← エウクレイデス

カトプトリカ

§13-14

複数の平面鏡の連続反射による同一対象の視認

平面鏡を3つ配置した場合、および任意の多角形の設計に基づいて平面鏡を複数配置した場合に、光線の多重反射によって同一の対象を目で見ることができることを幾何学的に証明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

ιγ΄. Δυνατόν ἐστι διὰ πλειόνων ἐνόπτρων ἐπιπέδων ἰδεῖν τὸ αὐτό. ἔστω, ὃ δεῖ ὀφθῆναι, τὸ Α, ὄμμα δὲ τὸ Β, ἔνοπτρα δὲ τρία τὰ Γ∠, ∠Ε, ΕΖ. ἤχθω δὴ κάθετος ἀπὸ τοῦ Β ἐπὶ τὸ Γ∠ ἔνοπτρον ἡ ΒΓ, ἴση δὲ ἡ ΒΓ τῇ ΓΣ. καὶ πάλιν ἀπὸ τοῦ Α ἐπὶ τὸ ΕΖ κάθετος ἡ ΑΖ, καὶ τῇ ΑΖ ἴση ἡ ΖΘ, καὶ ἀπὸ τοῦ Θ ἐπὶ τὸ ∠Ε ἔνοπτρον κάθετος ἤχθω ἡ ΘΚ, καὶ ἔστω τῇ ΘΚ ἴση ἡ ΚΛ, καὶ ἀπὸ τοῦ Λ ἐπὶ τὸ Σ ἐπεζεύχθω ἡ ΛΜΞΣ, ἀπὸ δὲ τοῦ Μ ἐπὶ τὸ Θ ἡ ΜΡΘ, ἐπεζεύχθωσαν δὲ καὶ αἱ ΑΡ, ΒΞ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΒΓ τῇ ΓΣ, καὶ ὀρθαὶ αἱ πρὸς τῷ Γ γωνίαι, δύο δὴ αἰ ΒΓ, ΓΦ δυσὶ ταῖς ΣΓ, ΓΦ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΒΓΦ ὀρθὴ οὖσα γωνίᾳ τῇ ὑπὸ Σῶ1 ὀρθῇ οὔσῃ ἴση ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἡ μὲν πρὸς τῷ Β γωνία τῇ πρὸς τῷ Σ, ἡ δὲ γωνία τῇ Τ.2 ἀλλʼ ἡ Τ τῇ Ν ἐστιν ἴση· κατὰ κορυφὴν γάρ· ὥστε ἴση ἐστὶ καὶ ἡ Ν γωνία τῇ Ξ. ἡ ἄρα ΒΞ ὄψις ἀνακλασθήσεται ἐπὶ τὸ Μ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΘΚ τῇ Κ Λ, καὶ ὀρθαὶ δὲ αἱ πρὸς τῷ Κ, ἴση ἐστὶν ἡ Ο γωνία τῇ Π. ἀνακλᾶται ἄρα ἡ. αὐτὴ ὄψις ἡ ΒΞΜ ἐπὶ τὸ Ρ διὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τὸ Α διὰ τὸ ἴσην εἶναι τὴν ὑπὸ ΖΡΑ γωνίαν τῇ ὑπὸ ΕΡΜ ὁμοίως ταῖς λοιπαῖς ἀποδείξεσιν. ὁρᾷ ἄρα ἡ ἀπὸ τοῦ Β ὄμματος ὄψις τὸ Α διὰ τῶν τριῶν ἐνόπτρων ὄντων ἐπιπέδων τῶν Γ∠, ∠Ε, ΕΖ.

​13. 複数の平面鏡を通じて同じものを見ることが可能である。 見られるべきものを A、目を B、3つの鏡をGD, DE, EZ とせよ。そこで、B から鏡 GD へ垂線 BG を引き、BG と GS を等しくせよ。また再び、A から鏡 EZ へ垂線 AZ を引き、AZ と ZTh を等しくせよ。そして Th から鏡 DE へ垂線 ThK を引き、ThK と KL を等しくせよ。そして L から S へ直線 LMXS を結べ。また M から Th へ直線 MRTh を結べ。そして AR, BX も結べ。さて、BG は GS に等しく、G における角は直角であるから、2本の線 BG, GF は、SG, GF の2本の線にそれぞれ等しい。そして、直角である角 BGF は、直角である角 S... に等しい。また、等しい辺が対向する残りの角も、残りの角にそれぞれ等しくなる。すなわち、B における角は S における角に等しく、[GFB]の角は T に等しい。しかし T は N に等しい(対頂角だからである)。したがって、角 N も X に等しい。それゆえ、視線 BX は M へ反射される。再び、ThK は KL に等しく、K における角も直角であるから、角 O は角 P に等しい。それゆえ、同じ視線 BXM は R へ反射され、全く同じ理由により、角 ZRA が角 ERM に等しいことから A へも反射される。これは他の証明と同様である。したがって、目 B からの視線は、3つの平面鏡である GD, DE, EZ を通じて A を見る。

