← テミスティオス

アリストテレス『自然学』釈義

§127.28-129.24

空虚における本性的および強制的な運動の不可能性

テミスティオスは『自然学』第4巻第8章に基づき、空虚が無差別であるために物体の本性的な運動や静止の差異を説明できず、したがって空虚が存在するならば本性的な運動も反本性的な運動(投射運動を含む)も不可能になることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.8#1

8. Ταῦτα μὲν οὖν ὅπως δεῖ λύειν, εἰρήσεται καὶ τοῦ κενοῦ χωρίς. νῦν δὲ ἐπειδὴ μάλιστα κινήσεως αἴτιον τὸ κενὸν ὑπολαμβάνουσιν, αὖθις τοῦτο ἐπισκεψόμεθα· καὶ ἐπειδή τινες μὲν αὐτὸ ἐν τοῖς σώμασι καταμιγνύουσιν, τινὲς δὲ ἀθρόον κεχωρισμένον ποιοῦσι, πρῶτον τοῦτο ἐξετάσομεν, εἰ τὸ τοιοῦτον κενὸν (λέγω δὲ τὸ κεχωρισμένον) δύναται κινήσεως αἴτιον εἶναι. ἄτοπον δὴ τὸ λέγειν κενὸν αἴτιον εἶναι κινήσεως ὁρῶντας ἑκάστου τῶν ἁπλῶν σωμάτων τὴν οἰκείαν φύσιν τῆς κινήσεως αἰτίαν οὖσαν.1 ἑκάστου γάρ ἐστι φύσει φορά τις ἰδία· πυρὸς μὲν γὰρ ἐπὶ τὸ ἄνω, γῆς δὲ ἐπὶ τὸ κάτω· τὸ κενὸν δὲ πῶς αἴτιον τοῦ ἄνω ἢ κάτω κινεῖσθαι; ἀδιάφορον γὰρ πανταχῇ τὸ κενόν, ὥστε ἡνίκα ἂν ἐν αὐτῷ τεθῇ τὰ σώματα, ἢ πανταχοῦ δεῖ αὐτὰ φέρεσθαι ἢ πανταχοῦ μένειν καὶ μονῆς αἴτιον μᾶλλον εἶναι τὸ κενὸν ἢ κινήσεως. οὗτος ὁ λόγος ἁρμόζει καὶ πρὸς τοὺς ποιοῦντας διάστημα τὸν τόπον κεχωρισμένον. πῶς γὰρ ἐπὶ τὸν οἰκεῖον τόπον οἰσθήσεται ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, δεικτέον αὐτοῖς· ἡμεῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος λέγοντες ἐφελκόμεθα τῇ συγγενείᾳ καθὰ προείρηται, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω; νῦν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω ὄντα τῶν κάτω, καὶ τὰ πέρατα αὐτῶν διαφέρει, οἷς περιέχει τὰ συγγενῆ (οὐ γὰρ καθ’ αὑτὰ τὰ πέρατα ποιοῦμεν τόπους ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι καὶ ἀχώριστον), οἱ δὲ τὸ διάστημα λέγοντες εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων. οὐδὲν οὖν διοίσει τὸ ἐν πυρὶ τοῦ ἐν ὕδατι· οὐδὲ γὰρ ἀπολαύει τι τοῦ σώματος, ἀλλ’ ἔστι καθ’ αὑτό, καθάπερ δὴ καὶ τὸ κενόν, εἴπερ ἔστιν· εἴρηται γάρ, ὅτι τὸ κενὸν οὐδὲν ἄλλο ἢ τόπον ἡγοῦνται οἱ τὸ διάστημα παράγοντες εἰς τὸν τόπον. εἰ μὴ οὖν τοῦτο αἴτιον κινήσεως τὸ διάστημα, ἀναίτιον ὁμοίως καὶ τὸ κενόν· καθάπερ γὰρ ἄλληλα συνεισάγει, οὕτως ἀλλήλοις καὶ συναπόλλυται. προστίθησι δὲ Ἀριστοτέλης, ὅτι τῷ διάστημά τι λέγοντι τὸν τόπον ἕπεται καὶ τὰ μέρη καθ’ αὑτὰ ποιεῖν ἐν τόπῳ. τοῦτο δὲ προλαβόντες ἡμεῖς ἐν τοῖς περὶ τοῦ τόπου τί ἂν πάλιν λέγωμεν; Συμβαίνει δὲ τοῖς λέγουσιν ἀναγκαῖον εἶναι κενόν, εἴπερ ἔστι κίνησις, τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ μὴ ἐνδέχεσθαι κινεῖσθαι μηδέν, ἂν ᾖ κενόν. ὥσπερ γὰρ λέγουσί τινες διὰ τὸ ὅμοιον τοῦ περιέχοντος τὴν γῆν ἠρεμεῖν, τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις. οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν. ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν, ἀνάγκη δὲ ἄνπερ ᾖ βιαία, πρώτην εἶναι τὴν κατὰ φύσιν· ὑστέρα γὰρ αὕτη ἐκείνης καὶ ἐκτροπή. οὐδὲ γὰρ ἂν βίαιος εἴη καὶ παρὰ φύσιν μὴ τῇ κατὰ φύσιν ἀντικειμένη. ἂν τοίνυν ἐπιδείξωμεν μὴ σῳζομένην τὴν κατὰ φύσιν ἐν τῷ κενῷ, δῆλον ὡς οὐδὲ ἄλλη τις τῶν παρὰ φύσιν σωθήσεται. ἀλλὰ μὴν φύσει πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς ἐν τῷ κενῷ καὶ ἀπείρῳ; καθὸ μὲν γὰρ ἄπειρον λέγουσιν, ἀναιροῦσι τὸ ἄνω καὶ κάτω καὶ ὅλως τὸ μέσον καὶ ἔσχατον, ἐφ’ ἃ κατὰ φύσιν ἡ κίνησις τοῖς σώμασιν τοῖς φυσικοῖς· καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν· ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησιν λέγει Δημόκριτος, ὥστε, εἴπερ ἡ κατὰ φύσιν κίνησις διαφορᾶς δεῖται τοῦ περιέχοντος, αὕτη δὲ οὐκ ἔστιν ἐν τῷ κενῷ, οὐδ’ ἂν ἡ παρὰ φύσιν κίνησις εἴη, μὴ οὔσης δὲ ταύτης οὐδ’ ἂν ἄλλη τις τῶν μετὰ ταύτην ὑπάρχοι. οἴχεται οὖν ἡ κίνησις, εἰ τὸ κενὸν εἴη, καὶ ἀληθὲς ἄρα τὸ εἰρημένον, ὡς εἴπερ ἔσται κίνησις, ἀναιρετέον τὸ κενόν, οὐκ εἰσακτέον. ἐξήρκει μὲν οὖν καὶ οὕτως ἀποδεῖξαι τὴν παρὰ φύσιν κίνησιν μὴ σῳζομένην ἐκ τοῦ μὴ σῴζεσθαι τὴν κατὰ φύσιν. τυγχανέτω δὲ καὶ καθ’ αὑτὸ λόγου τινός· πᾶσα γὰρ ἡ παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος γίνεται ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων, σῴζεται δὲ αὐτῶν οὐδετέρα. οὐδὲ γὰρ ῥῖψις ἔχοι ἂν εὔλογον αἰτίαν· νῦν μὲν γὰρ κινεῖται τοῦ ῥίψαντος καὶ ὤσαντος οὐχ ἁπτομένου ἢ τῷ ἀντιπερίστασθαι τὸν ἀέρα τὸν πρὸ τοῦ ῥιπτομένου σώματος ὑπὸ τῆς ῥύμης καὶ γίνεσθαι κατόπιν ἐπωθοῦντα μέχρι τοσούτου, μέχρις ἂν ἡ ῥύμη χαλασθῇ εἴτε κατεκλυθῇ, ἢ τῷ τὸν ἀέρα αὐτὸν ὠθεῖν2 οἷον συνωθούμενον τῷ βληθέντι ἐπισυρρυέντος αὐτῷ τοῦ μετ’ αὐτὸν ἀέρος ἀθρόου.

