- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg013.humanitext-grc1:1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
黄道帯の等しい弧が地平線の下(見えない半球)を通過する時間の長さについて、至点や赤道からの距離との関係を幾何学的に証明する。
ιϛ΄. Τοῦ τῶν ζῳδίων κύκλου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, ἀλλ᾽ ἐν πλείονι χρόνῳ ἀεὶ ἡ ἔγγιον τοῦ χειμερινοῦ τροπικοῦ τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι ὁποτερασοῦν τῶν συναφῶν.1 ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΑΒ, χειμερινὸς δὲ τροπικὸς ἔστω ὁ ΓΤ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΑΓΕ, καὶ ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἱ ΔΕ, ΕΖ· λέγω, ὅτι αἱ ΔΕ, ΕΖ οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, ἀλλ᾽ ἐν πλείονι ἡ ΔΕ περιφέρεια τῆς ΕΖ περιφερείας. ἀπειλήφθωσαν γὰρ ταῖς ΔΕ, ΕΖ περιφερείαις ἴσαι τε καὶ ἀπεναντίον περιφέρειαι αἱ ΗΘ, ΘΚ· αἱ ΗΘ, ΘΚ ἄρα περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλ᾽ ἐν πλείονι ἡ ΗΘ τῆς ΚΘ· ἀλλ᾽ ἐν ᾧ μὲν χρόνῳ ἡ ΗΘ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ΔΕ τὸ ἀφανές, ἐν ᾧ δὲ ἡ ΘΚ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ΕΖ τὸ ἀφανές· αἱ ΔΕ, ΕΖ ἄρα περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, ἀλλ᾽ ἐν πλείονι ἡ ΔΕ τῆς ΕΖ. λέγω, ὅτι καὶ ἐν ἴσῳ χρόνῳ αἱ ἴσον ἀπέχουσαι ὁποτερασοῦν τῶν τροπικῶν συναφῶν ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον. ἔστωσαν γὰρ καθ᾽ ὧν φέρεται τὰ Δ, Ε, Ζ, Κ, Θ, Η σημεῖα παράλληλοι κύκλοι οἱ ΔΟ, ΕΞ, ΖΡ, ΚΝ, ΘΜ, ΗΛ· αἱ ΗΘ, ΛΜ ἄρα περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον· ἀλλ᾽ ἐν ᾧ μὲν χρόνῳ ἡ ΗΘ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ΔΕ τὸ ἀφανὲς ἐξαλλάσσει· ἐν ᾧ δὲ ἡ ΛΜ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ΞΟ τὸ ἀφανὲς ἐξαλλάσσει· αἱ ΕΔ, ΟΞ ἄρα περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον. ιζ΄. Τῶν ἐφ᾽ ἑκάτερα τοῦ ἰσημερινοῦ περιφερειῶν ἴσων τε καὶ ἴσον ἀπεχουσῶν τοῦ ἰσημερινοῦ ἐν ᾧ χρόνῳ ἡ ἑτέρα ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ἑτέρα τὸ ἀφανές, καὶ ἐν ᾧ χρόνῳ ἡ ἑτέρα ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον, ἡ ἑτέρα τὸ φανερόν. