- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:14.27-16.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
テミスティオスは、同質部分の無制限な増減を前提とするアナクサゴラスの「万物は万物に混じり合う」という説を批判し、動物や植物の全体と部分には大きさの限界があるため、肉などの自然的部分を無限に微細化することはできないと論じる。また、最小の大きさが定まっている以上、有限な物体から部分を無限に取り出し続けることは不可能であり、内在する成分は尽きざるをえないと結論する。
τοῦτο μὲν οὖν ἔξω τοῦ πράγματος, ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν,1 καὶ οὔτε τοὐλάχιστον οὔτε τὸ μέγιστον λαβεῖν; ὅτι δὴ τοῦτο ἀδύνατον, ἐντεῦθεν φανερόν. ὁμολογεῖται μὲν γὰρ ἅπαν τὸ σύνθετον ἐκ μερῶν· ἐκ μερῶν δὲ λέγω τοιούτων ἃ καὶ χωρισθῆναι δύναται κατ’ ἐνέργειαν ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ τὸ ὅλον τοῖς μέρεσιν ἀκολουθεῖν κατὰ τὸ μέγεθος, οἷον εἰ μικρὰ τὰ μέρη, μικρὸν τὸ ὅλον· εἰ μεγάλα ἐκεῖνα, μέγα καὶ τοῦτο, καὶ εἴ γε εἰς ἄπειρον ἐπ’ ἐκείνων ἡ πρόοδος ἐπ’ ἀμφότερα, ἐπ’ ἄπειρον εἶναι καὶ τοῦ συνθέτου· καὶ 〈εἰ〉 σάρκα καὶ νεῦρα καὶ ὀστᾶ ὁπηλικαοῦν γίνεσθαι δυνατόν, ἐνδέχεται δήπου καὶ ζῷον· καὶ εἰ τὰ μέρη τοῦ φυτοῦ, καὶ αὐτὸ τὸ φυτόν· καὶ τὸ ἀντιστρέφον τοίνυν ὁμοίως ἀληθές, εἰ μὴ δυνατὸν τὸ ὅλον, οὐδὲ τὰ μέρη. ὥρισται δὲ τὰ μεγέθη τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ κατ’ αὐτὸν Ἀναξαγόραν· ὥρισται ἄρα καὶ τῶν μορίων καὶ οὐκ ἐνδέχεται ὁπηλικηνοῦν εἶναι σάρκα ἀνθρώπου, ὡς δύνασθαι καὶ τὴν ἐν κέγχρῳ μετὰ παμμυρίων ἄλλων ὑπάρχουσαν ἔτι καθαιρεῖν ἐπὶ τὸ ἔλαττον οὖσαν ἔτι σάρκα· τοῦτο γὰρ θαυμαστόν. ἀλλ’ ἴσως φαίη ἂν πρὸς αὐτοὺς οὕτως αὐτῷ μαχομένους Ἀναξαγόρας, ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν·2 τοῦτο γὰρ ὑπῆρχεν ἄν, εἰ τὰ ζῷα καὶ τὰ φυτὰ ἐξ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους μίαν ὁμοιομέρειαν εἶχε, μίαν ὀστοῦ καὶ μίαν αἵματος καὶ πρὸς μίαν ἐφ’ ἑκάστου τῶν ἄλλων. νῦν δὲ πλῆθος ἐφ’ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους καθ’ ἕκαστον εἶδος τῶν ζῴων. οὐδὲν οὖν ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι· τὴν γὰρ ἐν τῷ ζῴῳ σάρκα ἐκ πλειόνων σαρκῶν εἶναι τῶν ὡς ἀρχῶν καὶ στοιχείων. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχει, ἀλλ’ ὁρίσαι γε χρὴ τῶν στοιχείων τούτων τὸ μέγεθος· ὅρους γὰρ δώσει δήπου τινὰ ἀριθμὸν ἀφ’ οὗ συντεθέντα τὰ στοιχεῖα ταῦτα τὴν ἐν ζῴῳ σάρκα ποιοῦσιν. ἔστω δὲ καθ’ ὑπόθεσιν οὗτος ὁ ἀριθμὸς τεττάρων ἢ πέντε σαρκίων. εἰ δὴ δύναιτο τῶν σαρκῶν τούτων ἕκαστον ἐπ’ ἄπειρον καθαιρεῖσθαι, ἔσται ἐκ τεσσάρων τηλικαύτη σὰρξ οὕτως μικρά, ὁπηλίκην εἶναι τὴν ἐν ζῴῳ σάρκα ἀμήχανον, μᾶλλον δὲ τί ποτε ἔστι τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων εἶναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν σαρκίων τούτων ἕκαστον οὐκ ἔσται ἐκ πλειόνων σαρκίων, εἴγε ἐπ’ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ διαίρεσις; ἀλλὰ κἀκεῖνο παγγέλοιον τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων εἶναι σαρκίων, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων. οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τὴν ἀρχὴν ὑπάρχοντος τοῦ μεγέθους καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον. ὅλως δὲ τὸ καθαιρεῖν ἐπ’ ἄπειρον σάρκα οὐδὲ σάρκα ἔτι φυλάττειν ἐστίν· ὡς μὲν γὰρ σώματος οὐκ ἀδύνατον ἐπ’ ἄπειρον νοεῖσθαι τὴν τομήν, ὡς δὲ σαρκὸς ἀμήχανον παντελῶς· διαφθείρεται γὰρ οὐκ εἰς μακρὸν τὸ σαρκίον. τοῦτο δὲ οὐκ οἶδα προσομολογούμενον Ἀναξαγόρᾳ· ἄφθαρτοι γὰρ κατ’ αὐτὸν αἱ ἀρχαί. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ τὸ μέγεθος ὥρισται τῆς ἐλαχίστης σαρκός, ἀναγκαίως ἀδύνατον ἐν ἑκάστῳ πάντα μεμῖχθαι. τί δήποτε; ὅτι πᾶν σῶμα πεπερασμένον, εἰ καὶ σμικρότατα ἀπ’ αὐτοῦ πεπερασμένα ἀφαιροῖτο, ὅμως ἐπιλείψειέ ποτε, γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν.3 καὶ 〈εἰ〉 τοίνυν ἐκ τοῦδε τοῦ ὕδατος ἡ σὰρξ ἀποκρίνοιτο συνεχῶς, ἀναλώσει δήπου πᾶσαν τὴν ἐνυπάρχουσαν· οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης.4
これはさておき、同質部分の各々は無限に増大することも減少させることも可能であり、最小のものも最大のものも取ることができないという理由によって、万物は万物の中に混じり合っていると述べる彼に対して、次のようなことが不条理として立ち現れないであろうか。これが不可能であることは、以下のことから明らかである。というのも、すべての複合体は部分から成るということが合意されているからである。ただし部分とは、現実に互いからも全体からも分離されることができ、かつ全体が大きさにおいて諸部分に従うような部分のことである。たとえば、部分が小さければ全体も小さく、部分が大きければ全体も大きく、もし部分において両方向への無限への進行があるならば、複合体の〔進行〕も無限である。そして[もし]肉や腱や骨がどのような大きさにもなりうるなら、動物もそうなりうるのは当然であり、植物の部分がそうなら植物自身もそうである。したがって、換位された命題も同様に真であり、もし全体が[どのような大きさにもなることが]不可能であるなら、諸部分も不可能である。ところで、動物と植物の大きさはアナクサゴラス自身にとっても限定されている。したがって部分[の大きさ]も限定されており、人間の肉がどのような大きさにもなりうるということはありえず、黍の粒の中に無数の他のものとともに存在している肉を、なお肉でありながらさらに小さいものへと減少させることができるということはありえない。なぜなら、これは奇怪なことだからである。 しかし、このように自分に反論してくる者たちに対して、おそらくアナクサゴラスはこう言うであろう。