- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:137.1-138.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
テミスティオスは、物体の中に混ざり合うとされる空虚が圧縮時に排出されるか残留するかという二者択一のアポリアを提示して空虚説を反駁し、アリストテレスの質料形相論(数において同一の基底質料が可能態から現実態へと変異すること)に基づいて、空虚を仮定することなく希薄化・濃厚化や体積変化が十全に説明できることを論じる。
εἰ δὲ φήσουσι μὴ κινεῖσθαι καθ’ αὑτὸ τὸ κενόν (διὰ τοῦτο γὰρ αὐτὸ καὶ ἐγκιρνάναι τῷ σώματι, ἵν’ ἀχώριστον ᾖ), διδαξάτωσαν ἡμᾶς, ἡνίκα ἂν συστέλλωσι τὰ πυκνούμενα σώματα εἰς τὰ κενά, ἆρ’ ἐκθλίβουσι τὰ κενὰ ἢ καταλιμπάνουσιν ἐν τοῖς σώμασιν. ἐκθλιβόμενα μὲν γὰρ δῆλον ὅτι κινεῖται καθ’ αὑτά, μένοντα δὲ τί συμβάλλεται πρὸς τὴν πίλησιν,1 εἴγε καὶ πιλουμένων τῶν σωμάτων οὐκ ἐκχωρεῖ, ἀλλ’ ἔστιν ὁμοίως ἐν αὐτοῖς; καίτοι τὸ κενὸν μάλιστα ἐν ταῖς πιλήσεσιν ἀναγκαῖον ὑπολαμβάνουσιν, ὅπως εἰς ἐκεῖνο τὰ σώματα συστέλληται καὶ συνθλίβηται. πῶς οὖν ἐνδέχεται τὸ ἴσον ἐγκεκρᾶσθαι κενὸν πρὸ τῆς πιλήσεως καὶ μετὰ τὴν πίλησιν αὖθις; πῶς δέ, εἰ τοῦτο δυνατόν, οὐ τὸν ἴσον ὄγκον ἀεὶ φυλάττει τὰ πιλούμενα μηδενός γε ἐξ αὐτῶν ἀπιόντος μήτε κενοῦ μήτε σώματος; πῶς δὲ οὐκ εἰς ἄπειρον ἔνεστι πιλοῦσθαι τὰ σώματα ἀεὶ τῶν ἴσων κενῶν ἐνυπαρχόντων; εἰ οὖν ἐξίσταται τὸ κενόν, πῇ χωρεῖ; πῶς δὲ κινεῖται; τίς δὲ ἡ κατὰ φύσιν κίνησις τοῦ κενοῦ; λέγουσι μὲν γὰρ τὴν ἄνω. πῶς οὖν ἐν χρόνῳ; ἀσύμβλητα γὰρ τὰ τάχη. Ἐπειδὴ δὲ μάλιστα πιθανῶς δοκοῦσιν εἰσάγειν τὸ κενόν, ἵνα πύκνωσιν διασῴζωσι καὶ τὴν εἰς ἀνίσους ὄγκους τῶν σωμάτων μεταβολήν, πῶς ἔνεστι καὶ ταῦτα φυλάττειν καὶ μὴ προσδεῖσθαι τοῦ κενοῦ, λέγομεν ἤδη. ἐνῆν μὲν τοίνυν καὶ οὕτω μὴ νομίζειν τὸ κενὸν ἀναγκαῖον, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται καὶ ἐξ ἐλάττονος μείζων ὄγκος, ἐννοοῦντας ὡς οὐδὲν κωλύει κατὰ ταὐτὸν ἄλλοθί που μεταβάλλειν ἀέρα εἰς ὕδωρ καὶ ἀντανισοῦσθαι τὸν σύμπαντα ὄγκον, ἀλλ’ ὅμως κἀκ τῶν κειμένων ἡμῖν ἐπιδείξομεν, ὡς ἐνδέχεται πυκνοῦσθαι καὶ μανοῦσθαι τὰ σώματα μὴ ὄντος κενοῦ. εἴρηται τοίνυν ἡμῖν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ὕλη θερμοῦ καὶ ψυχροῦ, σκληροῦ καὶ μαλακοῦ, πικροῦ γλυκέος, ὑγροῦ ξηροῦ, πάσης ἐναντιώσεως φυσικῆς ἀγένητος καὶ ἄφθαρτος καθ’ ἑαυτήν, ἐκ δυνάμει ὄντος ἐνεργείᾳ γινομένη καὶ αὐτὴ οὐ χωριστὴ μέν, τὸ δὲ εἶναι ἄλλο καὶ ἄλλο, ἐπὶ * * * ὁμιλήσασα τῇ κατὰ λόγον οὐσίᾳ καὶ συνδυασθεῖσα, καὶ μία μὲν οὖσα τῷ ἀριθμῷ, μυρίας δὲ μεταμπισχομένη μορφάς, χεομένη καὶ πιλουμένη καὶ παντοίως σχηματιζομένη τε καὶ ἀλλοιουμένη. πιληθεῖσα μὲν γὰρ πυκνόν τε καὶ βαρὺ ἀπειργάσατο, ἀραιωθεῖσα δὲ μανόν τε καὶ κοῦφον. ὥσπερ δέ, ὅταν μεταβάλλῃ εἰς τὸ θερμὸν ἢ ψυχρόν, οὐ μίξει τῶν διαφόρων φύσεων θερμὴ γίνεται καὶ ψυχρά (καίτοι τὸ θερμὸν καὶ τὸ ψυχρὸν παντελῶς ἕτερα, ἀλλ’ ἡ αὐτὴ ὕλη μένουσα κατὰ τὴν ἑαυτῆς φύσιν παρὰ μέρος γίνεται τἀναντία μεταβάλλουσα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), οὕτω δὲ καὶ ἐπὶ πασῶν ὁμοίως τῶν ἐναντιώσεων χροιᾶς εἰ τύχοι καὶ χυμοῦ καὶ τῶν λοιπῶν ποιοτήτων. ὥσπερ δὲ μία κατ’ ἀριθμὸν οὖσα θερμὴ γίνεται καὶ ψυχρὰ καὶ οὐκ ἄλλη μὲν ἡ θερμή, ἄλλη δὲ ἡ ψυχρά, οὕτω καὶ μεγάλη καὶ μικρὰ γίνεται μία οὖσα καὶ ἡ αὐτή. δῆλον δέ· τὸ γὰρ αὐτὸ μόριον τῆς πάσης ὕλης ποτὲ μὲν ὕδωρ γίνεται, ποτὲ δὲ ἀήρ, καὶ ποτὲ μὲν ἐπ’ ἐλάττονος ὄγκου, ποτὲ δὲ ἐπὶ μείζονος· οὐ γὰρ ἄλλο μέν ἐστιν τὸ γενόμενον ἀήρ, ἄλλο δὲ τὸ γενόμενον ὕδωρ, ἀλλ’ ἡ αὐτὴ φύσις ἀμφότερα. καὶ ὅταν μὲν οὖν αὐτὴ ἡ ὕλη ἐξ ὕδατος ἀὴρ γένηται, μείζων μὲν γίνεται, οὐ μὴν καὶ ἔξωθέν τι προσλαβοῦσα ἢ κενοῦ μιχθέντος· καὶ ὅταν ὕδωρ ἐξ ἀέρος, ἔλαττον μὲν οὖν, οὐ μὴν ἀφαιρεθέντος τινός. τούτῳ γὰρ μάλιστα τῶν συγκρίσει καὶ διακρίσει ποιούντων τὰς γενέσεις διενηνόχαμεν, ὅτι2 οἱ μὲν προσθέσει καὶ ἀφαιρέσει τὰς γενέσεις καὶ τὰς φθορὰς μηχανῶνται καὶ οὐ ποιοῦσι τὸ αὐτὸ ὑποκείμενον πᾶσι τοῖς στοιχείοις, ἡμεῖς δὲ μίαν εἶναι τὴν ὕλην ὅλην δι’ ὅλης ἀλλοιουμένην καὶ τρεπομένην.
