← テミスティオス

アリストテレス『分析論後書』釈義

§59.34-61.5

原因と媒名辞の共有による問題の同一性と換位

同一の媒名辞や原因(種的・類的、あるいは因果の連鎖)によって複数の問題が同一とされるあり方を論じ、続いて原因(媒名辞)と結果(結論)の換位可能性をめぐる難問と、両者の必然的な対応関係を考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.15

15. Τὰ δὲ αὐτὰ προβλήματά ἐστι τῷ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἔχειν, οἷον διὰ τί ἡ λίθος ἡ μαγνῆτις ἕλκει καὶ τὸ ἤλεκτρον καὶ ἡ σικύα; πάντων γὰρ τὸ αὐτὸ μέσον τε καὶ αἴτιον, ἡ ἀντιπερίστασις, ὡς φησὶ Πλάτων. ἔστι δὲ ταὐτὸν τὸ μέσον ἢ εἴδει ἢ γένει· εἴδει μὲν ὃ προείρηται· ἀέρος γὰρ ἀντιπερίστασις ἁπάντων αἰτία· γένει δὲ οἷον διὰ τί ἠχώ; καὶ διὰ τί ἐν τοῖς κατόπτροις ἑαυτοὺς ὁρῶμεν; καὶ διὰ τί ἶρις; πάντα μὲν γὰρ δι’ ἀνάκλασιν, ἀλλ’ οὗ μὲν ἀέρος, οὗ δὲ ὄψεως, οὗ δὲ φωτός.1 ὥστε καὶ τὰ προβλήματα ἀκολουθήσει τῷ μέσῳ, καὶ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ ἔσται, τὰ δὲ τῷ γένει. ἔστι δὲ καὶ καθ’ ἕτερον τρόπον τὰ αὐτὰ ἀλλήλοις προβλήματα, ὅταν θατέρου τὸ αἴτιον ἐξηρτημένον ᾖ τῆς θατέρου αἰτίας καὶ τάττηται ὑπ’ ἐκείνην. οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ; διότι χειμεριώτερος φθίνων ὁ μήν. καὶ ἔστιν ἓν πρόβλημα τοῦτο. διὰ τί δὲ φθίνων χειμεριώτερος ὁ μήν; διότι ἡ σελήνη τηνικαῦτα ἀπολείπει [τὸ φῶς]. καὶ δύο ἤδη προβλήματα σχεδὸν ὑφ’ ἓν μέσον ἐστὶ καὶ μίαν αἰτίαν τὴν σύνοδον· ἀλλὰ τοῦ μὲν προσεχῶς αἴτιον, τοῦ λείπειν τὸ φῶς, κατὰ δεύτερον δὲ λόγον τοῦ γενέσθαι τὸν μῆνα χειμεριώτερον, κατὰ τρίτον δὲ τοῦ μᾶλλον ῥεῖν τηνικαῦτα τὸν ποταμόν.

15. 同じ原因と媒名辞をもつことによって、諸問題が同一である場合がある。たとえば、磁石と琥珀と吸角はなぜ引きつけるのか。これらすべてにとって媒名辞と原因は同一であり、プラトンが言うように相互置換だからである。媒名辞が同一であるのは、種においてか類においてである。種において同一なのは、いま述べられたものであり、空気の相互置換がすべての原因だからである。これに対して類において同一なのは、たとえばなぜ反響が生じるのか、なぜ鏡の中にわれわれは自分自身を見るのか、なぜ虹が生じるのか、というようなものである。すべては反射によるのであるが、ある所では空気の、別の所では視線の、また別の所では光の反射だからである。したがって諸問題も媒名辞に従い、あるものは種において同一であり、あるものは類において同一であろう。また別の仕方で諸問題が互いに同一である場合もある。すなわち、一方の原因が他方の原因に依存しており、その下に配置されているときである。たとえば、なぜナイル川は〔暦の〕月の衰亡期により多く流れるのか。衰亡期において〔暦の〕月がより冬の気候を帯びるからである。そしてこれは一つの問題である。ではなぜ衰亡期において〔暦の〕月はより冬の気候を帯びるのか。そのとき〔天体の〕月が光を失うからである。そしていまや二つの問題が、ほぼ単一の媒名辞と単一の原因である合のもとにある。ただし合は、光を失うことにとっては直接的な原因であり、第二の段階においては〔暦の〕月がより冬の気候を帯びることの原因であり、第三の段階においてはその時において川がより多く流れることの原因なのである。