「私は、同質部分の増大と減少に動物や植物の大きさの違いが従うとは認めないであろう。なぜなら、もし動物や植物が各々の同質部分の形相から一つの同質部分を、すなわち骨の一つの同質部分、血液の一つの同質部分、そして他の各々のものについて一つずつを持つのであれば、そうしたことも成り立ったであろう。しかし現実には、動物の各形相において同質部分の各形相について多数[の部分]が存在する。したがって、肉は無限に減少させるが動物はもはやそうしないということは何ら不条理ではない。なぜなら、動物の中の肉は、原理や元素としての多数の肉から成るからである」と。 しかし、かりにこのことがこのようであるとしても、これらの元素の大きさを限定しなければならない。なぜなら彼は当然、これらの元素が合成されて動物の中の肉を作り出す元となる、何らかの限定された数を提示するであろうからである。仮定として、この数が四つないし五つの肉の微片であるとしよう。もしこれらの肉の各々が無限に減少させられうるなら、四つの微片から、動物の中の肉であることが不可能であるほど小さく微細な肉ができることになるであろう。それどころか、人間の肉が多数の肉の微片から成ると述べることにいったい何の意味があるのか。なぜなら、もし同質部分の分割が無限であるなら、なぜこれらの肉の微片の各々もまた、多数の肉の微片から成るのではないのか。さらに、象の肉がより少数の微片から成り、蚊の肉がより多数の微片から成るなどということは極めて滑稽である。なぜなら、大きさがより大きい方へもより小さい方へもそもそも不定であるなら、より多数から成ると言うか、より少数から成ると言うかはもはや何の違いももたらさないからである。 要するに、肉を無限に減少させることは、もはや肉を保持することですらない。なぜなら、物体としては切断を無限に考えることは不可能ではないが、肉としてはまったく不可能だからである。なぜなら、その肉の微片は遠からず消滅するからである。しかし、このことがアナクサゴラスによって追加して合意されるとは思われない。なぜなら彼によれば諸原理は不滅だからである。したがって、もしわれわれの言っていることが真であり、最小の肉の大きさが限定されているとするならば、必然的に各々のものの中に万物が混じり合っていることは不可能である。いったいなぜか。なぜなら、すべての有限な物体は、それから有限な極小のものが取り去られるとしても、それでもいつかは尽きるであろうからである(ただしこの議論は、ロゴスによって考察されるものに従うのではなく[現実のものとして]なされるべきである)。したがって、[もし]この水から肉が絶え間なく分離されるなら、そこに内在する肉のすべてを当然使い果たすであろう。なぜなら、最小の肉が限定されている以上、分離が無限へと進むことはありえないからである。
- 1.4ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν
ὅτι 節は διὰ τοῦτο と相関して理由(「…という理由によって」)を表し、λέγοντι(与格分詞)は αὐτῷ と一致して「…と述べる彼に対して」として動詞 ἀπαντήσεται(「立ち現れる、降りかかる」)の対象となる。主語は ἐκεῖνο ἄτοπον(「あの不条理」)。
- 1.4ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν
間接話法を導く接続詞 ὡς の直後に、一人称主語 ἐγώ および希求法+ἄν(潜在)が続き、直接話法(アナクサゴラス自身の反論)の形式へと滑り込んでいる。ἀκολουθεῖν の意味上の主語は対格句 τὰς διαφορὰς τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν(「動物や植物の大きさに伴う差異」)であり、与格句 τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει に係る。
- 1.4γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν
命令法三人称単数 γιγνέσθω(「…であるべし」)を用いた留保的な挿入句。前置詞句 κατὰ τὸ λόγῳ θεωρητόν(「ロゴス/理知によって考察されるものに従って」)は数学的・幾何学的な無限分割可能性を指し、自然学的な現実の物体についての議論であることを注意喚起している。
- 1.4οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης
非人称構文 οὐχ οἷόν τε(「…することは不可能である」)に不定詞 προϊέναι とその意味上の主語 τὴν ἔκκρισιν が続く。末尾の τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης は属格独立構文(genitive absolute)で、理由(「最小の肉が限定されている以上」)を表す。
