← ハルポクラティオン

アッティカ重大弁論家語彙集

§b.balbisin-b.boedromia

バルビスからボエドロミアまでの語彙

ハルポクラティオンが弁論家作品に見られる語(「出発線にて」「深淵」「試金石・拷問」「王長官の出動」「王の柱廊」「誹謗する」「吟味して」「バタロス」「バウボ」「権利擁護訴訟」「ベーサ区の」「暴力行為の訴え」「揉む」「絞る」「ボエドロミア祭」)の語義や語源、制度的背景を注釈する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§b.balbisin

ΒΑΛΒΙΣΙΝ Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται.

出発線にてアンティポン『調和について』において「初めに」「発端に」の意で用いられている。これは走者たちに由来する表現である。というのも、発走綱の下に引かれた線が、その線の上に走者たちが立っていることから「出発線」と呼ばれるからである。

§b.barathron

ΒΑΡΑΘΡΟΝ ὄρυγμα εἰς ὃ τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς οὐ κυρίως αὐτὸ λέγει, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ.

深淵・バラトロン死刑を宣告された者たちを投げ込んだ穴。デモステネスは『ピリッポス糾弾演説』においてこれを文字通りの意味ではなく、比喩的に、いわば「破滅」の意味で用いている。

§b.basanos

ΒΑΣΑΝΟΣ Ἀντιφῶν. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε.

試金石・拷問アンティポン。金をこすりつけて吟味する石がこのように呼ばれる。他方、ヒュペレイデスは『アンティアスに対する演説』において、拷問において拷問を受けている者たちによって語られ記録された供述を「拷問」と呼んだ。

§b.basilike_diadrome

ΒΑΣΙΛΙΚΗ ΔΙΑΔΡΟΜΗ ἔοικεν ἡ γενομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστὶ τῶν Ἀθήνησιν θ ἀρχόντων, βασιλικὴ διαδρομὴ καλεῖσθαι· Δείναρχος κατὰ Πυθέου.

王長官の出動アテナイにおける九人の執政官の一人である王長官の臨席のもとで行われた出動が「王長官の出動」と呼ばれたようである。デイナルコス『ピュテアスに対する演説』にある。

§b.basileios_stoa

ΒΑΣΙΛΕΙΟΣ ΣΤΟΑ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος α. β εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ βασίλειος. ἔστι δὲ καὶ τρίτη τις, ἡ πάλαι μὲν Πεισιανάκτειος καλουμένη, Ποικίλη δὲ μετονομασθεῖσα.

王の柱廊デモステネス『アリストゲイトンに対する演説第1』にある。互いに隣り合って二つの柱廊が存在し、一つは「解放者ゼウスの柱廊」、もう一つは「王の柱廊」である。また第三の柱廊として、古くは「ペイシアナクスの柱廊」と呼ばれ、後に「多彩の柱廊」と改称されたものもある。

§b.baskainei

ΒΑΣΚΑΙΝΕΙ ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τούτοις βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐκ ἔστι πολίτευμα ἐμόν ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν.

誹謗する・妬む「責める」「非難する」「誣告する」の意。デモステネス『冠弁論』にある。またその演説の「悪意に満ち、辛辣で悪辣な政策は私のものではない」という箇所では、「あら探しをする」「誣告的な」の意で用いられている。

§b.basanisas

ΒΑΣΑΝΙΣΑΣ ἀντὶ τοῦ δοκιμάσας Δείναρχος ἐν τῷ κατὰ Προξένου. πολὺ δ’ ἐστὶ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου παρ’ Ἀττικοῖς.

吟味してデイナルコス『プロクセノスに対する演説』において「試して」「吟味して」の意で用いられている。この語はこの語義でアッティカの人々の間に多く見られる。

§b.batalos

ΒΑΤΑΛΟΣ Αἰσχίνης ἐν τῷ παραπρεσβείας. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ τὸν πρωκτὸν βάταλον λέγει. μήποτε οὖν ἔνθεν τοὺς κιναίδους βατάλους καλοῦσι.

バタロス アイスキネス『使節糾弾演説』にある。軟弱さの廉で喜劇に嘲弄された。エウポリスは肛門をバタロスと呼んでいる。したがって、そこから男娼をバタロスと呼ぶようになったのかもしれない。

§b.baubous

ΒΑΥΒΟΥΣ ὄνομα γυναικός.

