← ハルポクラティオン

アッティカ重大弁論家語彙集

§p.probolion-p.propulaia_tauta

プロボリオンからプロピュライア・タウタまでの語彙

ハルポクラティオンは、槍・地形・役職(プロエドロイ)・祭礼・法律(出訴期限・奴隷引渡)・神前供物・神名(プロナイア)・訴訟用語(プロペンプタ)およびデモステネスに見られる語句(プロペポーコテス、プロピュライア・タウタ)の語義や用例を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§p.probolion

ΠΡΟΒΟΛΙΟΝ εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ.

プロボリオン(猪狩りの槍) 槍の一種で、狩人たちが猪狩りに用いるもの。ヒュペレイデスが『ティレニア人の警備について』において、比喩によって転用している。これが槍の一種を意味することは、クセノポンの『狩猟について』からしばしば知ることができる。

§p.proboloi

ΠΡΟΒΟΛΟΙ αἱ εἰς θάλατταν προκείμεναι πέτραι καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς.

プロボロイ(海に突き出た岩礁) 海に突き出た岩であり、いわば岬のようなもの。デモステネスが『ピリッポス演説』で用いている。

§p.proedroi

ΠΡΟΕΔΡΟΙ ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ’ ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ’ ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ’ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

プロエドロイ(議長団) 各民会ごとにプリュタニスたちによって抽選で選ばれ、当番部族を除く各部族から一人ずつ選出され、民会に関する諸事を差配した。他のあらゆる者たちの上に座を占めた(プロエドレウエイン)ことから「プロエドロイ」と呼ばれた。弁論家たちのもとでこの語は頻出し、デモステネスの『アンドロティオンに対する弁論』やアイスキネスの『クテシポンに対する弁論』にも見られる。いわゆる立会長(エピスタテス)が彼らを抽選で選ぶことは、アリストテレスが『アテナイ人の国制』で述べている。

§p.proerosia

ΠΡΟΗΡΟΣΙΑ Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας.

プロエロシアー(播種前祭) ヒュペレイデスが『デロス演説』で用いている。犠牲祭の名である。

§p.prothesmias_nomos

ΠΡΟΘΕΣΜΙΑΣ ΝΟΜΟΣ Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ,1 ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν.

プロテスミアス・ノモス(出訴期限法) デモステネスが『ポルミオンのための弁論』で用いている。弁論家が演説中で示唆しているように、おそらく五年間の出訴期限を指しているのであろう。リュシアスも『メネストラトスに対する弁論』で用いている(真作であるとすれば)。

§p.proklesis

ΠΡΟΚΛΗΣΙΣ εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥήτορσι. Δημοσθένης δ’ ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ.

プロクレシス(奴隷尋問要求・正式提案) 裁判を行う際、時には事件の拷問尋問または証言のために召使の女や男を引き渡すよう要求する慣習があり、この行為を「プロカレイスタイ」と呼び、これに関して書かれた文書を「プロクレシス」と名付けた。多くの弁論家に見られる。デモステネスは『ステパノスに対する弁論』において、いかなる事柄についてプロクレシスがなされるかを明らかにしている。

§p.prokonia

ΠΡΟΚΩΝΙΑ Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος προκώνιά φησίν ἐστι πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ’ ἐν τῷ περὶ θυσιῶν φησι καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων.

プロコーニア(神前供物) リュクルゴスが『メネサイクモスに対する弁論』で用いている。ディデュモスは「プロコーニアとは蜂蜜を塗った小麦である」と述べている。文法学者アリストパネスとクラテスは、炒っていない大麦から作られたものがそう呼ばれると述べている。アウトクレイデスが『釈義書』で示唆しているように、小麦からも大麦からも作られるようである。デーモンは『犠牲祭について』において「プロコーニアとは香料とともに挽き潰された大麦の粒である」と述べている。

§p.prometretas

ΠΡΟΜΕΤΡΗΤΑΣ Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. Δείναρχος κατ’ Ἀγασικλέους Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν.

プロメトレータース(計量官) ヒュペレイデスが『塩魚について』で用いている。デイナルコスは『アガシクレスに対する弁論』において、「それゆえ彼は計量官スキュテスの子であり、区民の一人となり、自身も市場で計量を行い続けていた」と述べている。

§p.pronaia

ΠΡΟΝΑΙΑ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ η Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων.