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, ἰσημερινὸς δὲ κύκλος ἔστω ὁ ΒΔΓ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω ὡς τὴν ΑΕΘ, καὶ τοῦ ΒΔΓ ἰσημερινοῦ ἐφ᾽ ἑκάτερα ἴσαι τε καὶ ἴσον ἀπέχουσαι περιφέρειαι ἔστωσαν αἱ ΘΚ, ΖΗ· λέγω, ὅτι, ἐν ᾧ χρόνῳ ἡ ΘΚ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ΖΗ τὸ ἀφανές. κείσθω γὰρ τῇ ΖΗ ἴση τε καὶ ἀπεναντίον περιφέρεια ἡ ΛΜ· αἱ ΜΛ, ΘΚ ἄρα περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον· ἀλλ᾽ ἐν ᾧ χρόνῳ ἡ ΜΛ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ΖΗ τὸ ἀφανὲς ἐξαλλάσσει· καὶ ἐν ᾧ ἄρα χρόνῳ ἡ ΘΚ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ΗΖ περιφέρεια τὸ ἀφανὲς ἐξαλλάσσει. διὰ τὰ αὐτὰ δὴ καὶ ἐν ᾧ χρόνῳ ἡ ΘΚ περιφέρεια ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον, ἡ ΗΖ τὸ φανερὸν ἐξαλλάσσει. ιη΄. Τῶν δὲ ἐν τῷ ἡμικυκλίῳ τῷ ἀπολαμβανομένῳ ὑπὸ τοῦ ἰσημερινοῦ πρὸς τῷ θερινῷ τροπικῷ ἴσων περιφερειῶν ἐν πλείονι χρόνῳ ἡ ἑτέρα αὐτῶν ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ λοιπὴ τὸ ἀφανὲς καὶ ἡ τυχοῦσα τῆς τυχούσης. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΑΞ, χειμερινὸς δὲ ὁ ΔΟ, ἰσημερινὸς δὲ κύκλος ἔστω ὁ ΒΕΓ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΑΕΟ, καὶ ἐν τῷ ΤΑΕ ἡμικυκλίῳ ἴσαι περιφέρειαι ἔστωσαν αἱ ΖΗ, ΘΚ, ἔγγιον δὲ ἔστω τοῦ θερινοῦ τροπικοῦ ἡ ΖΗ· λέγω, ὅτι ἐν πλείονι χρόνῳ ἡ ΗΖ ἐξαλλάσσει2 τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΘΚ τὸ ἀφανὲς καὶ ἡ τυχοῦσα τῆς τυχούσης.3 κείσθω γὰρ τῇ ΘΚ περιφερείᾳ ἴση τε καὶ ἀπεναντίον περιφέρεια ἡ ΜΝ· ἔγγιον ἄρα ἡ ΖΗ τοῦ θερινοῦ τροπικοῦ ἤπερ ἡ ΜΝ· ἐν πλείονι ἄρα χρόνῳ ἡ ΖΗ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΜΝ τὸ φανερόν. ἀλλ᾽ ἐν ᾧ χρόνῳ ἡ ΜΝ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ΘΚ τὸ ἀφανές· ἐν πλείονι ἄρα χρόνῳ ἡ ΖΗ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΘΚ τὸ ἀφανές. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ τυχοῦσα τῆς τυχούσης ἐν πλείονι χρόνῳ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ λοιπὴ τὸ ἀφανές. ὡσαύτως δὲ καὶ τῶν ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ τῷ ἀπολαμβανομένῳ ὑπὸ τοῦ ἰσημερινοῦ πρὸς τῷ χειμερινῷ τροπικῷ ἴσων περιφερειῶν ἐν πλείονι χρόνῳ ἡ ἑτέρα αὐτῶν ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον ἤπερ ἡ λοιπὴ τὸ φανερὸν καὶ ἡ τυχοῦσα τῆς τυχούσης.