§2.16

​16. Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον καὶ τάδε ἄν τις ἀπορήσειε πρὸς τοῖς εἰρημένοις (λέγω δὲ αἴτιον μὲν τὸ μέσον, οὗ αἴτιον δὲ τὸ συμπέρασμα), 〈εἰ〉 ὥσπερ τοῦδε ὄντος τοῦ μέσου τόδε ἕπεται τὸ συμπέρασμα, οὕτω καὶ τοῦδε τοῦ συμπεράσματος ὄντος τόδε ἐστὶν ἐξ ἀνάγκης τὸ αἴτιον.2 εἰ μὲν γὰρ οὕτως, ἀντιστρέφει τε ἀλλήλοις καὶ κύκλῳ αὐτὰ δείκνυσθαι δυνατόν, ὥσπερ ὅτι ἐκλείπει ἡ σελήνη διὰ τὸ τὴν γῆν ἐν μέσῳ εἶναι, οὕτως ὅτι ἡ γῆ ἐν μέσῳ ἐστὶ διὰ τὸ τὴν σελήνην ἐκλείπειν. ἀλλ’ ἄτοπον ἐν ἀποδείξει τὸ δι’ ἀλλήλων καὶ ἅμα. ἀλλ’ οὐδὲ δι’ αἰτίου θάτερον οὐδὲ διὰ προτέρου τῇ ἐπινοίᾳ· οὐ γάρ ἐστιν αἴτιον τοῦ τὴν γῆν ἐν μέσῳ εἶναι τὸ τὴν σελήνην ἐκλείπειν, ἀλλὰ μέσον τοῦ συλλογισμοῦ καὶ τοῦ συμπεράσματος ἴσως αἴτιον, τοῦ πράγματος δὲ οὐδαμῶς. δῆλον δέ· οὐ γὰρ ἐν τῷ ὁρισμῷ τῆς γῆς καὶ τοῦ μέσην εἶναι ἡ ἔκλειψις ἐμφαίνεται τῆς σελήνης, ἀλλ’ ἐν τῷ ὁρισμῷ τῆς ἐκλείψεως τὸ τὴν γῆν ἐν μέσῳ εἶναι. εἰ δὲ οὐκ ἀντιστρέφει καὶ τὸ μὲν αἰτιατόν, 〈τὸ〉 συμπέρασμα, τὸ δὲ οὐκ αἰτιατόν, τὸ μέσον τε καὶ αἴτιον, πλείω μέσα ἐνδέχεται εἶναι καὶ αἴτια τοῦ αὐτοῦ συμπεράσματος. ἀλλ’ ἀδύνατον· καθόλου γάρ ἐστι τό τε αἴτιον καὶ οὗ αἴτιον, καὶ ἄμφω ὁμοίως ὑπάρχειν ὀφείλει τῇ ὑποκειμένῃ φύσει, ἥτις ποτ’ ἂν ᾖ· οἷον εἰ τοῖς δένδροις αἴτιον τοῦ φυλλορροεῖν τὸ πλατύφυλλον ἢ τὸ πήγνυσθαι τὸν ὀπόν, οἷς τε τὸ φυλλορροεῖν, τούτοις καὶ τὸ πήγνυσθαι τὸν ὀπόν, καὶ οἷς τὸ πήγνυσθαι τὸν ὀπόν, τούτοις καὶ τὸ φυλλορροεῖν. οὐδὲν δ’ ἄτοπον, εἰ τὸ τοιοῦτον αἴτιον ἓν καὶ ἀντιστρέφει πρὸς τὸ συμπέρασμα· οὐ γὰρ ὁμοίως δειχθήσεται δι’ ἀλλήλων, ἀλλὰ τὸ μὲν ὡς συλλογισμὸς μόνον, τὸ δὲ καὶ ὡς ἀπόδειξις ἤδη.3