バウボ 女性の名。

§b.bebaioseos

ΒΕΒΑΙΩΣΕΩΣ δίκης ὄνομά ἐστιν, ἣν δικάζονται οἱ ὠνησάμενοί τι τῷ ἀποδομένῳ,1 ἂν ἕτερος μὲν ἀμφισβητῇ τοῦ πραθέντος, ὁ δὲ μὴ βεβαιοῖ. ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνου δοθέντος, εἶτα ἀμφισβητήσαντος τοῦ πεπρακότος, ἐλάγχανε τὴν τῆς βεβαιώσεως δίκην ὁ τὸν ἀρραβῶνα δοὺς τῷ λαβόντι.2 Λυσίας ἐν δυσὶ λόγοις.

権利擁護訴訟 訴訟の名であり、購入した物が他者から係争対象とされ、かつ売主が権利擁護・保証を行わない場合に、購入者たちが売主を相手取って起こすものである。また時に手付金のみが支払われた後、売主が異議を申し立てた場合にも、手付金を支払った者が受領した者を相手取って権利擁護訴訟を起こした。リュシアスの二つの演説にある。

§b.besaies

ΒΗΣΑΙΗΣ Λυσίας ἐν τῇ πρὸς Φιλοκράτην συμβολαίου ἀπολογίᾳ. δῆμος τῆς Ἀντιοχίδος ἡ Βῆσα.

ベーサ区のリュシアス『ピロクラテスに対する契約弁解』にある。ベーサはアンティオキス部族の区である。

§b.biaion

ΒΙΑΙΩΝ ὄνομα δίκης κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον ὅσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου. εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βιαίων. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων.

暴力行為の訴え何事であれ力づくで行う者たちに対する訴訟の名。敗訴した者は勝訴した者に支払うのと同額を公庫に納付する。デモステネス『メイディアスに対する演説』にある。またリュシアスの作品群にも暴力行為に関する演説が伝わっている。そしてこの名も訴訟も、処女の凌辱に対してのみ用いられたのではなく、他の侵害に対しても用いられたことは明らかである。

§b.blimazein

ΒΛΙΜΑΖΕΙΝ τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι ΒΛΙΣΑΙ ΒΛΙΣΑΙ λέγεται.

揉む・まさぐる手で揉み潰すこと。また蜂の巣を絞ることは「ブリサイ」と呼ばれる。絞る「ブリサイ」と呼ばれる。

§b.boedromia

ΒΟΗΔΡΟΜΙΑ Δημοσθένης φιλιππικοῖς. ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, ἥν φησι Φιλόχορος ἐν β νενομίσθαι ἐπειδὴ Ἴων ὁ Ξούθου ἐβοήθησε3 σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος, Ἐρεχθέως βασιλεύοντος. βοηδρομεῖν γὰρ τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν.

ボエドロミア祭デモステネス『ピリッポス糾弾演説』にある。アテナイでこのように呼ばれる祭礼。ピロコロスが第2巻で述べるには、エレクテウスが王であった時代、ポセイドンの子エウモルポスによって攻撃を受けていたアテナイ人たちを、クスートスの子イオンが大急ぎで救援したことから制定されたという。というのも救援することが「ボエドロメイン」、すなわち戦いに走ることと呼ばれていたからである。

構文注3 件
  1. b.bebaioseosἣν δικάζονται οἱ ὠνησάμενοί τι τῷ ἀποδομένῳ

    動詞 δικάζομαι(中動態:訴訟を起こす、争う)は相手方を表す与格を伴い、「〜を相手取って訴訟を起こす」を意味する。ここでは τῷ ἀποδομένῳ(売主に対して)が間接目的語/対抗関係の与格として係っている。

  2. b.bebaioseosἐλάγχανε τὴν τῆς βεβαιώσεως δίκην ὁ τὸν ἀρραβῶνα δοὺς τῷ λαβόντι

    δίκην λαγχάνω は「訴訟を(籤で受けて)提起する」の慣用表現で、被告(相手方)は与格で示される。したがって τῷ λαβόντι は主語の分詞句 ὁ τὸν ἀρραβῶνα δοὺςではなく動詞句 ἐλάγχανε ... δίκην に係り、「手付金を受領した者を相手取って訴訟を提起した」と解する。

  3. b.boedromiaνενομίσθαι ἐπειδὴ Ἴων ὁ Ξούθου ἐβοήθησε

    関係代名詞 ἥν(ボエドロミア祭)を意味上の主語とする対格不定詞構文(νενομίσθαι「慣習化された、制定された」)が Φιλόχορος ... φησιν に従属している。ἐπειδή 節は制定された理由を述べる歴史的因果節。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:b.balbisin-b.boedromia