← エウクレイデス

カトプトリカ

§3-5

鏡面における反射視線の進行方向と交差

不等な角度で入射した視線の反射の規則を論じ、平面鏡・凸面鏡において反射された複数の視線は交わることも平行になることもないこと、および凹面鏡における目の位置に応じた視線の交差について証明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

γ΄. Πρὸς ὁποῖον ἂν τῶν ἐνόπτρων προσπίπτουσα ὄψις ἀνίσους ποιῇ γωνίας, οὔτε διʼ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τῆς ἐλάσσονος γωνίας.1 ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΚΗΓ, ὄψις δὲ ἡ ΒΚ προσπιπτέτω μείζονα ποιοῦσα γωνίαν τὴν Ζ τῆς Θ, Λ. λέγω, ὅτι ἡ ΒΚ ἀνακλωμένη οὔτε αὐτὴ διʼ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τὴν Θ, Λ γωνίαν. εἰ μὲν γὰρ ἥξει ἐπὶ τὸ Β, ἔσται ἡ Ζ γωνία τῇ Θ, Λ ἴση· ὅπερ ἄτοπον· ὑπόκειται γὰρ μείζων. εἰ δὲ διὰ τοῦ ∠, ἴση ἔσται ἡ Ζ γωνία τῇ Θ· ἔστι δὲ μείζων. ἡ ἄρα ΒΚ ἀνακλασθήσεται ἐπὶ τὴν μείζονα γωνίαν τὴν Ζ· δυνατὸν γὰρ ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι ἴσην ἀφαιρεθῆναι. ἔστι δὲ ἡ αὐτὴ ἀπόδειξις ἐπὶ τῶν κυρτῶν καὶ κοίλων.

3. どのような鏡に対しても、入射する視線が不等な角度を作るならば、それはそれ自身の上にも、より小さな角度の側へも反射されないであろう。 平面鏡を AKHG とし、視線 BK が[角] Θ, Λ よりも大きな角度 Z を作って入射したとせよ。私は、反射された BK は、それ自身の上にも、角度 Θ, Λ の側へも反射されないと言う。なぜなら、もしB に戻るならば、角度 Z は Θ, Λ に等しくなるが、これは不条理である。なぜなら、より大きいと仮定されているからである。また、もし ∠ を通るならば、角度 Z は Θ に等しくなるが、実際にはより大きい。したがって、BK はより大きな角度 Z の側へと反射されるであろう。なぜなら、より大きなものからより小さなものに等しいものを切り取ることが可能だからである。同じ証明は、凸面鏡および凹面鏡に対しても成り立つ。

§4

δ΄. Αἱ ὄψεις ἐπὶ τῶν ἐπιπέδων ἐνόπτρων καὶ κυρτῶν ἀνακλώμεναι οὔτε συμπεσοῦνται ἀλλήλαις οὔτε παράλληλοι ἔσονται. ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ ΒΓ∠, ΒΑΕ. λέγω, ὅτι αἱ Γ∠, ΑΕ οὔτε παράλληλοί εἰσιν οὔτε συμπεσοῦνται ἐπὶ τὰ ∠, Ε. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ γωνία τῇ Θ, ἡ δὲ Κ τῇ Μ, μείζων δὲ ἡ Ζ τῆς Κ διὸ τὸ ἐκτὸς εἶναι2 ἐν τῷ ΒΑΓ τριγώνῳ, μείζων ἂν εἴη καὶ ἡ Θ τῆς Μ. οὐκ ἄρα παράλληλος ἡ Γ∠ τῇ ΑΕ ἐστιν, οὐδὲ συμπίπτουσιν ἐπὶ τὰ Ε, ∠. ἔστω πάλιν κυρτὸν ἔνοπτρον τὸ ΑΖΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ ΒΖ∠, ΒΗΕ. λέγω, ὅτι αἱ Ζ∠, ΕΗ οὔτε παράλληλοί εἰσιν οὔτε συμπεσοῦνται ἐπὶ τὰ Ε, ∠. ἐπεζεύχθω γὰρ ἡ ΗΖ εὐθεῖα καὶ ἐκβεβλήσθω ἐφʼ ἑκάτερα. ἐπεὶ ἴση ἐστὶν ἡ Κ, Θ τῇ Λ διὰ τὸ ἐν ἴσαις ἀνακλᾶσθαι γωνίαις, εἴη ἂν μείζων ἡ Λ, Μ τῆς Κ. ἡ δὲ Κ τῆς Ν, Ξ ἐστι μείζων, ἡ δὲ Ν, Ξ τῆς Ο, Π μείζων· αὐτὴ γὰρ ἡ Ξ ἴση ἐστὶ τῇ Ο, Π· μείζων ἄρα ἡ Λ, Μ τῆς Ο, Π. πολλῷ ἄρα ἡ Λ, Μ τῆς Ο μείζων ἐστίν. οὐκ ἄρα συμπεσοῦνται αἱ Ζ∠, ΗΕ εὐθεῖαι οὐδὲ παράλληλοί εἰσιν.