§14

ιδ΄. Ἔστι δὲ καί, διʼ ὅσων ἄν τις ἐπιτάξῃ ἐνόπτρων ἐπιπέδων, ἰδεῖν τὸ αὐτό· δεῖ δὲ κατὰ τὸν ἀριθμὸν τῶν ἐνόπτρων πολύγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον συνίστασθαι δυσὶ πλείους ἔχον πλευρὰς τῶν ἐνόπτρων. ἔστω γάρ, ὃ μὲν ὀφθῆναι δεῖ, τὸ Α, ὄμμα δὲ τὸ Β, καὶ ἐπεζεύχθω ἡ ΑΒ, καὶ ἀπὸ τῆς ΑΒ ἀναγεγράφθω πολύγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον δύο πλευρὰς, πλείους ἔχον τῶν ἐνόπτρων καὶ ἔστω τὸ ΑΒ∠ πολυγώνιον, καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τοῦ γραφομένου περὶ τὸ πολύγωνον τὸ Θ, καὶ ἀπʼ αὐτοῦ ἐπεζεύχθωσαν αἱ ΘΓ, ΘΕ, Θ∠, ΘΒ, ΘΑ ἐπὶ τὰς γωνίας, καὶ προσκείσθωσαν ἔνοπτρα ἐπίπεδα πρὸς ὀρθὰς ταῖς ἐπεζευγμέναις. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ Ζ Λ γωνία τῇ ΝΚ ὀρθὴ γάρ ἐστιν ἑκατέρα·3 ὧν ἡ Ν τῇ Λ ἴση ἐστίν, λοιπὴ ἄρα ἡ Ζ τῇ Κ ἴση ἐστίν. ὥστε ἡ ἀνάκλασις τῆς ΒΓ ὄψεως ἐπὶ τὸ ∠ ἔσται· διὰ γὰρ ἴσων γωνιῶν αἱ ἀνακλάσεις γίνονται. ὁμοίως δὲ δειχθήσονται καὶ αἱ πρὸς τοῖς ∠, Ε σημείοις γωνίαι ἴσαι αἱ πρὸς τοῖς ἐνόπτροις. ἡ ἄρα ἀπὸ τοῦ Β ὄμματος ὄψις ἀνακλωμένη καὶ προσπεσοῦσα πρὸς πάντα τὰ ἔνοπτρα ἥξει ἐπὶ τὸ Α.

​14. また、命じられる任意の数の平面鏡を通じて、同じものを見ることも可能である。そのためには、鏡の数に応じて、鏡の数より2つ多くの辺を持つ、等辺かつ等角の多角形が構成されなければならない。 なぜなら、見られるべきものを A、目を B とし、AB を結べ。そして AB の上に、鏡の数より2つ多くの辺を持つ等辺かつ等角の多角形を描き、これを多角形 ABD... とせよ。そして、多角形に外接する円の中心 Th を取れ。そして、そこから頂点へ向けて ThG, ThE, ThD, ThB, ThA を結べ。そして、これらの結ばれた線に対して垂直に、平面鏡を配置せよ。さて、角 Z, L は角 N, K に等しい。それぞれ直角だからである。それらのうち、N は L に等しいので、残りの Z は K に等しい。したがって、視線 BG の D への反射が起こる。反射は等しい角を通じて行われるからである。同様に、点 D, E において鏡に対する角も等しいことが示されるだろう。それゆえ、目 B からの視線は反射され、すべての鏡に当たって A に達するであろう。

構文注3 件
  1. 13Σῶ

    原文の Σῶ は写本における破損あるいは略記と考えられ、文脈から角 ΣΓΦ(SGPh)を意味する。角 ΒΓΦ が直角であり、同じく直角である ΣΓΦ に等しいという幾何学的関係に合致する。

  2. 13ἡ δὲ γωνία τῇ Τ

    三角形の合同(2辺とその間の角が等しい)に基づき、残りの対応する角(角 GFB)が角 GFS(図中で T と記される角)に等しくなることを意味しており、主語となる角の名称が省略されている。

  3. 14ἡ Ζ Λ γωνία τῇ ΝΚ ὀρθὴ γάρ ἐστιν ἑκατέρα

    ここで ΖΛ および ΝΚ は、隣接する2つの角の組み合わせ(または和)を一体のものとして示しており、それぞれが「多角形の頂点から中心への結線に対して鏡を垂直に配置する」という構成から、直角(ὀρθὴ γάρ ἐστιν ἑκατέρα)になることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:13-14