しかし、もし彼らが空虚はそれ自体では運動しないと言うなら(このためにこそ、それが分離不可能であるように空虚を物体に混ぜ合わせてもいるのだから)、濃厚化する物体を空虚の中へと収縮させるとき、彼らは空虚を搾り出しているのか、それとも物体の中に残しているのか、われわれに教えるがよい。なぜなら、搾り出されるとすれば、それらは自ずとそれ自体で運動していることは明らかであり、他方で留まるのだとすれば、圧縮に対して何をもたらすというのか。物体が圧縮されているときにも[空虚が]出て行かず、同様にそれらの中に存在しているのだとしたら。しかも彼らは、物体がその中へと収縮し押し縮められるように、圧縮において空虚がとりわけ必然的であると考えているのだ。では、圧縮の前にも圧縮の後にも再び等しい空虚が混ぜ合わされているということが、いかにして可能であろうか。また、もしこれが可能であるなら、圧縮される物体から空虚も物体も何ひとつ去って行かないのに、なぜ常に等しい体積を保たないのか。さらに、等しい空虚が常に内在しているのに、なぜ物体が無限に圧縮されることができないのか。それゆえ、もし空虚が立ち去るのだとすれば、どこへ行くのか。どのように運動するのか。空虚の自然本性に従う運動とは何か。彼らは上方への[運動]だと言うのである。では、どのようにして時間の中で[運動するのか]。速度は比較不可能であるのに。 さて、彼らは濃厚化と物体の不等な体積への変化を救うために空虚を最も説得的に導入していると思われるので、いかにしてこれらを保ちつつ空虚を少しも必要としないことが可能であるかを、今やわれわれは語る。なるほど、水から空気が生じ、より小さな体積からより大きな体積が生じるとき、どこか別の場所で同時に空気が水へと変化して全体の体積が等しく釣り合うのを妨げるものは何もない、と考えることによっても空虚を必然と考えないでおくことは可能であった。しかしそれでも、われわれが前提としている諸原理からも、空虚が存在せずとも物体が濃厚化し希薄化し得ることを示そう。そこでわれわれによって語られているのは、対立するものども、すなわち熱と冷、硬と軟、苦と甘、湿と乾、あらゆる自然本性的な対立の質料は一つであり、それ自体としては生成せず消滅せず、可能態においてあるものから現実態においてあるものへと生じ、それ自身は分離可能ではないものの、その本質存在は次々に異なっており、ロゴスに従う実体に親しんで結び合わされ、数においては一つでありながら、無数の形相を身にまとい、流動し圧縮され、あらゆる仕方で形づくられ変異するということである。なぜなら、圧縮されると濃厚で重いものをつくり出し、希薄化されると希薄で軽いものをつくり出すからである。そして、それが熱いものや冷たいものへと変化するとき、異なる本性の混合によって熱く、また冷たくなるのではないように(熱いものと冷たいものはまったく別のものであるが、同一の質料が自身の本性に従って留まりつつ、可能態から現実態へと変化することによって交互に対立するものとなる)、色のことであれ味のことであれ残りの諸性質のことであれ、すべての対立においても同様にそうであり、また数において一つである[質料]が熱くも冷たくもなり、熱い[質料]と冷たい[質料]が別々なのではないのと同様に、[質料]は一つであり同一でありながら大きくも小さくもなるのである。これは明らかである。なぜなら、全質料の同一の部分が、あるときは水となり、あるときは空気となり、あるときはより小さな体積において、あるときはより大きな[体積]においてあるからである。空気となったものと水となったものは別のものではなく、同じ本性が両者なのである。したがって、この質料自体が水から空気になるとき、それはより大きくなるが、外部から何かを取り込んだり、空虚が混ぜ合わされたりしたからではない。また空気から水になるとき、それはより小さくなるが、何かが取り去られたからではない。まさにこの点において、われわれは結合と分離によって生成を生ぜしめる者たちと最も異なっている。なぜなら、彼らは付加と除去によって生成と消滅を画策し、すべての元素に対して同一の基底を設定しないのに対して、われわれは質料が一つであって全体が全体として変異し転換すると[設定する]からである。
- 4.9ἐκθλιβόμενα μὲν γὰρ δῆλον ὅτι κινεῖται καθ’ αὑτά, μένοντα δὲ τί συμβάλλεται πρὸς τὴν πίλησιν
現在分詞 ἐκθλιβόμενα と μένοντα は中性複数主格で、先行する τὰ κενά(空虚)を意味上の主語とする条件的分詞(「もし搾り出されるなら…もし留まるなら…」)。続く δῆλον ὅτι は親文の述語として機能し、τί συμβάλλεται... の節と μὲν ... δέ によって対比されている。
- 4.9τούτῳ γὰρ μάλιστα τῶν συγκρίσει καὶ διακρίσει ποιούντων τὰς γενέσεις διενηνόχαμεν, ὅτι
τούτῳ は指示代名詞中性単数与格で、後続する ὅτι 節(「…ということ」)を先行して受ける「観点の与格/理由の与格」(「まさにこの点において…すなわち…」)。属格句 τῶν ... ποιούντων は動詞 διενηνόχαμεν(διαφέρω の完了)が比較対象として要求する属格である。
