← ハルポクラティオン

アッティカ重大弁論家語彙集

§k.kabule-k.kaneforoi

カビュレからカネーポロイまでの語彙

カビュレ、投票壺(カディスコス)、カドメイア、清めの小豚(カタルシオン)から、虐待の訴え(カコーシス)、カラウレイア、籠を運ぶ乙女(カネーポロイ)に至るΚで始まる各語を取り上げ、アッティカ弁論家たちの用例と語義・歴史的背景を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§k.kabule

ΚΑΒΥΛΗ Δημοσθένης ἐν η Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θρᾴκης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρύσθαι πρὸς τῷ Τάξῳ ποταμῷ κατὰ μέσον τῆς Θρᾴκης.

カビュレ デモステネス『ピリッポス演説』第八巻。トラキアの要塞(地名)であり、テオポンポスが第四十七巻で、アナクシメネスが『ピリッポス史』第八巻で述べている通りである。アナクシメネスはそれがトラキアの中央部、タクソス川のほとりに位置していると述べている。

§k.kadiskos

ΚΑΔΙΣΚΟΣ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. ἀγγεῖόν τι εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ οὕτως ἔλεγον. Φρύνιχος Μούσαις ἰδοὺ, δέχου τὴν ψῆφον. ὁ καδίσκος δέ σοι ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί.

カディスコス(投票壺) イサイオス『ハグニアスの遺産をめぐる弁論』。裁判人たちがその中に票を投じたある種の器をこのように呼んでいた。フリュニコスの『ムーサたち』に「ほら、票を受け取りなさい。この投票壺はそなたにとって無罪放免とするものであり、あちらの壺は破滅(有罪)とするものだ」とある。

§k.kadmeia

ΚΑΔΜΕΙΑ Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται.

カドメイア イソクラテス『汎ギリシア祭演説』。カドメイアには他の弁論家たちもしばしば言及しているが、テーバイ人たちのアクロポリスがこのように呼ばれており、ほとんどすべての歴史家たちの間で一致して認められている通りである。

§k.katharsion

ΚΑΘΑΡΣΙΟΝ Αἰσχίνης κατὰ Τιμάρχου. ἔθος ἦν Ἀθήνησι καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δ’ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, οἵπερ ὠνομάσθησαν οὕτως ἤτοι ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας.

清めの犠牲(カタルシオン) アイスキネス『ティマルコスに対する弁論』。アテナイでは、清めの犠牲と名付けられたごく小さな子豚によって、民会や劇場、要するに民衆の集会全体を清める習慣があった。そしてこれを行ったのはペリスティアルコイと呼ばれる者たちであり、彼らは「周囲を巡る(ペリステイケイン)」ことから、あるいは「炉床(ヘスティア)」からそう名付けられた。

§k.kathelon

ΚΑΘΕΛΩΝ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφοκλῆς ἐν Εὐμήλῳ.

殺害して(カテローン) デモステネスは『アリストクラテスに対する弁論』において次のように述べている。 「あるいは路上で討ち果たして」これは「殺害して」あるいは「息の根を止めて」の意である。他の者たちもこの語をこのように用いており、ステシコロスが『イーリオスの陥落』で、ソポクレスが『エウメロス』で用いている通りである。

§k.kathekonta

ΚΑΘΗΚΟΝΤΑ Δημοσθένης ἐν ι Φιλιππικῶν φησὶν ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ̓ ἑαυτὸν ποιεῖν ἀντὶ τοῦ τὰ ἥκοντα ἐφ’ ἑαυτόν.

課せられた義務(カテーコンタ) デモステネスは『ピリッポス演説』第十巻において次のように述べている。 「自分自身に課せられた義務を果たそうとはしなかった者」これは「自身に及ぶ義務」の意である。

§k.kathetos

ΚΑΘΕΤΟΣ ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος. διείλεκται περὶ τοῦ καθέτου Μελίτων ἐν α περὶ τῶν Ἀθήνησι γενῶν.

カテトス(海に投ぜられる仔羊) 海の中へと投げ入れられる仔羊のこと。リュシアス『テラモンに対する弁論』。カテトスについてはメリトンが『アテナイの氏族について』第一巻において論じている。

§k.kai

ΚΑΙ ΚΑΙ γὰρ ΤΟ ΜΗΔΕΝΑ ΤΩΝ ΜΑΧΙΜΩΝ ΑΝΕΥ ΤΗΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΓΝΩΜΗΣ ΑΠΟΔΗΜΕΙΝ Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν1 οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν.