​16. 原因とその結果について、述べられた事柄に加えて次のような難問を提起することもできよう(私が原因と呼ぶのは媒名辞のことであり、結果と呼ぶのは結論のことである)。すなわち、この媒名辞があるときこの結論が従うのと同様に、この結論があるときこの原因が必然的にあるのかどうか、ということである。もしそうであるなら、両者は互いに換位し、循環的に証明することが可能になる。たとえば月が欠けるのは地球が中間にあるからであるのと同様に、地球が中間にあるのは月が欠けるからである、というように。しかし証明において相互を通じて同時に証明することは不条理である。それだけでなく、一方は原因を通じてでもなく、思惟において先なるものを通じてでもない。月が欠けることは地球が中間にあることの原因ではなく、推論の媒名辞でありおそらく結論の原因ではあるが、事実の原因では決してないからである。そのことは明らかである。地球とその中間にあることの定義の中に月の食が現れるのではなく、食の定義の中に地球が中間にあることが現れるからである。しかし、もし換位せず、一方が引き起こされたもの(結論)であり、他方が引き起こされたものではない(媒名辞にして原因である)とするなら、同一の結論に対して複数の媒名辞と原因が存在することが可能になる。しかしそれは不可能である。原因も結果も普遍的であり、両者は基底にある自然が何であれ、それに対して等しく属していなければならないからである。たとえば木にとって落葉の原因が広葉であること、あるいは樹液の凝固であるなら、落葉の属するものには樹液の凝固も属し、樹液の凝固の属するものには落葉も属する。このような原因が一つであり結論と換位するとしても、何ら不条理ではない。両者は互いを通じて等しい仕方で証明されるのではなく、一方は単なる推論としてのみ、他方はすでに十全な証明としても証明されるからである。

構文注3 件
  1. 2.15οὗ μὲν ἀέρος, οὗ δὲ ὄψεως, οὗ δὲ φωτός

    関係副詞 οὗ が οὗ μέν... οὗ δέ... の形で配分的・場所的に用いられ(「ある所では…、別の所では…」)、続く名詞属格(ἀέρος, ὄψεως, φωτός)は先行する名詞 ἀνάκλασιν(反射)を規定する目的格的属格として機能している。

  2. 2.16〈εἰ〉 ὥσπερ τοῦδε ὄντος τοῦ μέσου τόδε ἕπεται τὸ συμπέρασμα, οὕτω καὶ τοῦδε τοῦ συμπεράσματος ὄντος τόδε ἐστὶν ἐξ ἀνάγκης τὸ αἴτιον

    本文校訂で補われた 〈εἰ〉 は、先行する ἀπορήσειε(難問を提起する)が導く間接疑問節を形成する。節内では ὥσπερ... οὕτω(〜のと同様に…)の相関のもとで、それぞれ指示代名詞を伴う独立属格句(τοῦδε ὄντος τοῦ μέσου と τοῦδε τοῦ συμπεράσματος ὄντος)が条件的な状況設定として機能している。

  3. 2.16τὸ μὲν ὡς συλλογισμὸς μόνον, τὸ δὲ καὶ ὡς ἀπόδειξις ἤδη

    対比的な名詞句(τὸ μέν... τὸ δέ...)において、ὡς... の句 とともに先行文の動詞 δειχθήσεται(証明されるであろう)が省略されている。換位した両方向の推論のうち、事実から原因への推論は単なる三段論法(συλλογισμός)に留まり、原因から事実への推論のみが本来の「証明(ἀπόδειξις)」となるという非対称性を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2001.tlg038.humanitext-grc1:59.34-61.5