​4. 視線は、平面鏡および凸面鏡において反射されるとき、互いに交わることもなく、平行になることもないであろう。 平面鏡を AC、目を B、反射される視線を BCD, BAE とせよ。私は、GD と AE は平行でもなく、D, E の側で交わることもないと言う。なぜなら、角度 [Z] は Θ に等しく、K は M に等しく、そして Z は三角形 BAG において外角であるために K よりも大きいので、Θ も M よりも大きいであろう。したがって、GD は AE と平行ではなく、また E, D の側で交わることもない。 再び、凸面鏡を AZG、目を B、反射される視線を BZD, BHE とせよ。私は、ZD と EH は平行でもなく、E, D の側で交わることもないと言う。なぜなら、直線 HZ が結ばれ、両側に延長されたとせよ。等しい角度で反射されることにより、[角] K, Θ は Λ に等しいので、Λ, M は K よりも大きいであろう。そして、K は N, Ξ よりも大きく、N, Ξ は O, Π よりも大きい(なぜなら、Ξ 自体が O, Π に等しいからである)。したがって、Λ, M は O, Π よりも大きい。ゆえに、Λ, M は O よりもはるかに大きい。したがって、直線 ZD, HE は交わることもなく、平行でもない。

§5

ε΄. Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἢ ἐπὶ τὸ κέντρον ἢ ἐπὶ τῆς περιφερείας ἢ ἐκτὸς τῆς περιφερείας θῇς τὸ ὄμμα, τουτέστι μεταξὺ τοῦ κέντρου καὶ τῆς περιφερείας, αἱ ὄψεις ἀνακλώμεναι συμπεσοῦνται. ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ∠, κέντρον δὲ τῆς σφαίρας τὸ Β, καὶ κείσθω τὸ ὄμμα ἐπὶ τοῦ Β, καὶ προσπιπτέτωσαν ἀπὸ τοῦ Β ὄψεις πρὸς τὴν περιφέρειαν αἱ ΒΑ, ΒΓ, Β∠. ἴσαι ἄρα εἰσὶν αἱ πρὸς τοῖς σημείοις τοῖς Α, ∠, Γ γωνίαι· ἡμικυκλίου γάρ εἰσιν. αἱ ἄρα ὄψεις ἀνακλώμεναι διʼ ἑαυτῶν ἀνακλασθήσονται αἱ ΒΑ, ΒΓ, Β∠ τοῦτο γὰρ δέδεικται. ὥστε συμπεσοῦνται κατὰ τὸ Β. ἔστω πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΓΒ, ὄμμα δὲ τὸ Β, κείσθω δὲ ἐπὶ τῆς περιφερείας αὐτοῦ, καὶ ἀπὸ τοῦ Β προσπιπτέτωσαν ὄψεις αἱ ΒΓ, ΒΑ ἀνακλώμεναι ἐπὶ τὰ ∠, Ε σημεῖα. ἐπεὶ μεῖζον τὸ ΑΓΒ τμῆμα τοῦ ΒΓ τμήματος, μείζων ἡ Ζ γωνία τῆς γωνίας.3 καὶ ἡ ἄρα τῆς Κ μείζων. αἱ ἄρα Ζ, τῶν Θ, Κ μείζους εἰσίν. λοιπὴ ἄρα ἡ Λ τῆς Μ ἐλάσσων· πολλῷ μᾶλλον ἄρα τῆς Ν. συμπεσοῦνται ἄρα αἱ Γ∠, ΑΕ κατὰ τὸ Ξ ὁμοίως δειχθήσεται, κἂν ἐκτὸς τῆς περιφερείας πίπτῃ τὸ ὄμμα, ὡς ἐπὶ τοῦ ἑξῆς θεωρήματος.

​5. 凹面鏡において、もし目を中心の上、あるいは周の上、あるいは周の外側、すなわち中心と周の間に置くならば、反射される視線は互いに交わるであろう。 凹面鏡を AGD とし、球の中心を B とせよ。そして目を B の上に置き、B から周に向けて視線 BA, BG, BD が入射するとせよ。したがって、点 A, D, G における角度は等しい。なぜなら、半円の角だからである。ゆえに、反射される視線 BA, BG, BD はそれ自身の上へと反射されるであろう。なぜなら、このことは証明されているからである。したがって、それらは B において交わるであろう。 再び、凹面鏡を AGB、目を B とし、その周の上に置かれたとせよ。そして B から視線 BG, BA が入射し、点 D, E へと反射されるとせよ。線分 AGB は線分 BG よりも大きいので、角度 Z は角度 [Θ] よりも大きい。したがって、[角度 Λ] も K よりも大きい。それゆえ、角度 Z, [Λ] は Θ, K よりも大きい。したがって、残りの Λ は M よりも小さい。ゆえに、N よりもはるかに小さい。したがって、GD, AE は X において交わるであろう。目が周の外側に位置する場合も、次の定理のように同様に証明されるであろう。

構文注3 件
  1. 3οὔτε ἐπὶ τῆς ἐλάσσονος γωνίας

    前置詞 ἐπί と属格の組み合わせで「〜の方向へ」という運動・反射の向きを示す。ここでは「より小さな角が位置する側へ」という意味になり、単なる角度の比較ではなく物理的な位置関係を指している。

  2. 4διὸ τὸ ἐκτὸς εἶναι

    接続表現 διό(それゆえ)に続き、冠詞付き不定詞 τὸ ... εἶναι が「外角であることによって」という理由を示す名詞句として機能している。

  3. 5μείζων ἡ Ζ γωνία τῆς γωνίας

    底本では τῆς γωνίας の後に比較対象となる具体的な角度の記号(おそらく Θ)が脱落している。文脈上、対応する角 Z が Θ より大きいことを指す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:3-5