας, θερμότητας ψυχρότητας, λευκότητας μελανίας. διῃρέθησαν δὲ καὶ εἰς τὰς ἄλλας δόξας οἱ περὶ τῶν ὄντων πάλαι φιλοσοφήσαντες· ὄντα γὰρ ἐνόμιζον τὰς ἀρχὰς ἐκεῖνοι καὶ ζητοῦντες, πόσα τὰ ὄντα, τὰς ἀρχὰς ἐζήτουν ὁπόσας θετέον ἐστίν, εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον·1 ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν ἑαυτῇ συνεισάγει, καὶ τοσαῦτά γε ὅσων ἔστιν ἀρχή· πρός τι γὰρ ἡ ἀρχὴ καὶ τινῶν. ἀλλὰ καὶ τὸ ἀκίνητον λέγειν τὸ ὂν φανεροὺς ποιεῖ μὴ λαμβάνοντας τὸ ὂν ἀντὶ τῆς ἀρχῆς· πῶς γὰρ ἂν ἕτερόν τι γένοιτο ἐξ ἀρχῆς μὴ κινουμένης; ἔστι μὲν οὖν ὁ πρὸς τούτους λόγος οὐ τῷ φυσικῷ προσήκων· τί δήποτε; ἀναιροῦσι γὰρ τὰς φυσικὰς ἀρχάς, ὥσπερ ἔφην, μᾶλλον δὲ τὴν φύσιν αὐτήν, κίνησιν μὴ τιθέμενοι. συστῆσαι δὲ τὰς οἰκείας ἀρχὰς οὐδεμιᾶς ἐστιν ἐπιστήμης, ὥσπερ οὐδὲ γεωμετρίας γραμμὰς καὶ σημεῖα, οὐδὲ ἀριθμητικῆς μονάδας, ἀλλ’ ἐπὶ ταύταις ὑποκειμέναις περαίνουσι τὰ ἐφεξῆς, ἐπεὶ ὅτι γέ ἐστι φύσις πόθεν ἂν ὁ φυσικὸς ἀποδείξειεν; πότερον ἔκ τινων φυσικῶν; ἀλλ’ αἰτήσεται τὸ ζητούμενον. ἀλλ’ ἐξ ἑτέρων; ἀλλ’ οὐχ ᾗ φυσικὸς ἀποδείξει. εἰ μὲν οὖν ἔχει τινὰ προτέραν ἑαυτῆς ἐπιστήμην ἡ φυσική, παρ’ ἐκείνης λήψεται τὰς ἀρχὰς ὥσπερ καὶ παρὰ ταύτης ἡ ἰατρικὴ καὶ παρὰ γεωμετρίας ἡ ὀπτική· εἰ δὲ μή, χρήσεται τῇ κοινῇ πασῶν τῶν τεχνῶν μεθόδῳ τῇ δι’ ἐνδόξων· ἀλλ’ εἴτε οὕτως εἴτ’ ἐκείνως, οὐχ ᾗ φυσικὸς δώσει λόγον ἀλλ’ ᾗ διαλεκτικὸς ἢ φιλόσοφος. τὸ μὲν οὖν πόσαι καὶ τίνες αἱ τῆς φύσεώς εἰσιν ἀρχαὶ διδάσκειν ἀναγκαῖον τῷ φυσικῷ, τὸ δὲ ὡς ἔστιν ὅλως ἡ φύσις, οὐκ ἔστι φυσικοῦ. ἀλλ’ οὐδὲ φανερῶς ἀναιροῦσι τὴν φύσιν, ἀλλὰ καὶ εἰ μὴ λέγουσι φανερῶς, ἀλλ’ ἐξ ὧν λέγουσι τοῦτο συμβαίνει. ὁ γὰρ κίνησιν μὴ διδοὺς οὐ δώσει δήπου καὶ τὴν ἀρχὴν τῆς κινήσεως, αὕτη δέ ἐστιν ἡ φύσις. εἰ μὲν οὖν τηροῦντες τὰς ἀρχὰς ἐν τοῖς ἑξῆς τι παρελογίζοντο, ἀκόλουθον ἦν ἐπιδεικνύναι τῷ φυσικῷ, πῇ φενακίζουσιν· εἰ δὲ δι’ ὧν παρακρούονται, τὰς ἀρχὰς αὐτὰς ἀναιροῦσιν, οὐκ οἰκεῖον τὸ λύειν τοὺς λόγους αὐτῶν τοῦ μετιόντος τὴν ἐπιστήμην, ἐπεὶ καὶ τὰ ψευδογραφήματα ὅσα μὲν σῴζει τὰς γεωμετρικὰς ὑποθέσεις λυτέον τῷ γεωμέτρῃ, ὅσα δὲ μάχεται πρὸς ἐκείνας, παραιτητέον, οἷον δύο τινὲς κύκλον ἐπιχειρήσαντες τετραγωνίζειν Ἱπποκράτης τε ὁ Χῖος καὶ ὁ Ἀντιφῶν. τὸν μὲν οὖν Ἱπποκράτους λυτέον· τὰς γὰρ ἀρχὰς φυλάττων παραλογίζεται τῷ μόνον μὲν ἐκεῖνον τὸν μηνίσκον τετραγωνίσαι ὃς γράφεται περὶ τὴν τοῦ τετραγώνου πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, * * * ἀπόδειξιν πρὸς Ἀντιφῶντα δὲ οὐκέτ’ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῇ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ᾤετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος ἦν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει.2 πρῶτον μὲν οὖν διὰ τοῦτο ἄξιον ἦν παραιτήσασθαι τὸν Παρμενίδου καὶ Μελίσσου λόγον, ἔπειτα ὅτι καὶ ἀπίθανος καὶ παράδοξος τῶν ἀνδρῶν ἡ δόξα. τί γὰρ διαφέρει τὸ λέγειν ἓν τὸ ὂν τοῦ λέγειν Δίωνα τὸ ὂν εἶναι, ἢ πρὸς ἄλλην θέσιν τινὰ διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων, ὡς Ἡράκλειτος ἔλεγε ταὐτὸν εἶναι τὰ ἐναντία; καὶ οἱ λόγοι δὲ ἀμφοτέρων οἷς κέχρηνται, ἄντικρύς εἰσιν ἐριστικοί· καὶ γὰρ τὰς προτάσεις ψευδεῖς καὶ τὸ σχῆμα φέρουσιν ἀσυλλόγιστον, φορτικώτερος δὲ ὁ Μελίσσου· ποιεῖ γὰρ οὐδ’ ἡντιναοῦν ἀπορίαν.

