- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.habaris-a.agrule
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論家語彙集の項目「アバリス」から「アグリュレ」までを収め、固有名詞(アバリス、アゲシラオス等)の伝承やアッティカ弁論家(アンティポン、イサイオス等)における特異な語彙用法、アテナイの行政官(アゴラノモイ)や区名義を解説する。
ἍΒΑΡΙΣ ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι.1 πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν κα Ὀλυμπιάδα.
アバリス 固有名詞。人々が言うところによれば、全世界に疫病が生じた際、神託を求めたギリシア人たちおよび異民族たちに対して、アポロンはアテナイの民衆がすべての者のために祈りを捧げるべきであると答託した。多くの民族が彼らのもとへ使節を派遣した際、ヒュペルボレオイ人のもとからも使節としてアバリスが到着したと人々は言う。彼が到着した時期については異論がある。ヒッポストラトスは彼が第53オリンピア祭期に到着したと言い、ピンダロスはリュディア人の王クロイソスの時代であると言い、他の者たちは第21オリンピア祭期であると言う。
ἌΒΙΟΣ τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον.2
アビオス アンティポンは「アビオス(生活なき/資力ある)」という語を、ホメロスが木々の豊かな森を「材木なき森(アクシュロス)」と言うのと同じように、多くの生活資財を所有する者に対して用いた。
ἈΒΡΟΚΟΜΑΣ οὗτος σατράπης ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως.
アブロコマス この者はペルシア人の王アルタクセルクセスの太守であった。
ἈΓΑΘΑΡΧΟΣ τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος.
アガタルコス この者についてデモステネスが言及している。著名な画家であり、エウデモスの息子、家系としてはサモス人であった。
ἈΓΑΘΗΣ ΤΥΧΗΣ ΝΕΩΣ τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι.
アガテ・テュケ(よき幸運)の神殿これについてリュクルゴスが『財政管理について』の中で、また他の者たちも言及している。
ἈΓΑΣΙΚΛΗΣ περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται καὶ Δεινάρχῳ λόγος κατ̓ αὐτοῦ, ἐν ᾧ δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη.
アガシクレス アガシクレスについてヒュペレイデスが語っている。またデイナルコスによって彼に対する弁論も書かれており、その中で、彼がハリムス区民たちを買収し、それによって外国人でありながら市民団に登録されたことが明らかにされている。
ἌΓΟΙ τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις, λέγων οὕτως ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος.3 καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ’ ἐν τῷ περὶ ἀληθείας φησὶ τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις.
アゴイ(連れて行く/みなす)この語は多くの意味を表す。イサイオスは「運ぶ」「訴え出る」「引きずる」の代わりにこの語を『エウマテスを擁護して自由身分へと引き戻す訴え』と題された演説において採用し、次のように述べている。「私が自分に属する分として奴隷身分へと連行しようとしたとき、クセノクレスはエウマテスを自由身分へと引き離して私に害を与えた」。そしてこの演説の中で同じ意味でこの語をしばしば用いた。またアンティポンは『真実について』の中で、「掟を大いなるものとみなすであろう」と「みなす(ヘーゴイト)」の代わりに述べている。この用例は多い。
ἈΓΕΛΑΙΩΝ Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, ἃ βόσκεται εἰς ἃ τύχοι χωρία, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν.
アゲライオイ(群生する)イソクラテスが『パナテナイコス』において用いているが、あたかも多数のソフィストたちや放浪者たちのことを述べているかのようである。この比喩は、行き当たりばったりの場所に群れをなして草を食む家畜たちから、あるいは、夥しく群れをなして餌を漁ると言われる魚たちから取られている。
ἈΓΕΝΗΣ ἀντὶ τοῦ ἄπαις παρ’ Ἰσαίῳ ἐν τῷ ὑπὲρ Μενεκλέους κλήρου.
アゲネス(子のない)イサイオスの『メネクレスの遺産をめぐって』において、「子のない(アパイス)」の代わりに用いられている。
ἈΓΗΣΙΛΑΟΣ οὗτος ἦν, ὡς ὁ Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις.
アゲシラオス この者は、クセノポンが明らかにしているように、スパルタ人の著名で高貴な王であり、キュロスとともに内陸へ進軍した兵士たちを用いてアジアの多くを征服した。
ἌΓΛΑΥΡΟΣ ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς.
アグラウロス ケクロプスの娘。またアテナの添え名でもある。
ἉΓΝΕΥΕΤΕ ΤΗΝ ΠΟΛΙΝ Ἀντιφῶν ἐν τῷ β ἀντὶ τοῦ ἁγνίζετε.
