← アフロディシアスのアレクサンドロス

アリストテレス『ソフィスト的論駁について』注解

§90.26-91.20

見かけの推論の統括と争論者とソフィストの相違

アリストテレスが二種の争論的推論を「見かけの推論」として包括した意図を解説し、対論での争論的妨害を徒競走の不正行為に譬えつつ、勝利を目的とする争論者と金銭を目的とするソフィストの差異を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.62

" Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος." Δύο εἰπὼν ἐριστικοὺς συλλογισμούς, τόν τε κατὰ τὸ σχῆμα ἡμαρτημένον καὶ τὸν μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης μεθόδου φαινόμενον δὲ ἐκ τούτων, νῦν συνάπτει τούτους, ἢ μᾶλλον ἓν ὄνομα καὶ ἀμφοτέροις τίθησιν. ἐριστικὸς γάρ ἐστι λόγος1 καὶ ὁ περὶ τῶνδε φαινόμενος, περὶ τῶνδε φαινόμενον λέγων τὸν μὴ κατὰ τὸ σχῆμα ὑγιῆ. καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα (τοῦτο γὰρ δηλοῦται διὰ τοῦ κἂν ᾖ συλλογισμός [δοκῶν]), δοκῶν δὲ συνάγεσθαι μὲν ἐκ τῶν ἀρχῶν τοῦ πράγματος, μὴ συναγόμενος δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως, ἐριστικός ἐστι λόγος. διὰ τί δὲ ἐριστικός ἐστιν, ἐπήγαγε λέγων φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστε ἀπατητικὸς καὶ ἄδικος· διὰ τοῦτο γοῦν καὶ σοφιστικός. ὥσπερ δὲ καὶ ἐν τοῖς δρομικοῖς ἀγῶσιν ἀδικία τίς ἐστιν, ὅταν οἱ δρομεῖς ἀφέντες εὐθὺ τῆς νύσσης φέρεσθαι ἀλλήλους ἐμποδίζουσιν, οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστικὴ τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον.2 ἢ ὥσπερ ἐν τῷ τοιούτῳ ἀγῶνι ἀδικία γίνεται, ὅταν προεκτρέχοντος ἄλλου καὶ προπορευομένου ἄλλος ὑποφθάσας κατάσχῃ αὐτὸν καὶ κωλύσῃ τοῦ δρόμου (ἔδει γὰρ ἄμφω τρέχειν καὶ οὕτω φανῆναι τὸν δόκιμον), οὕτω καὶ τοὺς διαλεγομένους δεῖ μὴ σπεύδειν ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν. εἰ δὲ μὴ τοῦτο γίνεται,3 τότε ὁ ἀγαθὸς διακρίνεται περὶ τὴν διάλεξιν. νῦν δὲ δι’ ὧν λέγει καὶ τὴν διαφορὰν τοῦ σοφιστικοῦ καὶ ἐριστικοῦ παραδίδωσιν· οὔτε γὰρ οἱ αὐτοί εἰσι πάντῃ οὔτε πάντῃ ἕτεροι, ἀλλ’ ᾗ μὲν τῶν αὐτῶν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταὶ καὶ ἀμφότεροι ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ ἐπιχειροῦσιν, εἰσὶν οἱ αὐτοί, ᾗ δὲ οἱ μὲν ἐριστικοὶ χάριν νίκης καὶ τῆς ἀπὸ τῶν παρεστώτων δόξης τοῦτο ποιοῦσιν, οἱ δὲ σοφισταὶ χάριν χρηματισμοῦ καὶ πλούτου, διαφέρουσιν.

「したがって、これらに関する見かけの推論は争論的な議論である。」 二つの争論的推論、すなわち格において誤っているものと、主題の探究に固有の原理から出ず、これらから出ているように見えるものとを述べた後で、いま彼はこれらを結びつけ、あるいはむしろ両方に一つの名称を与えている。なぜなら、「これらに関する見かけの[推論]」もまた争論的な議論であり、「これらに関する見かけの[推論]」とは格において健全でないものを指して言っているからである。そして、事柄に関して見かけの[推論]も、たとえ格においては健全であるとしても(というのも、このことは「たとえ推論であるとしても」によって示されている)、事柄の原理から推論されているように思われながら、それらから推論されているのではなく見かけにおいて[推論されている]ならば、争論的な議論である。そして、なぜ争論的であるのかを彼は付け加え、「なぜなら事柄に関して見かけのものであるから、欺瞞的であり不正である。それゆえにこそソフィスト的でもある」と言っている。また、走る競技において、走者たちがゴール標識に向かってまっすぐに進むのをやめて互いを妨害するときにある種の不正があるように、対論においても、対論者たちが各々の企図する事柄が推論されないように互いに障害を置くとき、ある種の争論的な不正な争いがある。あるいは、そのような競技において、ある者が先を走り先行しているときに別の者が先回りして彼をつかまえ走りを妨げるときに不正が生じるように(なぜなら両者が走り、そうして優れた者が現れるべきだったからである)、そのように対話者たちも欺瞞を通じて対話相手を不正に扱うことに熱中すべきではない。もしこれ[不正]が生じないならば、そのときに対論において優れた者が識別される。そしていま、彼が述べていることを通じて、彼はソフィスト的な者と争論的な者の差異をも伝えている。なぜなら彼らは全く同一でも全く別でもなく、争論を好む者たちとソフィストたちとは同一の議論に関わり、両者とも見かけの通念(実際にはそうでないもの)から論駁を試みるという点では同一であるが、争論的な者たちは勝利と居合わせた者たちからの評判のためにこれを行い、ソフィストたちは金儲けと富のためにこれを行うという点において、異なっているからである。

構文注3 件
  1. 1.62καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα... ἐριστικός ἐστι λόγος

    主語である名詞句「καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος(事柄に関して見かけの推論も)」と主節の述部「ἐριστικός ἐστι λόγος(争論的な議論である)」の間に、譲歩節「κἂν ὑγιὴς μέν ἐστι...」と主語を修飾する分詞句「δοκῶν δὲ συνάγεσθαι... μὴ συναγόμενος δέ...」が長く挿入されている離隔構造(hyperbaton)である。

  2. 1.62τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον

    属格独立構文(τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα)であり、主節「οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστική」に対する時または付帯状況の条件を表す。後続の「πρὸς τὸ μὴ συναχθῆναι...」は否定の目的(〜されないように)を表す前置詞句構文である。

  3. 1.62εἰ δὲ μὴ τοῦτο γίνεται

    指示代名詞 τοῦτο は直前の「欺瞞によって対話相手を不正に扱うこと(ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν)」を指し、「もしこのこと(不正な妨害)が生じないならば」という否定条件を形成している。その帰結として「そのときに対話において優れた者が識別される(τότε ὁ ἀγαθὸς διακρίνεται...)」が導かれる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:90.26-91.20