2. 原理は一つであるか多数であるかのいずれかでなければならない。そして、もし一つであるとすれば、動いているか不動であるかのいずれかであり、有限であるか無限であるかのいずれかである。もし多数であるとすれば、これらもまた動いているか不動であるかのいずれかであり、数において有限であるか、あるいは逆に無限であるかのいずれかである。というのも、アナクサゴラスやデモクリトスのように、原理を無限であるとした人々もいるからである。だが、デモクリトスは原子に対して一つの実体を仮定し、それらの形状のみによって差異を設けているのに対し、アナクサゴラスは同質部分の中に諸々の対立、すなわち熱さと冷たさ、白さと黒さを仮定している。かつて存在するものどもについて探求した哲学者たちは、その他の諸見解にも分かれた。というのも、彼らは原理を存在するものどもであると考えており、存在するものどもがいくつあるかを探求しながら、原理をいくつと置くべきかを探求していたからである。もっとも、あるいはパルメニデスとメリッソスは、有を一つであり不動であると語りながら、原理を一つであり不動であると語っていたのではないのかもしれない。なぜなら原理とは、疑いなく自分自身とともにより多くのものを伴うものであり、しかもそれが原理であるところのものと同じだけの数を伴うからである。実際、原理は何らかに対するもの、また何らかのものどもの原理だからである。しかし、有を不動であると語ることもまた、彼らが有を原理の代わりに取っていないことを明らかにする。なぜなら、動いていない原理から、いかにして他の何ものかが生じえようか。それゆえ、彼らに対する論述は自然学者にふさわしいものではない。いったいなぜか。なぜなら、私が述べたように、彼らは運動を措定しないことによって自然の原理を、というよりむしろ自然そのものを否定しているからである。ところが、固有の諸原理を確立することは、いかなる学問の役目でもなく、ちょうど幾何学が線や点を、算術が単位を確立することがないのと同様である。むしろこれらを前提として、〔諸学問は〕それに続く諸事柄を完結させるのである。そもそも自然が存在することなど、自然学者がどこから証明できようか。何らかの自然的なものどもからであろうか。しかしそれでは探求されている事柄そのものを要求することになろう。では、自然的なものとは別のものどもからであろうか。しかしそれでは、自然学者としての資格において証明することにはならないであろう。それゆえ、もし自然学が自らより先なる何らかの学問を持つならば、医術が自然学から、光学が幾何学から受け取るように、自然学はその先なる学問から原理を受け取るであろう。しかし、もしそうでないなら、自然学はすべての技術に共通する方法、すなわち通念に基づく方法を用いるであろう。だが、そうであれこうであれ、自然学者は自然学者としてではなく、弁証家あるいは哲学者として説明を与えることになる。それゆえ、自然の諸原理がいくつあり、いかなるものであるかを教えることは自然学者にとって必然であるが、そもそも自然が存在するということは、自然学者の役目ではない。しかし彼らは公然と自然を否定しているわけではないが、たとえ公然と言わないとしても、彼らが述べている事柄からこの帰結が生じるのである。なぜなら、運動を認めない者は、疑いなく運動の原理をも認めないであろうし、これこそが自然だからである。それゆえ、もし彼らが原理を保ちながらそれに続く議論の中で何か誤った推論をしていたのなら、彼らがどこで欺瞞を弄しているかを論証することは自然学者にとって当然の務めであった。しかし、彼らが誤った結論を導くために用いている議論を通じて原理そのものを否定しているならば、彼らの議論を解くことはその学問を追究する者の固有の務めではない。なぜなら幾何学においても、幾何学的仮定を保っている限りの虚偽の作図は幾何学者が解かなければならないが、それらの仮定に敵対するものは斥けなければならないからである。例えば、円の正方形化を試みたある二人の人物、すなわちキオスのヒッポクラテスとアンティポンがそうである。したがって、ヒッポクラテスの議論は解かれなければならない。なぜなら、彼は諸原理を守りながら、円に内接する正方形の辺の上に描かれるあの三日月形のみを正方形化することによって誤った推論をしているからである、[…]幾何学者はアンティポンに対しては、もはや反証を述べることはできないであろう。彼は円に正三角形を内接させ、各辺の上に円周に接する別の二等辺三角形を構成し、これを連続して行うことで、最後の三角形の直線である辺がいつかは円周に合致すると考えていた。だがこれは、幾何学者が受け入れている前提である無限分割を否定する者のやり方であった。それゆえ、まずこのことのためにパルメニデスとメリッソスの議論を斥けることは正当であった。さらにまた、彼らの見解が説得力を欠き、常識に反するからでもある。というのも、有が一つであると語ることは、有がディオンであると語ることや、ヘラクレイトスが対立するものは同一であると語ったように、議論のための議論として語られる他の何らかの主張に対して対話を行うことと、いったい何の違いがあろうか。そして彼ら双方が用いている議論も、あからさまに争論的である。なぜなら、それらは偽なる前提を含み、推論形式をなしていないからである。そして、メリッソスの議論はより粗雑である。というのも、それはいかなる難問をも生じさせないからである。

構文注2 件
  1. 1.2εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον

    εἰ μὴ τάχα は直前の主張(「哲学者たちは存在を原理と同一視して探求していた」)に対する留保・修正を導入する慣用語句(「あるいは〜でないとすればだが」)として機能している。続く理由節(ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν...)が示すとおり、パルメニデスとメリッソスは「原理」の語を厳密な意味では用いていなかった可能性を指摘している。

  2. 1.2τοῦτο δὲ τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος ἦν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει

    τοῦτο はアンティポンの論法全体を指す主語であり、ἀναιροῦντος は所有・特徴を表す属格述語(「〜する者の仕業/所業であった」)である。続く ὑπόθεσιν は、関係代名詞 ἣν が先行詞の格に牽引されるか省略された形で、後続の λαμβάνει の目的語として結びつき、「幾何学者が仮定として受け入れている無限分割」という意味構造を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:2.27-4.15