16. 黄道帯の円の等しい弧は、等しい時間において見えない半球を通過し終えるのではなく、冬至点により近い方が常により遠い方よりも長い時間において通過し終え、[二つの至点の]接続点のいずれかから等しく離れている等しい弧は、等しい時間において通過し終える。 宇宙において地平線がΑΒΓであり、夏至線がΑΒ、冬至線がΓΤであり、黄道帯の円が位置ΑΓΕを占め、等しい弧ΔΕ、ΕΖが切り取られているとせよ。私は言う、ΔΕ、ΕΖは等しい時間において見えない半球を通過し終えるのではなく、弧ΔΕが弧ΕΖよりも長い時間において通過し終えると。 なぜなら、弧ΔΕ、ΕΖに等しく、かつ反対側にある弧として、ΗΘ、ΘΚが切り取られているとせよ。したがって、弧ΗΘ、ΘΚは等しい時間において見える半球を通過し終えるのではなく、ΗΘがΚΘよりも長い時間において通過し終える。しかし、ΗΘが見える半球を通過し終える時間において、ΔΕは見えない半球を通過し終え、ΘΚが見える半球を通過し終える時間において、ΕΖは見えない半球を通過し終える。したがって、弧ΔΕ、ΕΖは等しい時間において見えない半球を通過し終えるのではなく、ΔΕがΕΖよりも長い時間において通過し終える。 私は言う、至点の接続点のいずれかから等しく離れている等しい弧もまた、等しい時間において見えない半球を通過し終えると。 なぜなら、点Δ、Ε、Ζ、Κ、Θ、Ηがその上を運動するところの平行円を、ΔΟ、ΕΞ、ΖΡ、ΚΝ、ΘΜ、ΗΛとせよ。したがって、弧ΗΘ、ΛΜは等しい時間において見える半球を通過し終える。しかし、ΗΘが見える半球を通過し終える時間において、ΔΕは見えない半球を通過し終える。そして、ΛΜが見える半球を通過し終える時間において、ΞΟは見えない半球を通過し終える。したがって、弧ΔΕ、ΟΞは等しい時間において見えない半球を通過し終える。 17. 天の赤道の両側にあり、赤道から等しく、かつ等しい距離にある弧について、一方が見える半球を通過し終える時間において、他方は見えない半球を通過し終え、一方が見えない半球を通過し終える時間において、他方は見える半球を通過し終える。 宇宙において地平線がΑΒΓであり、赤道円がΒΔΓであり、黄道帯の円が位置ΑΕΘを占め、赤道ΒΔΓの両側にあって等しくかつ等しい距離にある弧をΘΚ、ΖΗとせよ。私は言う、ΘΚが見える半球を通過し終える時間において、ΖΗは見えない半球を通過し終えると。 なぜなら、ΖΗに等しく、かつ反対側にある弧としてΛΜを置け。したがって、弧ΜΛ、ΘΚは等しい時間において見える半球を通過し終える。しかし、ΜΛが見える半球を通過し終える時間において、ΖΗは見えない半球を通過し終える。したがって、弧ΘΚが見える半球を通過し終える時間において、弧ΗΖは見えない半球を通過し終える。まさに同じ理由により、弧ΘΚが見えない半球を通過し終える時間において、ΗΖは見える半球を通過し終える。 18. 赤道によって切り取られ、夏至点側にある半円の中の、等しい弧について、それらの一方が見える半球を通過し終える時間は、残りの一方が見えない半球を通過し終える時間よりも長く、いかなるものがいかなるものに対しても同様である。 宇宙において地平線がΑΒΓであり、夏至線がΑΞ、冬至線がΔΟ、赤道円がΒΕΓであり、黄道帯の円が位置ΑΕΟを占め、[赤道によって切り取られた]半円[Τ]ΑΕの中に等しい弧ΖΗ、ΘΚがあり、ΖΗが夏至線により近いとせよ。私は言う、ΗΖが見える半球を通過し終える時間は、ΘΚが見えない半球を通過し終える時間よりも長く、いかなるものがいかなるものに対しても同様であると。 なぜなら、弧ΘΚに等しく、かつ反対側にある弧としてΜΝを置け。したがって、ΖΗはΜΝよりも夏至線により近い。したがって、ΖΗが見える半球を通過し終える時間は、ΜΝが見える半球を通過し終える時間よりも長い。しかし、弧ΜΝが見える半球を通過し終える時間において、ΘΚは見えない半球を通過し終える。したがって、ΖΗの弧が見える半球を通過し終える時間は、ΘΚが見えない半球を通過し終える時間よりも長い。 同様に、任意のものが他の任意の残りのものに対して、見える半球を通過し終える時間は、他方が見えない半球を通過し終える時間よりも長いことも示す。 そして同様にして、赤道によって切り取られ、冬至点側にあるもう一つの半円の中の等しい弧についても、それらの一方が見えない半球を通過し終える時間は、残りの一方が見える半球を通過し終える時間よりも長く、いかなるものがいかなるものに対しても同様である。
- 1τῶν συναφῶν
「接続点、接点」を意味する。天文学的な文脈(特に黄道と至点・分点の平行円との接点)において、ここでは二つの至点(または分点)の接続・接触している点(至点そのもの)を指す。
- 1ἡ ΗΖ ἐξαλλάσσει
定冠詞 ἡ の後に主語(おそらく ΖΗ または ΖΗ περιφέρεια)の脱落が疑われる。文脈および直前の議論から、ここで見える半球を通過するのは弧「ΖΗ」であるため、これを補って翻訳している。同様の主語脱落は 112頁3行目の ἡ περιφέρεια(ἡ ΖΗ περιφέρεια の ΖΗ 脱落)にも見られる。
- 1ἡ τυχοῦσα τῆς τυχούσης
直訳すると「出くわしたものが、出くわしたものに対して」となるが、ギリシア数学における定型表現であり、「任意のものが他の任意の残りのものに対して」を意味する。これは特定の一組だけでなく、条件を満たす任意の弧のペアについて一般的に定理が成立することを示す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-24)
- 2026-11-24 AI校閲 — 訳文 5 件