8. したがって、これらをどのように解決すべきかは、空虚を離れても語られるであろう。しかし今は、人々が空虚をもっぱら運動の原因と見なしているゆえに、このことを再び考察しよう。そして、ある人々はそれを物体の中に混ぜ合わせ、ある人々はひとまとまりの分離したものとするのだから、まずこのこと、すなわちそのような空虚(私が言うのは分離したもののことである)が運動の原因でありうるのかを検討しよう。単純な物体の各々の固有の本性が運動の原因であるのを見ながら、空虚が運動の原因であると言うのは実に不合理である。なぜなら、各々のものには本性的に何らかの固有の移動があるからである。すなわち火にとっては上へ、土にとっては下への移動である。これに対して、空虚はどうして上あるいは下へ動くことの原因となりえようか。なぜなら空虚はいたるところで無差別であり、したがって物体がその中に置かれるときには、それらはいたるところへ運ばれるか、あるいはいたるところで静止せねばならず、空虚は運動よりもむしろ静止の原因となるからである。この議論は、場所を分離した延長とする人々にも妥当する。なぜなら、自然的な物体の各々がいかにして固有の場所へと運ばれるのか、あるいはいかにしてその中にとどまるのかが、彼らによって示されねばならないからである。というのは、われわれは[場所を]包摂するものの限界と語ることで、すでに述べられたように類縁性によって引き寄せられるとしているが、延長はいたるところで無差別だからである。いったい上と下とで何が異なろうか。なぜなら現に、上にある物体と下にある物体とが異なり、それらの限界、すなわちそれらによって類縁のものを包摂する限界も異なっているが(というのもわれわれは限界を数学的な面のようにそれ自体としての場所とするのではなく、自然的な物体の内にあって分離不可能なものとするからである)、延長を語る者たちは直ちにそれを自然的な単純な物体から分離したものと欲しているからである。したがって、火の中にあるものと水の中にあるものとで何の違いも生じないであろう。なぜならそれは物体から何の影響も受けず、それ自体で存在し、まさに空虚が存在するとしてもそうであるのと同様だからである。というのも、場所へと延長を持ち込む者たちは、空虚を場所にほかならないと考えていると語られたからである。したがって、もしこの延長が運動の原因でないならば、空虚も同様に無原因である。なぜなら、それらはお互いを共に導入し合うのと同様に、お互いと共に消滅もするからである。さらにアリストテレスは、場所を何らかの延長と語る者には、部分をもそれ自体として場所の中にあるとすることが帰結すると付け加えている。これについては、われわれが場所に関する議論においてすでに先取りしたのだから、なぜ再び語る必要があろうか。また、もし運動が存在するならば空虚が必然的に存在すると語る者たちには、むしろ反対のことが帰結する。すなわち、もしよく観察するならば、空虚が存在するならば何ものも動くことができないということである。なぜなら、ある人々が、包摂するものの均等さゆえに大地は静止していると語るように、このことは空虚を置く者たちにも帰結するからである。なぜなら、より多くあるいは少なく動くような場所が存在しないからである。空虚である限りにおいて、それは差異を持たない。次いで、あらゆる運動は力によるか本性によるかのいずれかであり、もし強制的な運動が存在するならば、本性による運動が最初のものでなければならない。なぜなら、前者は後者の後であり、逸脱であるからである。というのも、本性による運動に対立しないならば、強制的で本性に反するものにはなりえないからである。それゆえ、もしわれわれが空虚の中では本性による運動が維持されないことを示すならば、本性に反する運動のいかなるものも維持されないことは明らかである。しかし、空虚で無限なものの中にいかなる差異も存在しないのに、いかにして本性による運動が存在しえようか。なぜなら彼らは、無限であると言う限りにおいて、上と下、そして全体として中間と端を排除するが、これらへ向かって自然的な物体の本性による運動があるからである。また、空虚であると言う限りにおいて、彼らはそれのすべての差異を取り去る。なぜなら、無にはいかなる差異も存在しないのと同様に、空虚にも差異が存在しないからである。というのもデモクリトスは、空虚をある非存在であり欠如であると語っているからである。したがって、もし本性による運動が包摂するものの差異を必要とし、この差異が空虚の中に存在しないならば、本性に反する運動も存在せず、この運動が存在しないならば、この運動の後のいかなる運動も存在しえないであろう。それゆえ、空虚が存在するならば運動は消滅し、したがって、もし運動が存在するならば空虚は排除されるべきであって導入されるべきではない、と語られたことは真である。したがって、本性に反する運動が維持されないことを、本性による運動が維持されないことからこのように証明するのでも十分であった。しかし、それ自体としても何らかの議論を得るものとしよう。なぜなら、あらゆる本性に反する運動は、動かすものが現前して強制しているか、あるいは投げる者や弓を引く者の場合のように、最初の発端を与えた者が離れて触れていないかのいずれかで生じるが、それらのどちらも維持されないからである。なぜなら投射運動も妥当な原因を持ちえないであろうからである。というのも現に、投げて押した者が触れていないのに動くのは、投射される物体の前にある空気が勢いによって反旋的に位置を変え、背後に回って勢いが緩むかあるいは消え去るまで押し進めることによるか、あるいは空気それ自身が、投げられたものと共に押し合わされるかのように、その後に続く空気がひとまとまりとなってそれに流れ込むことによって押すことによるかのいずれかだからである。

構文注2 件
  1. 4.8ὁρῶντας ἑκάστου τῶν ἁπλῶν σωμάτων τὴν οἰκείαν φύσιν τῆς κινήσεως αἰτίαν οὖσαν

    ἄτοπον δὴ τὸ λέγειν の主語として一般の人間・論者を想定した対格分詞構文。ὁρῶντας は不定詞 λέγειν の意味上の主語(対格)に一致し、その目的語節として τὴν οἰκείαν φύσιν ... αἰτίαν οὖσαν(分詞構文)をとっている。

  2. 4.8ἢ τῷ ἀντιπερίστασθαι τὸν ἀέρα ... ἢ τῷ τὸν ἀέρα αὐτὸν ὠθεῖν

    二つの ἢ τῷ + 不定詞 は、先行する κινεῖται の理由・手段を表す原因の与格句(冠詞付き不定詞)であり、投射者が接触を絶った後にも物体が運動し続ける二つの物理学的メカニズム(アンティペリスタシスと空気の同伴的推進)を並列している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:127.28-129.24