ハグネウエテ・テン・ポリン(都市を清めよ)アンティポンが第2巻において「浄めよ(ハグニゼテ)」の代わりに用いている。
ἈΓΝΙΑΣ Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων.
アグニアス イサイオスが『土地をめぐるエウクレイデスへの答弁』において言及している。彼とその同僚の使節たちについて、アンドロティオンが『アッティカ史』第5巻において、またフィロコロスが、スパルタ人たちによって捕らえられ処刑されたと述べている。
ἈΓΝΟΥΣ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· ὁ δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
アグヌス アカマンティス部族の区。その区民はアグヌシオスと呼ばれる。デモステネスの『クテシフォン弁護』にある。
ἈΓΝΩΜΟΝΩΣ ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς.
アグノモノス(無分別に)デモステネスが『フィリッポス弾劾演説』において、「無分別のうちに、無思慮に」の代わりに用いている。
ἈΓΟΡΑΣ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμματος οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα.
アゴラス(集会)ヒュペレイデスが『掲示文をめぐるポリュエウクトス弾劾』において、「これらの者はしばしば集会を行う」と述べている。ここでは「会合(シュノドス)」の代わりであろう。この語は他の事柄も意味する。
ἈΓΟΡΑΝΟΜΟΙ οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι ε μὲν εἰς Πειραιᾶ, ε δὲ εἰς ἄστυ.
アゴラノモイ(市場監督官)市場での売買品を管理する役人たち。デモステネスの『ティモクラテス弾劾』にある。アリストテレスは『アテナイ人の国制』の中で、5人がペイライエウスに、5人が市街地に抽選で選ばれると述べている。
ἈΓΟΡΑΣΑΙ ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ.
アゴラサイ(購入する)ヒュペレイデスが『デロス演説』において、「買い取る(オーネーサスタイ)」の代わりに用いている。
ἈΓΡΑΦΙΟΥ εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ’ οὕτως ἔχειν Δημοσθένης τε ἢ Δείναρχος ἐν τῷ κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ.
アグラフィオン(未登録者訴追)国庫に負債を負っており、そのために登録されたにもかかわらず、完済する前に帳簿から抹消された者たちに対する、このように呼ばれる訴訟の一種。この事実がそうであることを、デモステネスあるいはデイナルコスが『テオクリネス弾劾』において、リュクルゴスが『アリストゲイトン弾劾』において、さらにピュテアスが『告発に対する弁明』において教えている。
ἈΓΡΙΟΥΣ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα.
アグリオイ(荒々しい/狂気じみた)アイスキネスは『ティマルコス弾劾』において、愛童に対して過度に夢中になり、扱いにくい少年愛者たちのことをこう呼んでいる。またメナンドロスは賽の目遊びに過度に熱中した者を「荒々しい賽転がし」と呼んでいる。
ἈΓΡΥΛΗ δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, καὶ ὁ δημότης Ἀγρυλεύς, ἐπίρρημα δὲ τοπικὸν Ἀγρυλῆθεν.
アグリュレ エレクテイス部族の区。その区民はアグリュレウス、場所を示す副詞は「アグリュレから(アグリュレーテン)」である。
- a.habarisἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι
動詞 ἀνεῖλεν(神託を下した)のあとに、与格 μαντευομένοις(神託を求めた者たちに対して)と、対格主語 τὸν Ἀθηναίων δῆμον と不定詞 ποιήσασθαι から成る対格不定詞構文(神託の命じる内容)が続いている。全体として「アポロンは神託を求めたギリシア人および異民族に対し、アテナイの民衆が祈りを捧げるべきことを告げた」という指示・命令の伝達を表す。
- a.abiosτὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον
ἄβιος は通常接頭辞 ἄ- を否定として「生活手段のない、困窮した」を意味するが、ここでは強意(alpha intensivum)として解釈され、「莫大な財産(πολὺν τὸν βίον)を持つ者」の意で用いられたと解説されている。後続の ὡς Ὄμηρος... は同種の反意・強意的な用法(ἄξυλος が「材木のない」ではなく「木々の鬱蒼とした」を指す例)を挙げて論証する比較構文である。
- a.agoiἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος
属格絶対構文(ἄγοντος ἐμοῦ)。ἄγω εἰς δουλείαν は身分をめぐる法的手続きにおいて「奴隷身分へと連行・引き渡しを主張する」法慣用表現。κατὰ τὸ ἐμὸν μέρος は「私に関する限りにおいて」「私の分・権利として」を表す副詞句。