「戦士たちの誰も執政官らの判断なしには出国しないこともまた」イソクラテスが『ブシリス』の中でラケダイモン人についてこのことを述べているのに対し、ラケダイモン人の国制について書いた者たちも同様のことを述べていると記さねばならない。しかしアリストテレスは、ラケダイモン人たちが他の法に親しむことに慣れないよう、彼らに出国が許されていなかったと述べている。ただし、イソクラテスが戦士たちのみが出国を禁じられていたと述べているのに対し、アリストテレスの一派はラケダイモン人全員がそうであったと述べている。

§k.kainos

ΚΑΙΝΩΣ Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ α.

新たに(カイノース) イソクラテス『汎ギリシア祭演説』。「より新しい事柄にふさわしいように」の意。エポロスは第一巻においてこれをある仕方で解釈した。

§k.kakotechnion

ΚΑΚΟΤΕΧΝΙΩΝ δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν2 κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου.

不当謀計の訴え(カコテクニオン) ある者を偽証罪で有罪にした者たちが、その偽証者を提供した者に対して起こした訴訟の名称。デモステネス『ティモテオスに対する賠償請求』、真作であるならば、および『エウエルゴスとムネシブロスに対する弁論』において。

§k.kakos_eidotes

ΚΑΚΩΣ ΕΙΔΟΤΕΣ ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.

悪しく知る者たち(カコース・エイドテス) 「知らずにいる者たち」の意。イソクラテス『平和について』。

§k.kakoseos

ΚΑΚΩΣΕΩΣ δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ * * * καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ καὶ ἄνευ ὕδατος.3

虐待の訴え(カコーセオース) 女子相続人たちには夫たちに対して、親たちには子たちに対して、また孤児たちのために代わって訴え出る者たちには後見人たちに対して与えられた訴訟の名称である。デモステネス『ティモクラテスに対する弁論』、リュシアス『ヘゲサンドロスの遺産をめぐる弁論』および『……の弁護』において、またヒュペレイデス『ピュランドロスの遺産をめぐる弁論』において。親への虐待を告発し、女子相続人たちを救援することは望む者なら誰にでも許されていたことは、前述のヒュペレイデスの演説、およびリュシアス『ピロニデスに対する暴力行為の訴え』(真作であるならば)において明らかにされている。またこの裁判には水時計の制限がなかった。

§k.kalaureia

ΚΑΛΑΥΡΕΙΑ Δημοσθένης ἐν τῇ περὶ τῆς ἑαυτοῦ καθόδου ἐπιστολῇ. νῆσός ἐστι πλησίον Τροιζῆνος, ὡς Ἑκαταῖος ἐν περιόδῳ τῆς γῆς ἔφη. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη ἡ Καλαύρεια, καθά φησιν Ἀντικλείδης.

カラウレイア デモステネス『自身の帰国に関する書簡』。ヘカタエオスが『地球巡遊記』で述べている通り、トロイゼン近郊の島である。アンティクレイデスが述べている通り、カラウレイアはかつてエイレーネーと呼ばれていた。

§k.kaneforoi

ΚΑΝΗΦΟΡΟΙ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ’ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.

籠を運ぶ乙女たち(カネーポロイ) リュクルゴス『リュコフロンに対する弁論』。籠を運ぶ乙女たちについてフィロコロスは『アッティカ史』第二巻において、エリクトニオスの治世に初めて、家柄のある処女たちが女神のために、犠牲式に用いる道具が載せられた籠をパナテナイア祭やその他の行列において運ぶよう定められたと述べている。

構文注3 件
  1. k.gnomes_apodemeinτοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν

    τοῦ Ἰσοκράτους λέγοντος は属格絶対構文。λέγοντος の目的語節として対格不定詞構文 τοὺς μαχίμους μόνους κωλύεσθαι(戦士たちのみが禁じられているということ)が従属している。

  2. k.kakotechnionἑλόντες τινὰ ψευδομαρτυριῶν

    αἱρέω が裁判文脈で「(告訴人が被告を)有罪にする」の意で用いられ、罪名を表す ψευδομαρτυριῶν(偽証罪)が属格で付加されている構文。「偽証罪で誰かを断罪した者たち」を意味する。

  3. k.kakoseosἦν δὲ καὶ ἄνευ ὕδατος

    直訳は「水なしでもあった」。アテナイの法廷において弁論時間の計測に用いられた水時計(クレプシュドラ)を用いない、すなわち「時間制限なしに行われた」ことを指す法廷用語の慣用句的表現である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:k.kabule-k.kaneforoi