プロナイア(神殿前の女神アテナ) アイスキネスが『クテシポンに対する弁論』で用いている。デルポイにおいて、神殿(ナオス)の前に建てられていることから「プロナイアのアテナ」と呼ばれた。ヘロドトスは第八巻において彼女を「プロネイエー」と呼んでいる。彼女については他の者たちに加えてスタピュロスが『アイオリス人について』で記録している。

§p.propempta

ΠΡΟΠΕΜΠΤΑ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. Δίδυμος μήποτέ φησιν ἄλλα τινά ἐστιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαί φασιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀπολλοδώρου ὑποσημαίνει. εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε·2 ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν.

プロペンプタ(五日前・事前納付金) リュシアスが『ミクシデモスの公訴に対する答弁』において(真作であるとすれば)、またデモステネスが『ハグニアスの遺産について』で用いている。ディデュモスは次のように述べている。「ひょっとすると本納付の前になされる別の科料のことであろうか。というのも、リュシアスが『アポロドロスに対する弁論』で示唆しているように、評価額の五分の一を供託すると述べる者たちがいるからである。あるいは、デモステネスが言うように五日前(プロ・ペンプタ)の意味であるのか。大事件の裁判においては、判決に一日では足りなかったからである。」

§p.propepokotes

ΠΡΟΠΕΠΩΚΟΤΕΣ ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμιδόνων Αἰσχύλος τάδε μὲν λεύσσεις, φαίδιμ’ Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς %2 %2 %2 εἴσω κλισίας.

プロペポーコテス(先んじて飲み尽くした者たち/裏切った者たち) 「裏切った者たち(プロデドーコテス)」の代わりに用いられている。比喩的に言われている。デモステネスが『クテシポン擁護演説』で用いている。アイスキュロスは『ミュルミドン人』の冒頭で、「輝かしいアキレウスよ、そなたはこれら、槍によって損なわれたダナオス人たちの苦難を見ている、彼らを……幕屋の内にあって」と述べている。

§p.propulaia_tauta

ΠΡΟΠΥΛΑΙΑ ΤΑΥΤΑ Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν·3 ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου αὐτὸς ὁ Δημοσθένης φησὶν ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος ἐν τῇ δ. Ἡλιόδωρος δ’ ἐν α περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθ’ ἕτερα καὶ ταῦτά φησιν ἐν ἔτεσι μὲν ε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβ· πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν.

プロピュライア・タウタ(これら前門) デモステネスが『ピリッポス演説』で用いている。プニュクスから前門(プロピュライア)が見えることから直示的に言われているとも解しうるが、言及的・想起的に解する方が優れている。極めて周知のものに対してそのように言う慣習があるからである。現に『アイスキネスに対する弁論』において、デモステネス自身が「かの喜劇役者サテュロスに尋ねた」と述べている。アクロポリスの前門については、エウテュメネスがアルコンであった年に、ムネシクレスが建築家となってアテナイ人たちが建築を始めた次第を、他の者たちとともにフィロコロスが第四巻で記録している。ヘリオドロスは『アテナイのアクロポリスについて』第一巻において、他の記述に続いて次のように述べている。「五年間で完全に完成し、二千十二タラントンが費やされた。そして人々は五つの門を造り、それらを通ってアクロポリスへと入るのである。」

構文注3 件
  1. p.prothesmias_nomosτὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ

    ἄν と希求法(ἂν λέγοι)による潜在表現。話者(ハルポクラティオン)自身の控えめな推量や論理的帰結(「弁論家が述べているのは……のことであろう」)を表す。直説法現在の断定を避け、テキストの文脈から導かれる蓋然的判断を示している。

  2. p.propemptaεἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε

    εἰ μὴ ἄρα による省略的・留保的条件文。「〜でないとすれば(おそらく〜であろう)」というニュアンスで、先行するディデュモスの解釈に対する対案を導入している。述語動詞(σημαίνει 等)が補足されて解釈される。

  3. p.propulaia_tautaἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν

    ἅτε と属格独立構文(ὁρωμένων τῶν προπυλαίων)が客観的理由(「前門がプニュクスから見えているので」)を提示し、続く主節で「直示的(δεικτικῶς)」と「想起的・言及的(ἀναφορικῶς)」の二者択一を提示して後者を採る構造。ἀκούειν は「理解する、解釈する」の意の不定詞。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.probolion-p.propulaia_tauta